263
καταλειφθὲν σῶμα αὐτοῦ οἱ στρατιῶται λα βόντες ἐν τῇ τοῦ βοὸς ἀγορᾷ ἔκαυσαν. συνέπραττε δὲ τούτοις καὶ Κρίσπος ὁ γαμβρὸς τοῦ Φωκᾶ, ὃν καὶ στρατηγὸν Καππαδοκίας Ἡράκλειος βασιλεύσας ἐποίησεν· ἐκεῖσε δὲ ἀνταρσίαν μελετήσαντα ἤγαγεν ἐπὶ συγκλήτου, καὶ τὰ πρὸς Ἡράκλειον γενόμενα ἔγγραφα αὐτοῦ κατέχων ὁ βασιλεὺς ἐν τῇ χειρί, κρούσας Κρίσπον τὴν κε φαλὴν μετὰ τοῦ χάρτου, ἔφη "ταλαίπωρε, γαμβρὸν οὐκ ἐποίη σας· φίλον ἀληθῶς πῶς ποιήσεις;" ποιεῖ οὖν αὐτὸν κληρικόν, καὶ ἐν τῇ μονῇ τῇ τῆς χώρας περιορίζει, κἀκεῖ τελευτᾷ. μοναχὸς δέ τις ἅγιος ἐπὶ τῶν ἡμερῶν τοῦ Φωκᾶ πρὸς τὸν θεὸν διαδικαζό μενος ἔλεγε "κύριε, διὰ τί τοιοῦτον παράνομον βασιλέα δέδωκας τοῖς Χριστιανοῖς;" καὶ ἦλθεν αὐτῷ φωνὴ ἀοράτως ὅτι χείρονα τούτου οὐχ εὗρον πρὸς τὴν κακίαν τῶν νῦν κατοικούντων ἐν τῇ πόλει.
Κόσμου ἔτος #22ργʹ, τῆς θείας σαρκώσεως χθʹ. Ἡράκλειος βασιλεὺς Ῥωμαίων ἐβασίλευσεν ἔτη λαʹ, στεφθεὶς ὑπὸ Σεργίου πατριάρχου ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ· ἐστέφθη δὲ ἅμα αὐτῷ καὶ ἡ μεμνηστευμένη αὐτῷ Φαβία ἡ καὶ 1.714 Εὐδοκία μετονομασθεῖσα Αὐγοῦστα. οὗτος ὁ Ἡράκλειος ἦν τὴν ἡλικίαν μεσῆλιξ, εὐσθενής, εὔστερνος, εὐόφθαλμος, ὀλίγον ὑπό γλαυκος, ξανθὸς τὴν τρίχα, λευκὸς τὴν χροιάν, ἔχων τὸν πώ γωνα πλατὺν καὶ πρὸς μῆκος ἐκκρεμῆ. ὁπηνίκα δὲ πρὸς τὸ τῆς βασιλείας ἦλθεν ἀξίωμα, εὐθέως ἐκείρατο τὴν κόμην καὶ τὸ γένειον τῷ βασιλικῷ σχήματι. τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Ἀπάμειαν Συρίας καὶ Ἔδεσαν, καὶ ἦλθον ἕως Ἀντιοχείας· οἱ δὲῬωμαῖοι πολεμήσαντες αὐτοῖς ἡττήθησαν, καὶ διωλέσθη πᾶς ὁ λαὸς τῶν Ῥωμαίων πλὴν ὀλίγων. Τῷ βʹ ἔτει Ἡρακλείου παρέλαβον οἱ Πέρσαι Καισάρειαν τῆς Καππαδοκίας, καὶ πολλὰς μυριάδας ἐν αὐτῇ ᾐχμαλώτευ σαν. παραλαβὼν Ἡράκλειος, καθὰ εἴρηται, τὰ τῆς πολι τείας τῶν Ῥωμαίων πράγματα παραλελυμένα εὗρε· τήν τε γὰρ Εὐρώπην οἱ Ἄβαρες ἠρήμωσαν, καὶ τὴν Ἀσίαν οἱ Πέρσαι πᾶσαν κατέστρεψαν καὶ πόλεις ᾐχμαλώτευσαν. καὶ ταῦτα οὗτος θεώμενος ἐν ἀπορίᾳ ἦν, τί δράσει διαλογιζόμενος. τούτῳ τῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ υἱὸς ἀπὸ Εὐδοκίας, Ἡράκλειος ὁ μικρός, ὁ νέος Κωνσταντῖνος, μηνὶ Μαΐῳ τρίτῃ. τῷ αὐτῷ ἔτει ἐτελεύτησεν Εὐδοκία ἡ Αὐγοῦστα. Τῷ γʹ ἔτει ἐστέφθη Ἐπιφανία ἡ θυγάτηρ Ἡρακλείου καὶ Ἡράκλειος ὁ υἱὸς αὐτοῦ ὁ νέος Κωνσταντῖνος ὑπὸ Σεργίου πα τριάρχου. τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ κατὰ Συ ρίας, καὶ λυμηνάμενοι χωρία ἱκανὰ ὑπέστρεψαν. Τῷ δ' ἔτει παρέλαβον οἱ Πέρσαι τὴν ∆αμασκὸν καὶ ᾐχμα 1.715 λώτευσαν αὐτήν. ὁ δὲ Ἡράκλειος πρεσβείαν πρὸς Χοσρόην ἀπέ στειλε, φήσας αὐτῷ παύσασθαι τοῦ ἐκχέειν αἵματα ἀνθρώπων ἀνηλεῶς, καὶ ὁρίσαι καὶ λαμβάνειν πάκτα. ὁ δὲ οὐδένα λόγον τούτων ἐποιήσατο. τῷ δ' αὐτῷ ἔτει Ἡράκλειος ἔγημε Μαρτῖναν, καὶ ἀνηγόρευσεν αὐτὴν Αὐγοῦσταν, στέψαντος αὐτὴν Σεργίου τοῦ πατριάρχου. Τῷ εʹ ἔτει παρέλαβον οἱ Πέρσαι τὸν Ἰορδάνην καὶ τὴν Πα λαιστίνην καὶ τὴν ἁγίαν πόλιν πολέμῳ, καὶ ἀπέκτειναν ἐν αὐτῇ διὰ χειρῶν τῶν Ἰουδαίων, ὡς φασί τινες, μυριάδας θʹ· αὐτοὶ γὰρ ὠνούμενοι τοὺς Χριστιανούς, καθ' ἕκαστος ηὐπόρει, ἀπέκτει νον αὐτούς. Ζαχαρίαν δὲ τὸν πατριάρχην Ἱεροσολύμων καὶ τὰ τίμια ξύλα λαβόντες σὺν αἰχμαλωσίᾳ πολλῇ ἐν Περσίδι ἀπή γαγον. τῷ αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ ἀπὸ Μαρτίνας Κων σταντῖνος ἕτερος, καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πα τριάρχου. Τῷ ʹ ἔτει παρέλαβον οἱ Πέρσαι πᾶσαν τὴν Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ Λιβύην καὶ ἕως Αἰθιοπίας, καὶ λαβόντες αἰχμα λωσίαν πολλὴν καὶ λάφυρα καὶ χρήματα ὑπέστρεψαν. τὴν δὲ Καρ χηδόνα μὴ δυνηθέντες παραλαβεῖν, πολιορκητὰς ἐάσαντες, ἀνε χώρησαν. Τῷ ζʹ ἔτει ὑπάτευσε Κωνσταντῖνος Ἡράκλειος, καὶ προε βάλετο Καίσαρα Κωνσταντῖνον τὸν μικρὸν ἴδιον ἀδελφόν, τὸν ἐξ Ἡρακλείου καὶ Μαρτίνας γεννηθέντα. 1.716 Τῷ ηʹ ἔτει πάλιν Ἡράκλειος ἀπέστειλεν ἐν Περσίδι πρέσβεις πρὸς Χοσρόην, αἰτούμενος