262
Φωκᾶς ἐν ταῖς ἑορταῖς, ῥίψας ὑπα τείαν πολλήν. Χοσρόης δὲ ὁ βασιλεὺς τῶν Περσῶν δύναμιν πολ λὴν κατὰ Ῥωμαίων ἐξαπέστειλε. τοῦ δὲ Γερμανοῦ πληγέντος ἐν τῷ πολέμῳ ἡττῶνται Ῥωμαῖοι, τῇ ιʹ δὲ ἡμέρᾳ τελευτᾷ Γερμανός. ὁ δὲ Φωκᾶς τῷ χαγάνῳ τὸ πάκτον ἐπαυξήσας, νομίζων ἠρεμεῖν τοὺς βαρβάρους, τὰς δυνάμεις ἀπὸ τῆς Εὐρώπης ἑλὼν ἐπὶ Πέρ σας ἀπέστειλεν ὑπὸ Ναρσῇ στρατηγῷ· συμβαλὼν δὲ τοῖς Πέρσαις ἡττᾶται καὶ πλῆθος ἀπόλλυσι πολύ. τοῦτο Φωκᾶς ἀκούσας ∆ο μεντζίολαν τὸν ἀδελφὸν κουροπαλάτην ποιήσας χειροτονεῖ στρα τηγόν. Τῷ γʹ ἔτει πολλὰς τῶν Ῥωμαίων πόλεις οἱ Πέρσαι ἠφάνι σαν. ὁ δὲ ∆ομεντζίολας λόγον δοὺς τῷ Ναρσῇ, καὶ ὅρκοις πολ λοῖς πείσας αὐτὸν μηδεμίαν ἀδικίαν παρὰ τοῦ Φωκᾶ ὑπομένειν, ἀπέλυσεν αὐτὸν πρὸς Φωκᾶν. ὁ δὲ Φωκᾶς μὴ φυλάξας τοὺς ὅρ κους τοῦτον πυρὶ κατέκαυσεν. ἐν λύπῃ οὖν μεγάλῃ γεγόνασιν οἱ 1.711 Ῥωμαῖοι, ὅτι φόβον μέγαν εἶχεν εἰς Πέρσας ὁ Ναρσῆς, ὥστε τὰ τέκνα αὐτῶν διὰ τοῦ Ναρσῆ ἐκφοβεῖν. Τῷ δʹ ἔτει ἡ Αὐγοῦστα Κωνσταντῖνα σὺν ταῖς τρισὶ θυγα τράσιν αὐτῆς εἰς τὴν ἐκκλησίαν προσφεύγει. πέμπει οὖν ὁ Φωκᾶς ἐξελθεῖν τὰ γύναια. ὁ δὲ πατριάρχης Κυριακὸς τοῦτο οὐκ ἐπέ νευσεν, ὅρκοις δὲ βεβαιωθεὶς ὑπὸ τοῦ Φωκᾶ ἐν μοναστηρίῳ ἐγ κλείει. τῷ δ' αὐτῷ ἔτει οἱ Πέρσαι παρέλαβον τὸ ∆αρὰς καὶ πᾶ σαν τὴν Μεσοποταμίαν καὶ Συρίαν, αἰχμαλωσίαν λαβόντες ἧς οὐκ ἦν ἀριθμός. τοῦ πατριάρχου Κυριακοῦ τελευτήσαντος χει ροτονεῖται Θωμᾶς διάκονος καὶ σακελλάριος τῆς μεγάλης ἐκκλη σίας. Τῷ εʹ ἔτει πολλοὺς φίλους τοῦ Μαυρικίου ὁ τύραννος ἀπέ κτεινε καὶ πυρὶ παρέδωκε, τὴν δὲ Κωνσταντῖναν σὺν ταῖς τρισὶ θυγατράσιν αὐτῆς ἐν τῷ μόλῳ Εὐτροπίου, ἔνθα καὶ Μαυρίκιος ἀνῃρέθη, ξίφει ἀπέτεμε, καὶ ἄλλους μὲν τῶν ἐνδόξων τοῦ παλα τίου πολλούς, τῶν δὲ κατωτέρω ἀναριθμήτους. τῷ δ' αὐτῷ χρόνῳ οἱ Πέρσαι τὸν Εὐφράτην διαβάντες πᾶσαν τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ᾐχμαλώτευσαν. Τῷ ʹ ἔτει Κρίσπος ὁ πατρίκιος μὴ φέρων ὁρᾶν τοὺς ἀδί κους φόνους καὶ τὰ δεινὰ τὰ ὑπὸ τοῦ Φωκᾶ γινόμενα, γράφει πρὸς Ἡράκλειον τὸν πατρίκιον καὶ στρατηγὸν Ἀφρικῆς, ὅπως ἀποστείλῃ Ἡράκλειον τὸν υἱὸν αὐτοῦ καὶ Νικήτην τὸν υἱὸν Γρη γορᾶ πατρίκιον, τὸν ὑποστράτηγον αὐτοῦ, ὅπως ἔλθωσι κατὰ 1.712 τοῦ τυράννου· ἤκουε γὰρ κατ' αὐτοῦ μελετωμένην παρ' αὐτῶν ἀνταρσίαν. Τῷ ζʹ ἔτει οἱ Πέρσαι ἐξῆλθον σὺν τῷ Καρδαρίχᾳ καὶ παρέ λαβον Ἀρμενίαν καὶ Καππαδοκίαν, ἔτρεψαν δὲ καὶ τοὺς Ῥωμαίους. παρέλαβον δὲ καὶ τὴν Γαλατίαν καὶ Παφλαγονίαν, καὶ ἦλθον μέχρι Χαλκήδονος λυμαινόμενοι ἀφειδῶς πᾶσαν ἡλικίαν. καὶ οἱ μὲν Πέρσαι ἔξω τῆς πόλεως ἐτυράννουν, ὁ δὲ Φωκᾶς ἔνδον χείρονα αὐτῶν ἐποίει. Τῷ ηʹ ἔτει αὐτοῦ ἀτακτήσαντες οἱ Ἀντιοχεῖς Ἑβραῖοι στάσιν ἐποίησαν κατὰ Χριστιανῶν, καὶ ἀποσφάττουσιν Ἀναστάσιον τὸν μέγαν πατριάρχην Ἀντιοχείας, βαλόντες τὴν φύσιν αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ. σὺν αὐτῷ καὶ πολλοὺς τῶν Ἀντιοχέων κατέσφα ξαν. ὁ δὲ Φωκᾶς Βόνοσον κόμητα ἀνατολῆς καὶ Κοπανᾶν στρα τηλάτην ποιήσας ἀπέστειλεν αὐτοὺς κατ' αὐτῶν· οἷς ἐπελθόντες πολλοὺς ἐφόνευσαν καὶ ᾐκρωτηρίασαν καὶ τῆς πόλεως ἐξώρισαν. ὁ δὲ Ἡράκλειος πλοῖα πολλὰ ἐξ Ἀφρικῆς ἐξοπλίσας καὶ στρατὸν τὴν Κωνσταντινούπολιν κατέλαβεν, ἐπιφερόμενος καὶ τὴν ἀχειρο ποίητον εἰκόνα τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ πολέμου συρραγέντος εἰς τὸν λιμένα τῆς Σοφίας μεταξὺ Φωκᾶ καὶ Ἡρακλείου, ἡττηθεὶς ὁ ἀλιτήριος ἔφυγεν εἰς τὰ βασίλεια. Φω τεινὸς δέ τις ὑπὸ Φωκᾶ εἰς τὴν σύζυγον ἀδικηθείς, εἰσελθὼν μετὰ στρατιωτῶν εἰς τὰ βασίλεια, ἀτίμως τοῦ θρόνου τοῦτον ἀναστή σας καὶ τῆς βασιλικῆς ἐσθῆτος ἀπογυμνώσας, καὶ μέλανα ἐνδύ 1.713 σας καὶ κλοιὰ περιθείς, ἄτιμον πρὸς Ἡράκλειον ἀπήγαγεν. ὃν θεασάμενος εἶπεν "οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας;" ὁ δὲ ἀπεγνωσμένος ὢν ἔφη "σὺ κάλλιον ἔχεις διοικῆσαι." καὶ παρευθὺ κελεύει Ἡράκλειος πρῶτον μὲν τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ἐκκοπῆναι, εἶθ' οὕτως τοὺς ὤμους καὶ τὰ αἰδοῖα, ἔπειτα τὴν κεφαλήν. τὸ δὲ