261
κάμπῳ τοῦ τριβουναλίου ἔρριψαν. μετὰ δὲ τὸ ἐποζέσαι αὐτάς, ὥρισε τοῖς θέλουσι λαβεῖν αὐτάς· ἃς καὶ τοῖς σώμασιν αὐτῶν προσέμιξαν οἱ φιλόχριστοι, θάψαντες ἐν τῷ ναῷ τοῦ ἁγίου Μάμαντος, πλησίον τῆς ξυλοκέρκου πόρτης. ἐπέγραψαν δὲ τῷ τάφῳ αὐτῶν ἐλε γεῖον τόδε. ἅδ' ἐγὼ ἡ τριτάλαινα, καὶ ἀμφοτέρων βασιλήων, Τιβερίου θυγάτηρ Μαυρικίου τε δάμαρ, ἡ πολύπαις βασίλεια, καὶ ἡ δείξασα λοχείην, ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη, κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς. τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα, τῆς Ἰοκάστης, αἲ αἲ τῆς Νιόβης ἔμπνοός εἰμι νέκυς. ναὶ ναὶ τὸν γενέταν· τί μάτην τὰ νεογνὰ ἔκτειναν, ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα; 1.708 ἡμετέροις πετάλοισι κατάσκιος οὐκέτι Ῥώμη· ῥίζα γὰρ ἐκκλάσθη Θρηϊκίοις ἀνέμοις. ὁ δὲ Φιλιππικὸς ἀποκειράμενος καὶ ἱερωσύνην λαβών, ἐν Χρυσουπόλει διατελῶν ἡσύχως ἐτελεύτησεν. Ἐξ ἐκείνου οὖν τοῦ καιροῦ οὐ διέλιπε τὴν Ῥωμανίαν δυστυ χήματα ποικίλα καὶ ἐξαίσια. ὁ γὰρ τῶν Περσῶν βασιλεὺς Χοσ ρόης τὴν εἰρήνην διέλυσε, καὶ οἱ Ἄβαρες τὴν Θρᾴκην διώλεσαν, καὶ ἄμφω τὰ στρατόπεδα τῶν Ῥωμαίων διεφθάρησαν, ὥστε ὁπη νίκα Ἡράκλειος ἐβασίλευσε καὶ ἐξέτασιν ἐποιήσατο εἰς ἀκρίβειαν τοῦ ὁπλιτικοῦ, ἐκ πάσης τῆς πληθύος τῆς εὑρεθείσης τῷ Μαυρικίῳ ἐπὶ τῆς τυραννίδος Φωκᾶ οὐχ εὗρε περαιτέρω δύο ἀν δρῶν· οὕτως οἱ τὸν τύραννον προστησάμενοι ἐπὶ αὐτοῦ ἀνηλώ θησαν.
Κόσμου ἔτος #22εʹ, τῆς θείας σαρκώσεως φεʹ. Φωκᾶς ὁ τύραννος ἐβασίλευσεν ἔτη ηʹ. οὗτος κεντηρίων ἤτοι κένταρχος, τὴν τοῦ σώματος ἀναδρομὴν μέσος, δύσμορφος, ἐκπληκτικὴν ἔχων τὴν ὄψιν, τὴν τρίχα πυρρίζουσαν, σύνοφρύς τε καὶ τὸ γέ νειον κειρόμενος, ἔχων οὐλὴν ἐπὶ τῆς παρειᾶς αὐτοῦ, ἥτις ἐν τῷ θυμοῦσθαι αὐτὸν ἐμελαίνετο, οἰνοβαρής, αἱμοχαρὴς καὶ πρὸς γυναῖκας ἐπτοημένος, βριαρὸς καὶ θρασὺς ἐν τῷ φθέγγεσθαι, ἀσυμπαθὴς καὶ θηριώδης τὸν τρόπον καὶ αἱρετικός. τούτου γυνὴ Λεοντὼ ὁμότροπος αὐτῷ. ἐν ταῖς ἡμέραις αὐτοῦ πάντα ἐπερίσ σευσε τοῖς ἀνθρώποις τὰ κακά, θνῆσις ἀνθρώπων καὶ κτηνῶν 1.709 πολλὴ καὶ ἀναρίθμητος, ἀφορίαι τῆς γῆς, καὶ λιμοὶ καὶ λοιμοὶ χαλεπώτατοι, καὶ χειμῶνες τηλικοῦτοι ὡς παγῆναι τὴν θάλασσαν καὶ τεθνάναι τοὺς ἰχθύας. ποιήσαντος δὲ αὐτοῦ ἱππικόν, καὶ τῇ ἑσπέρᾳ πολλῷ τῷ οἴνῳ χρησαμένου καὶ βραδεύσαντος ἀνελθεῖν, ἔκραξεν ὁ δῆμος "ἀνάτειλον Φωκᾶ." μὴ ἐξερχομένου δὲ αὐτοῦ τάχιον πρὸς τὴν θέαν ἔφη ὁ δῆμος "πάλιν τὸν οἶνον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας;" ἐφ' οἷς μανεὶς πολλοὺς ἠκρωτηρίασε καὶ πολλοὺς ἐφόνευσε. τοῦ ὄχλου δὲ πῦρ εἰς τὸ πραιτώριον βαλόν τος ἔφυγον πάντες οἱ δέσμιοι. ὁ δὲ αὐτὸς Φωκᾶς κτίζει ἀρμα μέντον τὸ πλησίον τῆς Μαγναύρας, στήσας τὴν στήλην ἐπάνω αὐτοῦ. Θεοδόσιον δὲ τὸν τοῦ Μαυρικίου υἱόν, ὡς λόγος κρατεῖ, πρὸς Χοσρόην ἀποσταλέντα, ἀποστείλας ὁ Φωκᾶς κατέλαβεν ἐν Νικαίᾳ, καὶ ἐν τῷ Λευκάκτῃ ἐλθόντα ἐκέλευσεν ἀναιρεθῆναι· ὃς καὶ παρεκάλεσε πρότερον μεταλαβεῖν τῶν θείων μυστηρίων, εἶθ' οὕτως ἀναιρεθῆναι. ὡς δὲ μετέλαβεν, εὐχαριστήσας τῷ θεῷ ἔλαβε λίθον ἀπὸ τῆς γῆς, καὶ τύψας τρίτον εἰς τὸ στῆθος αὐτοῦ ηὔξατο λέγων "κύριε Ἰησοῦ Χριστέ, σὺ ἐπίστασαι ὅτι οὐκ ἠδί κησα ἄνθρωπον ἐπὶ τῆς γῆς. νῦν ὡς κελεύει τὸ κράτος σου, γε νέσθω ἐπ' ἐμοί." καὶ ταῦτα εἰπὼν ἀπετμήθη. οἱ δέ φασιν ὅτι οὗτος ὁ Θεοδόσιος ἀποσταλεὶς παρὰ τοῦ πατρὸς αὐτοῦ Μαυρικίου πρὸς Χοσρόην τὸν βασιλέα Περσῶν μετὰ γραμμάτων ἀφανὴς γέγονεν. 1.710 Ἐν Ἀλεξανδρείᾳ καλλιγράφος εὐλαβής, ἐκ παννυχίδος οἴκαδε πορευόμενος μεσούσης νυκτός, ἀκούει ἐκ τῶν βωμῶν τῶν ἀνδριάντων λεγόντων ἀναιρεθῆναι Μαυρίκιον καὶ τὰ τέκνα αὐτοῦ, καὶ πάντα τὰ ἐν Βυζαντίῳ πραχθέντα συμπτώματα. πρωΐας δὲ ἐπανελθὼν τῷ Αὐγουσταλίῳ διηγήσατο. ὁ δὲ παρήγγειλεν αὐτῷ σιωπῆσαι, σημειωσάμενος δὲ τὴν ἡμέραν ἀπεκαραδόκει τὴν ἔκβα σιν, ἥτις μετὰ θʹ ἡμέρας ἠκούσθη. Τῷ βʹ ἔτει προσῆλθε