254
διατηρεῖν αὐτήν. ἐτίμα δὲ αὐτὴν ἴσα μητρί, ποιῶν πᾶσαν θεραπείαν αὐτῆς. γενεθλίου δὲ ἱππικοῦ ἀγομένου, καὶ τῶν μερῶν φορούντων στολὰς σωληνωτὰς ἀπὸ βλατ τίου ὀξέος καὶ χλαμύδας παραπλησίας τοῦ βασιλικοῦ, ἔπαυσε ταύ τας φορεῖν διὰ τὸ μὴ εἰς ἀκαίρους χρείας δαπανᾶσθαι τὰ χρή ματα, ὁρίσας διδακτυλίους ὄρνας ἐν ταῖς στολαῖς αὐτῶν κόσμου 1.689 χάριν φορεῖν. ἀγαγὼν δὲ Ἀναστασίαν τὴν γυναῖκα αὐτοῦ, ἔχου σαν ἐξ αὐτῆς καὶ θυγατέρας δύο Χαριτὼ καὶ Κωνσταντῖναν, ἔστε ψεν αὐτὴν Αὐγοῦσταν, καὶ ἔρριψεν ὑπατείαν πολλήν. τούτῳ τῷ βασιλεῖ γέγονε θεία ὀμφή, ἀγγέλου κατ' ὄναρ εἰπόντος "τάδε σοι λέγει τὸ τρισάγιον· οἱ τύραννοι τῆς βασιλείας ἐπὶ σῶν οὐ φοιτή σουσι χρόνον." Τῷ βʹ ἔτει ἀπέστειλε πρέσβεις πρὸς τὸν βασιλέα Περσῶν κατὰ τὸ ἔθος, μηνύων τὴν ἀναγόρευσιν αὐτοῦ· καὶ οὐ προσήκατο τὴν εἰρήνην ὁ τῶν Περσῶν βασιλεύς. ὁ δὲ Τιβέριος διασπείρας τοὺς βασιλικοὺς θησαυροὺς πολλὰ στρατόπεδα ἐποίησε, χειροτο νήσας Ἰουστινιανόν τινα στρατηγὸν ἀνατολῆς, ὃς ἀναλαβὼν τὰς δυνάμεις ἐπὶ τὸ ∆αρὰς παραγίνεται. καὶ τῆς παρατάξεως γενο μένης τῶν Περσῶν καὶ Ῥωμαίων, εἰς λόγους ἦλθον καὶ πρὸς ἀλλήλους σπένδονται χρόνον τετραετῆ. Τῷ γʹ ἔτει, τοῦ τῶν Περσῶν βασιλέως μέλλοντος τὸν πό λεμον αὐτουργεῖν, ὁ τῶν Ῥωμαίων στρατηγὸς πρὸς τοὺς Πέρσας χωρεῖ. καὶ τῆς κατασυστάδην μάχης γενομένης, βαθείας τῆς τῶν Ῥωμαίων φάλαγγος οὔσης ἡ τῶν Περσῶν καὶ Βαβυλωνίων τρέ πεται πληθύς, καὶ ἀναιροῦνται πλήθη πολλά. λαμβάνουσι δὲ οἱ Ῥωμαῖοι καὶ τὸ τῶν Περσῶν τοῦλδον καὶ τὸ βασιλικὸν σκηνο πήγιον καὶ πᾶσαν τὴν ἀποσκευὴν ἐπίδοξον οὖσαν καὶ τοὺς ἐλέ φαντας, ἐξ ὧν τὰ ἐπίσημα πρὸς τὸν βασιλέα πέμπουσι. τὴν αἰσχύνην τοίνυν ὁ τῶν Περσῶν βασιλεὺς μὴ φέρων νομοθετεῖ 1.690 μηκέτι βασιλέα Περσῶν εἰς πόλεμον ἐξέρχεσθαι. ὁ δὲ Ῥωμαϊκὸς στρατὸς ἐπετίθετο ταῖς Περσικαῖς συμφοραῖς, καὶ πρὸς τὰ ἐνδό τατα τῆς Περσίδος ἐχώρησε, καὶ πολλὴν αἰχμαλωσίαν καὶ ἅλωσιν ἐν Περσίδι πεποίηκε, φθάσας καὶ μέσον τῆς Ὑρκανικῆς θαλάσσης. χειμῶνος δὲ γενομένου ἐν Περσίδι παρεχείμασε. Τῷ δʹ αὐτοῦ ἔτει κτίζει Τιβέριος τὸ δημόσιον τῶν Βλαχερ νῶν λουτρόν, ἀνανεοῖ δὲ καὶ ἐκκλησίας πολλὰς καὶ ξενῶνας καὶ γηρωκομεῖα, κατακοσμεῖ δὲ καὶ τὸν χρυσοτρίκλινον τοῦ παλατίου. τότε κελεύει γράφεσθαι αὐτὸν ἐν τοῖς συμβολαίοις Τιβέριον Κων σταντῖνον. τῷ δ' ἔτει τελευτᾷ Εὐτύχιος ὁ πατριάρχης, καὶ μετὰ ἓξ ἡμέρας χειροτονεῖται Ἰωάννης διάκονος τῆς μεγάλης ἐκκλησίας ὁ νηστευτής. ὁ δὲ βασιλεὺς ἀγοράσας σώματα ἐθνικῶν κατέστησε στράτευμα εἰς ὄνομα ἴδιον, ἀμφιάσας καὶ καθοπλίσας αὐτοὺς χιλιάδας ιεʹ, δεδωκὼς αὐτοῖς καὶ στρατηγὸν Μαυρίκιον τὸν κόμητα τῶν φοιδεράτων καὶ ὑποστράτηγον αὐτοῦ Ναρσῆν, καὶ ἀπέστειλεν αὐτοὺς κατὰ Περσῶν. πολέμου δὲ κροτηθέντος νικῶσι Ῥωμαῖοι κατὰ κράτος, καὶ ἀφείλοντο ἐκ τῶν Περσῶν πόλεις τε καὶ χώρας ἃς ἐπὶ Ἰουστινιανοῦ καὶ Ἰουστίνου παρέλαβον. ἐπανελθὼν δὲ Μαυρίκιος ἐν Κωνσταντινουπόλει ἐδέχθη ὑπὸ τοῦ βασιλέως μεγά λως, καὶ ἐθριάμβευσε Τιβέριος τὰς νίκας Μαυρικίου, καὶ προσ ελάβετο αὐτὸν γαμβρὸν εἰς Κωνσταντῖναν τὴν ἑαυτοῦ θυγατέρα· ὁμοίως δὲ καὶ Γερμανῷ στρατηγῷ ἔζευξε τὴν θυγατέρα αὐτοῦ 1.691 Χαριτώ, ποιήσας ἀμφοτέρους Καίσαρας. τῇ δὲ ιδʹ τοῦ Αὐγούστου μηνὸς φαγὼν συκάμινα ὄψιμα ἀξιοθέατα νενοθευμένα φθίσει περιέπεσε. καὶ μέλλων τεθνάναι προσκαλεῖται τὸν πατριάρχην Ἰωάννην καὶ τὴν σύγκλητον ἅμα τοῖς στρατεύμασι, καὶ Μαυρίκιον τὸν ἴδιον γαμβρὸν βασιλέα ἀναγορεύει. πάντων δὲ εὐφημησάν των αὐτὸς ὑποστρέψας ἐν τῇ ἰδίᾳ κλίνῃ τέθνηκε, βασιλεύσας ἔτη γʹ μῆνας ιʹ ἡμέρας ηʹ. καὶ ἐτάφη ἐν τῷ ἡρῴῳ ἐν λάρνακι πρα σίνῳ.
Μαυρίκιος ὀρθόδοξος βασιλεὺς Ῥωμαίων ἐβασίλευσεν ἔτη κʹ μῆνας γʹ ἡμέρας βʹ. ἦν δὲ τῇ ἰδέᾳ μεσῆλιξ, εὐσθενής, λευκό χρους, στρογγύλην ἔχων τὴν ὄψιν, πυρράκης, ἀναφάλας, εὔριν, εὐπώγων, κειρόμενος τὸ γένειον, καθὰ Ῥωμαίοις ἔθος