260
ἀποδώσω σοι; ὧδε, ἢ ἐν τῷ μέλλοντι αἰῶνι;" ὁ δὲ ἔφη "φιλάνθρωπε δέσποτα, δικαιοκρίτα, ὧδε μᾶλλον, καὶ μὴ ἐν τῷ μέλλοντι." καὶ εὐθέως ἐκέλευσεν ἐκδοθῆναι αὐτόν τε καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν Φωκᾷ τῷ στρατιώτῃ. διυπνισθεὶς οὖν ἀπέστειλεν εὐθὺς τὸν παρακοιμώμενον αὐτοῦ ἀγαγεῖν Φιλιππικόν· ὃς αὐτῇ τῇ ὥρᾳ ἰδὼν τὸν παρακοιμώμενον καὶ τῆς ἑαυτοῦ ζωῆς ἀπογνοὺς ᾐτήσατο κοι νωνῆσαι, καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα, καταλιπὼν τὴν γυ 1.705 ναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ θρηνοῦσαν. ἐλθὼν δὲ πρὸς τὸν βα σιλέα ἔπεσεν ἐπὶ τοῖς ποσὶν αὐτοῦ. ὁ δὲ βασιλεὺς ἐξελθεῖν ἐκέ λευσε τὸν παρακοιμώμενον, καὶ αὐτὸς ἔπεσεν εἰς τοὺς πόδας Φιλιππικοῦ, λέγων "συγχώρησόν μοι, ἀδελφέ, ὅτι ἥμαρτόν σοι πολλά. σὲ γὰρ ὑπενόουν τῇ ζωῇ μου ἐπιβουλεῦσαι· ἀλλὰ νῦν ἔγνων ἀθῶον εἶναι. παρακαλῶ οὖν σε εἰπεῖν μοι εἰ γινώσκεις ἐν τοῖς τάγμασι Φωκᾶν τινὰ στρατιώτην." ὁ δὲ Φιλιππικὸς ἔφη "ἕνα γινώσκω, ὃς πρὸ καιροῦ πεμφθεὶς ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου." καὶ ὁ βασιλεὺς ἔφη "ποίας ἐστὶ γνώμης;" ὁ δὲ ἔφη "δειλὸς καὶ θρασύς." καὶ ὁ βασιλεὺς ἔφη "εἰ δειλός, καὶ φονεύς," καὶ διηγήσατο ὁ βασιλεὺς τὸ ἐνύπνιον. ὁ δὲ εἶπε "ἴδε, δέσποτα, πῶς οὐ λείπει τὸν θεὸν γράμμα." τῇ δὲ νυκτὶ ἐκείνῃ ἐφάνη ἀστὴρ κομήτης ἐν τῷ οὐρανῷ ὁ λεγόμενος ξιφίας. καὶ τῇ ἐπιούσῃ ἡμέρᾳ ἔφθασεν ὁ ἀποσταλεὶς μαγιστριανός, φέ ρων ἀπόκρισιν ἐκ τῶν ἁγίων ὅτι ὁ μὲν θεὸς δεξάμενος τὴν μετά νοιάν σου σώζει τὴν ψυχήν σου καὶ μετὰ τῶν ἁγίων κατατάττει σε πανοικί, τῆς δὲ βασιλείας μετὰ ἀτιμίας καὶ κινδύνων ἐκπίπτεις. ταῦτα ἀκούσας Μαυρίκιος μεγάλως τὸν θεὸν ἐδόξαζε. τῷ δὲ Πέτρῳ στρατηγῷ ὄντι γράφει Μαυρίκιος τὸν Ἴστρον διαπερᾶσαι καὶ ἐν ξένῃ χώρᾳ τὸν λαὸν παραχειμάσαι. ὅπερ ἀκοῦσαν τὸ πλῆ θος ἐστασίασε, καὶ προβάλλονται ἔξαρχον Φωκᾶν τὸν κένταρχον, καὶ ἐπὶ ἀσπίδι τοῦτον ὑψώσαντες εὐφήμησαν ἔξαρχον. τοῦτο ὁ Πέτρος ἀκηκοὼς εἰς τὸ Βυζάντιον φεύγει καὶ πάντα ἀναγγέλλει 1.706 τῷ βασιλεῖ. ὁ δὲ Μαυρίκιος μεσούσης νυκτὸς ἰδιωτικὴν περιβα λόμενος ἐσθῆτα, εἰς δρόμωνα εἰσελθὼν μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ ἀποδιδράσκει. λαίλαπος δὲ γεγονυίας μόλις διασώζεται εἰς τὸν ἅγιον Αὐτόνομον. ἐν ταύτῃ δὲ τῇ νυκτὶ ἀρ θρῖτις καὶ ποδάγρα ἐπιπίπτει αὐτῷ. οἱ δὲ Πράσινοι ἐξελθόντες εἰς τὸ Ῥήγιον μεγάλαις εὐφημίαις ἐτίμων τὸν τύραννον Φωκᾶν, καὶ πείθουσιν αὐτὸν ἐν τῷ Ἑβδόμῳ παραγενέσθαι. ἐξέρχονται οὖν ὅ τε πατριάρχης Κυριακὸς καὶ ἡ σύγκλητος πρὸς αὐτόν, καὶ ἀπαιτεῖ αὐτὸν ὁ πατριάρχης ὁμολογίαν τῆς ὀρθοδόξου πίστεως καὶ τοῦ ἀτάραχον φυλάξαι τὴν ἐκκλησίαν, καὶ ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς εὐδαίμονος ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα τῶν Ῥωμαίων ἀτυχήματα, καὶ ἀναγορεύεται ἐν τῷ ναῷ τοῦ προδρόμου, καὶ μετὰ δύο ἡμέρας ἐπὶ βασιλικῆς ἁμάξης καθεζόμενος εἰς τὰ βασίλεια εἰσέρχεται. τῇ δὲ εʹ ἡμέρᾳ Λεοντὼ τὴν ἑαυτοῦ γυναῖκα ἔστεψεν Αὐγοῦσταν. εἰς δὲ τὸ ἱππικὸν ἀνελ θόντος τοῦ τυράννου, καὶ στάσεως γενομένης περὶ προτιμήσεως τόπου τοῖς μέρεσιν, ἔκραξαν οἱ δῆμοι "ὁ Μαυρίκιος οὐκ ἀπέθανεν ἀλλὰ ζῇ· ἐρωτηθήτω." ὁ δὲ ἀλάστωρ κινεῖται πρὸς τὸν φόνον Μαυρικίου, καὶ ἀποστείλας ἤγαγε τὸν τοιοῦτον εἰς τὸν Εὐτροπίου λιμένα· καὶ προαναιροῦνται οἱ τούτου πέντε ἄρρενες παῖδες ἐπ' ὄψεσιν αὐτοῦ. ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τῷ δυστυχήματι συνε χῶς ἐπεφθέγγετο "δίκαιος εἶ, κύριε, καὶ δίκαιαι αἱ κρίσεις σου." 1.707 γίνεται τοίνυν τῶν παίδων ὁ θάνατος τοῦ πατρὸς ἐπιτάφιον, ἐπι δειξαμένου τὴν ἀρετὴν ἐν τῷ μεγέθει τῆς συμφορᾶς· τῆς γὰρ τι θήνης αὐτοῦ κλεψάσης ἕνα τῶν βασιλικῶν παίδων καὶ τὸ ἑαυτῆς ἐπιδούσης εἰς σφαγήν, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησε. φασὶ δέ τινες ὅτι τούτου σφαγέντος γάλα σὺν τῷ αἵ ματι ἔρρευσεν, ὡς πάντας τοὺς ὁρῶντας θρηνῆσαι δεινῶς. οὕτω μὲν οὖν ὁ βασιλεὺς νόμων φύσεως ὑψηλότερος γεγονὼς καὶ αὐτὸς ὑπαλλάττει τὸν βίον. τούτων δὲ τὰς κεφαλὰς ἐν τῷ