257
ἐνιαυτῶν Ῥωμαῖοι Πέρσας δουλα γωγήσετε. τούτων δὴ διηνυσμένων τὴν ἀνέσπερον ἡμέραν ἐνδη μεῖν τοῖς ἀνθρώποις, καὶ τὴν προσδοκωμένην λῆξιν ἀποβαίνειν τοῦ κράτους, ὅτε τὰ τῆς φθορᾶς παραδίδοται λύσει καὶ τὰ τῆς κρείττονος διαγωγῆς πολιτεύεται." Τῷ ιʹ ἔτει τοῦ χαγάνου ἐπελθόντος κατὰ τὸ Σίρμιον, ὁ βα 1.697 σιλεὺς στρατηγὸν Εὐρώπης τὸν Πρίσκον χειροτονεῖ. ὁ δὲ Πρί σκος Σαλβανιανὸν ὑποστράτηγον ποιήσας προτρέχειν ἐκέλευσε, καὶ κατὰ τῶν βαρβάρων χωρήσαντες συγκροτοῦσι πόλεμον καὶ νικῶσι Ῥωμαῖοι. ὁ δὲ χαγάνος τοῦτο ἀκηκοώς, ἀναλαβὼν τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον, καὶ εἰς Ἀγχίαλον ἐλθὼν ταύτην κατέκαυσεν. εἶτα εἰς τὸ ∆ριζὶν περᾷ. ὁ δὲ Πρίσκος μὴ θέλων θεωρεῖν τὰ πλήθη τῶν βαρβάρων εἰς Τζουρουλὸν εἰσελθὼν ἠσφα λίσατο. ὁ δὲ βάρβαρος τὸν Πρίσκον πολιορκεῖν ἐπεχείρει. ταῦτα δὲ ἀκηκοὼς Μαυρίκιος διηπόρει τί δράσει· εὐβουλίᾳ δὲ καταστρα τηγεῖ τῆς ἀπείρου δυνάμεως, καὶ ἕνα τῶν ἐξκουβιτώρων μεγάλαις δωρεαῖς καὶ ὑποσχέσεσι πείθει ἑκοντὶ περιπεσεῖν τοῖς βαρβάροις, καὶ δίδωσιν αὐτῷ πρὸς Πρίσκον γραφὴν περιέχουσαν τάδε "τῷ ἐνδοξοτάτῳ στρατηγῷ Πρίσκῳ. τὴν ἀλιτηρίαν τῶν βαρβάρων ἐγχείρησιν μὴ δειλιάσῃς· πρὸς γὰρ ἀπώλειαν αὐτῶν τοῦτο γέγονε. γίνωσκε γὰρ ὅτι μετὰ πολλῆς αἰσχύνης ἔχει ὁ χαγάνος ὑποστρέψαι εἰς τὴν ἀφιερωθεῖσαν αὐτῷ παρὰ Ῥωμαίων χώραν. διὰ τοῦτο καρτερησάτω ἡ σὴ ἐνδοξότης ἐν τῇ Τζουρουλῷ περιρέμβουσα αὐ τούς. πέμπω γὰρ διὰ θαλάσσης πλοῖα, καὶ αἰχμαλωτίζομαι τὰς φαμιλίας αὐτῶν, καὶ ἀναγκάζεται μετ' αἰσχύνης καὶ ζημίας εἰς τὰ ἴδια ὑποστρέψαι." ὁ δὲ χαγάνος κρατήσας τὰ γράμματα καὶ ἀναγνοὺς γίνεται περιδεής, καὶ συνθήκας πρὸς τὸν Πρίσκον δια θέμενος καὶ εἰρηνεύσας ἐπὶ δώροις ὀλίγοις καὶ ἀναξιολόγοις εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε γῆν μετὰ φυγῆς κραταιᾶς. Τῷ ιαʹ ἔτει Πρίσκος μεγάλως ἐπὶ τοῖς Σθλαβίνοις ἠνδρα 1.698 γάθησε καὶ φόνον πολὺν τῶν βαρβάρων εἰργάσατο. τῷ αὐτῷ ἔτει Παῦλος ὁ τοῦ βασιλέως πατὴρ ἐτελεύτησεν ἐν Κωνσταντινου πόλει, καὶ Ἀναστασία Αὐγοῦστα ἡ πενθερὰ Μαυρικίου, γυνὴ δὲ Τιβερίου, καὶ ἐτάφη μετὰ τοῦ ἀνδρὸς αὐτῆς.
Τῷ ιβʹ ἔτει τοῦ Πρίσκου πάλιν τὸν Ἴστρον καταλαβόντος καὶ τὰ Σθλαβίνων ἔθνη πραιδεύσαντος καὶ πολλὴν αἰχμαλωσίαν τῷ βασιλεῖ πέμψαντος, γράφει αὐτῷ ἐκεῖσε παραχειμάσαι. τῷ δ' αὐτῷ ἔτει Φιλιππικὸς κτίζει τὴν ἐν Χρυσουπόλει μονὴν τῆς παναχράντου θεοτόκου καὶ τὰ παλάτια πρὸς τὸ ὑποδέχεσθαι τὸν βασιλέα καὶ τὰ τέκνα αὐτοῦ, ποιήσας καὶ ἰχθυοτροφεῖον καὶ πα ραδείσους. καὶ ἐν Κωνσταντινουπόλει δὲ ἔκτισε τὸν οἶκον τὸν λεγόμενον τοῦ Φιλιππικοῦ. Τῷ ιγʹ ἔτει εἰς τὰ τοῦ Βυζαντίου προάστεια τίκτονται τέ ρατα, παιδίον τετράπουν καὶ ἄλλο δικόρυφον· λέγεται δὲ μὴ ση μαίνειν ἀγαθὰ ταῖς πόλεσιν ἐν αἷς γίνονται ταῦτα. καὶ ὁ βασιλεὺς Πρίσκον τῆς στρατηγίας ἀποπαύει, Πέτρον δὲ τὸν ἑαυτοῦ ἀδελφὸν στρατηγὸν τῆς δυνάμεως Ῥωμαίων ποιεῖ. Τῷ ιδʹ ἔτει Πέτρος ὁ στρατηγὸς τοὺς Σθλαβίνους ἐπιφε ρομένους Ῥωμαϊκὴν αἰχμαλωσίαν τρέπει, καὶ οἱ βάρβαροι τὴν αἰχμαλωσίαν ἀποσφάξαντες ἔφυγον· ὀλίγους δὲ καὶ οἱ Ῥωμαῖοι κρατήσαντες ἐπὶ τὰ Ῥωμαϊκὰ ὑπέστρεψαν. τῷ δ' αὐτῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸν στρογγύλον ἡλιακὸν τῆς Μαγναύρας, στή σας ἐν τῷ μεσαυλίῳ τὴν ἰδίαν στήλην, καὶ ἀπέθηκεν ἐκεῖ τὸ ἀρμα μέντον. ἔκτισε δὲ καὶ τὸ λωβῶν γηροκομεῖον εἰς τὰ Ἠρίου, τὸ 1.699 λεγόμενον τοῦ ζωτικοῦ ἐγχόρηγον, διὰ τὸ ὑπὸ τῶν Σθλαβίνων καῆ ναι ξυλόστεγον ὄν, καὶ πολλὰ ἐν αὐτῷ ἐχορήγησε πρὸς θεραπείαν τῶν λωβῶν ἀδελφῶν. Τῷ ιεʹ ἔτει Πέτρος κακῶς ὑπὸ τῶν Σθλαβίνων τὸ στράτευμα ἀφανίσας διαδέχεται ὑπὸ τοῦ βασιλέως, καὶ πάλιν Πρίσκος στρα τηγὸς Θρᾴκης ἀποστέλλεται. Τῷ ιʹ ἔτει Πέτρος ὁ ἀδελφὸς Μαυρικίου ἔκτισε τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τοῦ Ἀρεοβίνδου. ὁμοίως καὶ Κυριακὸς ὁ πατριάρχης τὰ διακονίσσης, διάδοχος γενόμενος Ἰωάννου τοῦ νηστευτοῦ. Τῷ ιζʹ ἔτει συναθροίσας ὁ χαγάνος τὰς περὶ αὐτὸν δυνάμεις ἐπὶ τὴν