256
Ῥωμαῖοι δὲ τῷ ἀκαίρῳ φόβῳ διασκεδασθέντες διὰ δυσδιεξοδεύτων τόπων μεγάλοις κινδύνοις περιέπεσον. πρωΐας δὲ γενομένης, τῆς συμφορᾶς ἀπηλλάττοντο, καὶ τὸν στρατηγὸν καταλαβόντες ὕβρεσιν αἰσχίσταις τοῦτον ἔβαλον. οἱ δὲ Πέρσαι ἐπίπλαστον νομίσαντες εἶναι τὴν φυγὴν διῶξαι οὐκ ἐτόλμησαν.
Ἡράκλειος δὲ διαπερά σας τὸν Τίγρην, ὅσα τῆς Μηδικῆς χώρας ἦσαν ἐπίσημα χωρία παρεδίδου πυρί, καὶ οὕτως πρὸς Φιλιππικὸν ἀνέστρεψε μετὰ σκύ λων πολλῶν. καὶ γίνεται πάλιν κατὰ τὴν Μαρτυρούπολιν Περ σικὸς μετὰ Ῥωμαίων πόλεμος, καὶ κρατοῦσι Ῥωμαῖοι, καὶ ἀναιρεῖται ὁ τῶν Περσῶν στρατηγὸς Βαρουζᾶς, συλλαμβάνονται δὲ καὶ ζῶντες τρισχίλιοι καὶ οἱ τῶν Περσικῶν ταγμάτων ταξίαρχοι. χίλιοι δὲ μόνοι τὸν ἀριθμὸν ἐσώθησαν, οἳ καὶ μετὰ κινδύνων ἐπὶ τὴν Περσίδα ἀνέστρεψαν. οἱ δὲ Ῥωμαῖοι πέμπουσι πρὸς τὸν βα σιλέα τὰ Περσικὰ λάφυρα καὶ τοὺς ζωγρηθέντας ἅπαντας σὺν τοῖς βάνδοις. ὁ δὲ Μαυρίκιος ἔκτισε τὸν Καριανὸν ἔμβολον ἐν Βλα χέρναις, γράψας ἐν αὐτῷ διὰ ζωγραφίας τὰς ἑαυτοῦ πράξεις τὰς ἐκ παιδόθεν μέχρι τῆς αὐτοῦ βασιλείας. ἀνεπλήρωσε δὲ καὶ τὸ ἐν αὐτῷ δημόσιον λουτρόν. τυποῖ δὲ καὶ τὴν λιτὴν καλουμένην πρεσβείαν κατὰ παρασκευὴν ἐν Βλαχέρναις τελεῖσθαι καὶ ἐν τοῖς Χαλκοπρατείοις πληροῦσθαι.
Τῷ ʹ ἔτει οἱ Λογγίβαρδοι πόλεμον ἤραντο κατὰ Ῥωμαίων, 1.695 καὶ τὰ τῶν Μαυρουσίων ἔθνη κατὰ τὴν Ἀφρικὴν μεγάλας ταραχὰς ἐποιήσαντο. ἐν δὲ τῇ Περσίδι φυλακὴ ὑπάρχει ἡ λεγομένη Λήθη, ἐν ᾗ πολλοὺς ὁ τῶν Περσῶν βασιλεὺς ἀπὸ διαφόρων ἐθνῶν ἐν ταύτῃ κατέκλεισε σὺν τοῖς αἰχμαλώτοις τῆς πόλεως ∆αράς. οὗτοι οὖν ἀπογνόντες ἑαυτῶν ἐπανίστανται κατὰ τῶν φυλασσόντων αὐ τούς· οὓς καὶ ἀνελόντες εἰς τὸ Βυζάντιον ἥκασι, καὶ ὑπεδέξατο αὐτοὺς ὁ βασιλεὺς μετὰ χαρᾶς μεγάλης. καὶ πάλιν Κομμεντίολος εἰς τὸν κατὰ τῶν Περσῶν πόλεμον χωρεῖ, καὶ νικήσας πολλὰ λά φυρα ἐν Βυζαντίῳ πέμπει. Τῷ ζʹ ἔτει Βαρὰμ κατὰ Χοσρόου γενόμενος τοῦτον τοῖς Ῥωμαίοις προσρυῆναι ἠνάγκασεν· ᾧ δοὺς ὁ βασιλεὺς συμμαχίαν τόν τε Βαρὰμ ἀπέκτεινε καὶ τὴν Περσίδα ἐκράτησε. δεδοικὼς δὲ τὴν δολοφονίαν, ζητεῖ Μαυρίκιον εἰς φυλακὴν αὐτοῦ χιλίους Ῥω μαίους. ὁ δὲ βασιλεὺς ποιεῖ καὶ τοῦτο, ὡς λέγειν τὸν Χοσρόην ὅτι Ῥωμαῖοι Πέρσαις τὴν βασιλείαν χαρίζονται. Τῷ ηʹ ἔτει τὸ πάσχα Θεοδόσιος υἱὸς Μαυρικίου στέφεται ὑπὸ Ἰωάννου πατριάρχου Κωνσταντινουπόλεως, χρόνων ὑπάρχων τεσσάρων ἥμισυ. τῷ δ' αὐτῷ ἔτει Μαυρίκιος τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα, ὃν ἀπήρξατο Τιβέριος, ἀνεπλήρωσε, καὶ τῆς ἀνα τολῆς εἰρήνην βαθεῖαν ἐχούσης τὰς δυνάμεις τῶν στρατευμάτων ἐπὶ τὴν Θρᾴκην διεβίβασε. Τῷ θʹ ἔτει τοῦ βασιλέως μετὰ τῶν στρατευμάτων ἐπὶ τὴν δύσιν ἐξερχομένου, ἐκωλύετο παρὰ πάντων ὑπουργῆσαι τῷ πο λέμῳ. ἐν δὲ τῷ ∆αονίῳ ἔτεκε γυνὴ παιδίον μήτε ὀφθαλμοὺς μήτε 1.696 βλέφαρα μήτε χεῖρας μήτε πόδας ἔχων, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυῶς ὑπῆρχεν αὐτῷ ὀστρακόδερμος. τῇ αὐτῇ ἡμέρᾳ καὶ κύων ἑξάπους, κεφαλὴν ἔχων λεοντώδη, γεννηθεὶς ἐγένετο μέγας σφόδρα. τῇ αὐτῇ ἡμέρᾳ καὶ ὁ ἵππος τοῦ βασιλέως, ὁ τὸν χρυσοῦν περικείμενος κόσμον, ἀθρόως διερράγη πεσών. τούτοις πᾶσιν οἰωνισάμενος ὁ βασιλεὺς περίλυπος ἦν. μαθὼν δὲ ὅτι πρέσβεις εἰς τὸ Βυζάντιον Περσῶν τε καὶ Φράγγων παρεγένοντο, ὑπέστρεψεν εἰς τὰ βασίλεια. Ἀπὸ τῶν ἱστορικῶν τοῦ Σιμοκάτου λόγος Χοσρόου βασιλέως Περσῶν πρὸς Ἰωάννην στρατηγὸν Ῥωμαίων, ἀποσκώψαντα εἰςαὐτὸν ὅτε ἀπεστάλη παρὰ τοῦ Μαυρικίου εἰς βοήθειαν αὐτοῦ. "εἰ μή περ ἀπὸ τοῦ καιροῦ ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρρησας, στρατηγέ, τὸν μέγαν ἐν ἀνθρώποις βασιλέα βάλλειν τοῖς σκώμ μασιν. ἐπεὶ δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἀκούσῃ τί δῆτα τοῖς θεοῖς ἐσύστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, εἰς τοὺς Ῥωμαίους ὑμᾶς δεινά, ἕξετε δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς πολιτείας κρατοῦν τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα