255
ἐστίν. ἦν δὲ Καππαδόκης. ἐκέλευσε δὲ γράφεσθαι ἐν τοῖς συμβολαίοις Μαυ ρίκιος [καὶ] Τιβέριος. ἐστέφθη δὲ ὑπὸ τοῦ πατριάρχου Ἰωάννου τοῦ νηστευτοῦ, καὶ μετ' ὀλίγον τὸν γάμον πεποίηκε. τῷ δὲ Ἀπριλλίῳ μηνὶ γεγόνασιν ἐν τῷ φόρῳ ἐμπρησμοὶ καὶ ἀνέμων καταιγίδες, καὶ πολλὰς οἰκίας διώλεσαν. καὶ τῇ δεκάτῃ τοῦ Μαΐου γέγονε σεισμὸς μέγας καὶ ἱππικὸν ἐτελέσθη. πρεσβεύουσι δὲ οἱ Ἄβαρες πρὸς τὸν βασιλέα, οἱ πρὸ ὀλίγου τὸ Σίρμιον χειρω σάμενοι, πόλιν τῆς Εὐρώπης ἐπίσημον, καὶ ἠξίουν ταῖς ὀγδοή κοντα χιλιάσι τοῦ χρυσίου, ἃς ἐτησίως ἐλάμβανον παρὰ Ῥωμαίοις, προστεθῆναι ἄλλας κʹ· καὶ ὁ βασιλεὺς εἰρήνης ἐφιέμενος τοῦτο κατεδέξατο. ᾔτησαν δὲ καὶ ἐλέφαντα, ζῷον Ἰνδικόν, ἐκπεμφθῆ ναι αὐτοῖς πρὸς θέαν, καὶ κλίνην χρυσῆν· ὧν καὶ πεμφθέντων 1.692 ἀμφότερα ἀντέστρεψαν, τὴν κλίνην εὐτελίσαντες. ᾐτοῦντο δὲ πάλιν ἄλλας κʹ πρὸς ταῖς ἑκατόν. τοῦ δὲ βασιλέως μὴ καταδεξα μένου, στρατεύσας ὁ χαγάνος τὴν Σιγιδῶνα πόλιν κατέστρεψε καὶ ἑτέρας πόλεις ἐχειρώσατο καὶ τὴν Ἀγχίαλον, ἠπείλει δὲ καὶ τὰ μακρὰ τείχη καταστρέψαι. ὁ δὲ βασιλεὺς Ἐλπίδιον τὸν πατρίκιον σὺν Κομμεντιόλῳ πρέσβεις πρὸς τὸν χαγάνον ἀπέστειλε, καὶ ὁ βάρβαρος ἐπὶ ταῖς τῶν πάκτων συνθήκαις εἰρήνην ἄγειν καθωμο λόγει. Τῷ βʹ ἔτει ὕπατος ὁ βασιλεὺς ἀναγορεύεται, καὶ πολλοὺς θησαυροὺς τῇ πόλει δωρεῖται. προβάλλεται δὲ Φιλιππικὸν στρα τηγὸν τῆς ἑῴας, ποιήσας αὐτὸν γαμβρὸν εἰς Γορδίαν τὴν ἰδίαν ἀδελφήν. ὁ δὲ Φιλιππικὸς τοῖς Περσικοῖς ἀθρόως ἐπεισπεσὼν καὶ πολλὴν αἰχμαλωσίαν λαβὼν εἰς τὴν τῶν Μήδων χώραν παρα βάλλει, καὶ πολλὰ χωρία διαφθείρας εἰς Ῥωμανίαν αὖθις ὑπέ στρεψε. τοῦ δὲ χαγάνου τὴν εἰρήνην ἀθετήσαντος καὶ τῷ μακρῷ τείχει ληϊζομένου, ὡς προσεπέλασεν ὁ στρατηγὸς τῶν Ῥωμαίων Κωμμεντιόλος, τούτοις ἀθρόως ἐπεισπεσὼν πολλὰ πλήθη ἀνεῖλε καὶ τούτους ἀπήλασεν. ἐλθὼν δὲ ἐν Ἀδριανουπόλει Ἀνδραγάστῳ περιπίπτει τῷ Σθλαβίνων στρατηγῷ αἰχμαλωσίαν ἐπιφερομένῳ· καὶ τούτῳ ἐπεισπεσὼν τὴν αἰχμαλωσίαν διέσωσε καὶ νίκην μεγάλην περιεβάλετο. τότε καί τινες Ἕλληνες ἐν οἴκῳ τινὸς ἀριστῶντες εἰς ὕβρεις καὶ ἀναθεματισμοὺς τῆς ὑπεραγίας θεοτόκου προήχθη σαν. καὶ οἱ μὲν ἄλλοι παραυτὰ πονηροῖς πνεύμασι ληφθέντες δίκας ἀπετίννυον, ὁ δεσπότης δὲ τῆς οἰκίας εἶδε κατ' ὄναρ ἐπι 1.693 στᾶσαν αὐτῷ τὴν θεοτόκον καὶ βεργίῳ τὰ αὐτοῦ γόνατα περιχα ράξασαν καὶ μηδὲ λόγου αὐτὸν ἀξιώσασαν. ὁ δὲ εὐθὺς ἔξυπνος τοῖς πόνοις γενόμενος εὗρε τοὺς πόδας αὐτοῦ κεκομμένους, κἀν τεῦθεν λοιπὸν δημοσίᾳ φοράδην ἀγόμενος καὶ προκείμενος τὴν δι καιοκρισίαν ἐξωμολογεῖτο τοῦ θεοῦ καὶ τὴν τῆς παναμώμου θεο τόκου κατ' αὐτοῦ ἀγανάκτησιν. Τῷ γʹ ἔτει Φιλιππικὸς ἐπὶ τὴν Περσικὴν ἐλθών, καταλαβὼν τὴν Ἀρξάνην μεγάλην αἰχμαλωσίαν ἐκράτησε, καὶ δειλίαν ἐμποιεῖ τοῖς Περσικοῖς στρατεύμασι. νοσήσας δὲ τὸν ἀνεψιὸν χειροτονεῖ καθηγεῖσθαι τοῦ λαοῦ, καὶ εἰς Κωνσταντινούπολιν νοσῶν παρα γέγονε. τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ υἱός, καὶ ὠνόμασεν αὐτὸν Θεοδόσιον. Τῷ δʹ ἔτει Φιλιππικὸς ἐξεληλυθὼς τῆς πόλεως πρὸς Πέρσας ὁπλίζεται, καὶ τούτοις συμβαλὼν νικᾷ τὸν πόλεμον. τῇ δ' ὑστε ραίᾳ πάλιν ἀναλαβὼν Καρδαρίχας τὰς ἑαυτοῦ δυνάμεις πρὸς πό λεμον ὁπλίζεται, καὶ δευτέρου πολέμου κροτηθέντος νικῶσι πάλιν οἱ Ῥωμαῖοι καὶ ἀναιροῦνται Πέρσαι πολλοί, χειροῦνται δὲ καὶ ζῶντες δισχίλιοι καὶ εἰς τὸ Βυζάντιον πέμπονται. ὁ δὲ Καρδαρί χας προσέφυγεν εἰς τὸ ∆αράς· οἱ δὲ τοῦ κάστρου Πέρσαι μεθ' ὕβρεων τοῦτον ἀπεπέμψαντο. ὁ δὲ Φιλιππικὸς τοὺς γενομένους τραυματίας εἰς τὰς πόλεις παρέπεμψεν ἰατρεύεσθαι, καὶ Ἡρά κλειον τὸν τοῦ Ἡρακλείου τοῦ αὐτοκράτορος πατέρα, ὑποστρά τηγον ὄντα, ἐπὶ κατασκοπὴν τῶν βαρβάρων ἐξέπεμψεν. αὐτὸς δὲ εἰς τὴν Βαβυλῶνα εἰσβάλλει, καὶ τὸ Χλόμαρον φρούριον παρα 1.694 καθέζεται. ὁ δὲ Καρδαρίχας στρατολογεῖ ἰδιώτας μεθ' ὑποζυ γίων, καὶ δι' ὀχυρῶν τόπων ἐν ἀσελήνῳ νυκτὶ ἐπὶ τὰ νῶτα γίνεται τῶν Ῥωμαίων, μηδαμῶς θαρρῶν χεῖρας αὐτοῖς ἐμβαλεῖν.