259
τέσσαρσιν αὐτοῦ υἱοῖς παραδοὺς ἑτέρας δυνάμεις παρέστησε φρουρεῖν τὰς διαβάσεις τοῦ Ἴστρου. οἱ δὲ Ῥωμαῖοι σχεδίας ποιήσαντες τὸν ποταμὸν διεπέρασαν· καὶ μετὰ τῶν υἱῶν τοῦ χαγάνου συμβαλὼν ὁ Πρίσκος ἀπὸ πρωῒ ἕως ἑσπέ ρας, τριακοσίων Ῥωμαίων ἀναιρεθέντων, τέσσαρας χιλιάδας τῶν βαρβάρων ὤλεσε, καὶ τῇ ἐπιούσῃ πάλιν ὀκτὼ χιλιάδας τῶν βαρ βάρων ἀνεῖλε. τῇ δὲ τρίτῃ ἐκ τῶν ὑψηλοτέρων οἱ Ῥωμαῖοι πρὸς τοὺς βαρβάρους ἐχώρησαν, καὶ τούτους τρέψαντες ἐπὶ τὰ ὕδατα τῆς λίμνης ἤλασαν, πολλοὺς ἐξ αὐτῶν ἀποπνίξαντες, ἐν οἷς καὶ οἱ τοῦ χαγάνου παῖδες ἀπεπνίγησαν, καὶ νίκην οἱ Ῥωμαῖοι περι φανῆ ἀνεδήσαντο. ὁ δὲ χαγάνος πάλιν συναθροίσας δυνάμεις πολλὰς κατὰ Ῥωμαίων ἦλθε. πολέμου δὲ κροτηθέντος τρέπονται οἱ βάρβαροι καὶ νίκην ποιοῦνται Ῥωμαῖοι πασῶν ἐπισημοτέραν. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τίσσον ποταμὸν περᾶσαι ἐκέλευσεν εἰς τὸ κατασκοπῆσαι τὰ τῶν βαρβάρων σκηνώ ματα. οἱ δὲ βάρβαροι μηδὲν τῶν γεγονότων ἐγνωκότες ἑορτάζον τες ἐσυμποσίαζον. τούτοις οἱ Ῥωμαῖοι ἀπροόπτως ἐπεισπεσόντες μέγιστον φόνον εἰργάσαντο· τριάκοντα γὰρ χιλιάδας Γηπέδων καὶ ἑτέρων βαρβάρων ἀπέκτειναν, καὶ πλείστην αἰχμαλωσίαν λαβόντες πρὸς τὸν Πρίσκον ὑπέστρεψαν. ὁ δὲ χαγάνος πάλιν δυνάμεις ἀθροίσας ἐπὶ τὸν Ἴστρον παραγίνεται, καὶ συμβαλόντες πόλεμον ἡττῶνται οἱ βάρβαροι καὶ εἰς τὸν ποταμὸν ἀποπνίγονται. συν απόλλυνται δὲ τούτοις καὶ Σθλαβίνων πλήθη. ζῶντας δὲ ἐκρά 1.703 τησαν Ἄβαρας μὲν #22γςʹ, βαρβάρους δὲ #22βʹ. ὁ δὲ χαγάνος πρέσβεις πρὸς τὸν βασιλέα ἀπέστειλεν, ἀναλαβέσθαι τοὺς ζωγρηθέντας βου λόμενος. ὁ δὲ Μαυρίκιος μήπω μαθὼν τὴν περιφανῆ τῶν Ῥω μαίων νίκην, γράφει τῷ Πρίσκῳ ἀποδοῦναι τῷ χαγάνῳ τοὺς βαρ βάρους καὶ μόνους. Τῷ αὐτῷ ἔτει μοναχός τις ἐν ἀσκήσει διαλάμπων, σπάθην γυμνὴν κρατῶν, ἀπὸ τοῦ φόρου μέχρι τῆς χαλκῆς ξιφήρης δια δραμὼν τὸν αὐτοκράτορα τοῖς πᾶσιν ἐν φόνῳ μαχαίρας τεθνήξε σθαι προηγόρευσεν. ὁμοίως καὶ Ἡρωδιανὸς Μαυρικίῳ εἰς τὸ φανερὸν προσανήγγειλε τὰ τούτῳ συμβησόμενα. τότε καὶ οἱ δῆ μοι ἄνδρα παρόμοιον τῷ Μαυρικίῳ Μαῦρον, περιβαλόντες σάγον καὶ στέφανον πλέξαντες ἀπὸ σκορόδων καὶ τῇ αὐτοῦ περιθέντες κεφαλῇ, ὄνῳ τε τοῦτον ἐπικαθίσαντες ἔπαιζον, "εὕρηκε" λέγοντες "τὴν δαμάλην ἁπαλήν, καὶ ὡς τὸ καινὸν ἀλεκτόριον πεπήδηκεν αὐτήν, καὶ ἐποίησε παιδία ὡς τὰ ξυλοκώδωνα. ἅγιέ μου, ἅγιε, δὸς αὐτῷ κατὰ κρανίου, ἵνα μὴ ὑπεραίρηται· κἀγώ σοι τὸν μέγαν βοῦν προσαγάγω εἰς εὐχήν." τοιαῦτα μὲν τὰ παρὰ τοῦ δήμου. καὶ οὐ περιττῶς ὑπεμνηματίσθη, ἀλλ' ἵν' εἰδῶμεν ὡς ἐπειδάν τις παροξύνῃ τὸν δεσπότην, τοῖς αὐτοῦ παίγνιον γίνεται συνδού λοις. Τῷ εἰκοστῷ ἔτει Θεοδόσιον τὸν υἱὸν αὐτοῦ συνῆψε πρὸς γά μον τῇ θυγατρὶ Γερμανοῦ τοῦ πατρικίου. τῷ αὐτῷ ἔτει Μαυρί κιος ἐν αὑτῷ γενόμενος, καὶ ἐννοήσας ὅτι οὐδὲν τὸν θεὸν λαν θάνει ἀλλὰ πᾶσιν ἀποδίδωσι κατὰ ἔργα αὐτῶν, καὶ ἐπιλογισάμε 1.704 νος τὸ σφάλμα ὃ ἐποίησεν εἰς τὴν αἰχμαλωσίαν, μὴ ἐξαγοράσας αὐτήν, συμφέρειν ἔκρινεν αὐτῷ ἐν τῷ βίῳ τούτῳ ἀπολαβεῖν τὴν ἁμαρτίαν καὶ μὴ ἐν τῷ μέλλοντι. καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέστειλε πρὸς πάντα πατριάρχην καὶ μοναχὸν εἰς πάντα τὰ μονα στήρια καὶ εἰς τὰ Ἱεροσόλυμα, ἵνα αἰτήσωνται τὸν θεὸν ἐνταῦθα καὶ μὴ ἐκεῖ τοῦτον κολασθῆναι. ἐσκανδαλίζετο δὲ καὶ εἰς Φιλιπ πικὸν τὸν γαμβρὸν αὐτοῦ, ὡς τὸ φῖ ἔχειν εἰς χρηματισμὸν τὸν τοῦτον ἀναιρήσοντα, καί τοι διαφόρως αὐτῷ Φιλιππικοῦ ὀμνυμέ νου μὴ ἔχειν ἐξ αὐτοῦ φόβον τινά. πάντων οὖν περὶ τούτου εὐχο μένων, εἶδεν ὁ Μαυρίκιος ἐν μιᾷ νυκτὶ ὡς εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου ἱστάμενον ἑαυτὸν ἔμπροσθεν τῆς εἰκόνος τοῦ σωτῆ ρος, καὶ λαὸν πολὺν σὺν αὐτῷ τῶν αἰχμαλώτων ἐγκαλούντων. καὶ φωνὴ γέγονεν ἐκ τοῦ ἁγίου χαρακτῆρος λέγουσα "δότε Μαυρί κιον." καὶ οἱ δῆθεν ὑπηρέται κρατήσαντες αὐτὸν παρέστησαν ἐν τῷ πορφυρῷ ὀμφαλίῳ τῷ ἐκεῖσε. καὶ φησὶ πρὸς αὐτὸν ἡ θεία φωνή "ποῦ θέλεις