264
εἰρήνην. ὁ δὲ Χοσρόης καὶ πάλιν αὐτὸν ἀπεπέμψατο, εἰπὼν ὅτι οὐ φείσομαι ὑμῶν, ἕως ἂν ἀρνή σησθε τὸν ἐσταυρωμένον, ὃν λέγετε θεὸν εἶναι, καὶ προσκυνήσητε τῷ ἡλίῳ. Τῷ θʹ ἔτει ἐστράτευσαν οἱ Ἄβαρες κατὰ τῆς Θρᾴκης. ἀπο στείλας δὲ Ἡράκλειος ᾐτεῖτο εἰρήνην· καὶ συνθεμένου τοῦ χαγάνου ταύτην ποιεῖν, ἐξῆλθεν ὁ βασιλεὺς ἔξω τοῦ μακροῦ τείχους μετὰ πολλῆς δορυφορίας βασιλικῆς καὶ δώρων πολλῶν μεγάλων ὑποδέ ξασθαι τὸν χαγάνον καὶ λαβεῖν τὰ πιστὰ παρ' αὐτοῦ. ὁ δὲ βάρ βαρος τάς τε συνθήκας ἀθετήσας καὶ τοὺς ὅρκους ἄφνω τυραννι κῶς κατὰ τοῦ βασιλέως ἐχώρησεν. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς τῷ ἀπροσδοκήτῳ φυγὰς ἐπὶ τὴν πόλιν ὑπέστρεψε. λαβὼν δὲ ὁ βάρ βαρος τήν τε βασιλικὴν ἀποσκευὴν καὶ ὅσους ἠδυνήθη καταλαβεῖν ὑπέστρεψε, πολλὰ χωρία τῆς Θρᾴκης ληϊσάμενος ἐκ τοῦ ἀπροσ δοκήτως ἀπατῆσαι τῇ ἐλπίδι τῆς εἰρήνης. Τῷ ιʹ ἔτει Ἡράκλειος πρὸς χαγάνον πρέσβεις ἀπέστειλεν ἕνεκα περὶ τῶν ὑπ' αὐτοῦ γεγονότων ἀθέσμων, καὶ πάλιν πρὸς εἰρήνην προετρέπετο· ἐπιστρατεῦσαι γὰρ διανοούμενος κατὰ Περ σίδος εἰρηνεύειν μετὰ τοῦ χαγάνου ἤθελεν, ὃς καὶ αἰδεσθεὶς τὴν τοῦ βασιλέως ἀγάπην μετανοεῖν ἐπηγγέλλετο καὶ ἀγάπην ποιεῖν· καὶ στοιχήσαντες πάκτα ὑπέστρεψαν οἱ πρέσβεις μετ' εἰρήνης. 1.717 τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι πολέμῳ [ἀπὸ] Ἀγκύραν Γα λατίας. Τῷ ιαʹ ἔτει Ἡράκλειος ζῆλον θεῖον ὑπὲρ τῶν Χριστιανῶν ἀναλαβών, μετὰ τῶν Ἀβάρων εἰρηνεύσας, ὡς ἐνόμιζε, μετήνεγκε τὰ στρατεύματα τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν, καὶ διενοεῖτο τῇ τοῦ θεοῦ συνεργίᾳ κατὰ Περσίδος χωρεῖν. Τῷ ιβʹ ἔτει, ἤγουν τῷ #22ρλαʹ ἀπὸ κτίσεως κόσμου, μηνὶ Σεπτεμβρίῳ γʹ, ἡμέρᾳ εʹ, ἐγένετο θεμάτιον τῶν Σαρακηνῶν παρὰ Στεφάνου Ἀλεξανδρέως τούτοις κανονίσαντος κρατῆσαι ἐν ἰσχύϊ μὲν ἔτη τθʹ, ἐν δὲ συστροφῇ καὶ ἀκαταστασίᾳ καὶ συμφορᾷ ἕτερα ἔτη νʹ, ὡς εἶναι τὴν διακράτησιν αὐτῶν ἅπασαν εὐτυχοῦσαν καὶ δυστυχοῦσαν ἔτη τξεʹ, ἐν τῷ ξʹ ἐνιαυτῷ, καθά φησι καὶ ὁ προ φήτης Ἠσαΐας "τάδε λέγει κύριος· ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μι σθωτοῦ, καὶ ἐκλείψει ἡ δόξα Κηδάρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων υἱῶν Κηδὰρ τῶν ἰσχυρῶν ἔσται ὀλίγον." λείπει οὖν ἕως τῆς ..., ἐὰν ἄρα καλῶς ἐθεμάτισεν ὁ ἀστρονόμος Στέφανος· ἀλλ' ὡς οἶμαι λεπτὸν παχὺ ἔλαθεν ἐκεῖνον. χρὴ δὲ εἰδέναι ὅτι ὁ Κηδὰρ δεύτερος υἱὸς τοῦ Ἰσμαὴλ ἦν. τούτῳ τῷ ἔτει τελέσας ὁ βασιλεὺς Ἡράκλειος τὴν ἑορτὴν τοῦ πάσχα, εὐθέως τῇ δευτέρᾳ ἑσπέρᾳ ἐκίνησε κατὰ Περσίδος, λαβὼν ἀπὸ τῶν εὐαγῶν οἴκων καὶ ἐκκλησιῶν χρήματα ἐν δανείῳ (ἀπορίαν γὰρ εἶχε τὸ παλάτιον· καὶ ταῦτα ἐχάραξε νομίσματα καὶ μιλιαρίσια), καταλιπὼν τὸν 1.718 ἴδιον υἱὸν σὺν τῷ πατριάρχῃ Σεργίῳ ἐν Κωνσταντινουπόλει διοι κεῖν τὰ πράγματα, σὺν Βόνῳ τῷ πατρικίῳ, ἀνδρὶ ἐχέφρονι καὶ τὰ πάντα συνετῷ καὶ πεπειραμένῳ. ἔγραψε δὲ καὶ πρὸς τὸν χα γάνον παρακλήσεις τοῦ ἐπικουρεῖν τὰ τῶν Ῥωμαίων πράγματα ὡς φιλίαν σπεισάμενον πρὸς αὐτόν, καὶ ἐπίτροπον τοῦ ἰδίου υἱοῦ τοῦτον ὠνόμασεν. ὁ Χοσρόης δὲ Σάην τὸν ἡγεμόνα μετὰ πολλῆς δυνάμεως κατὰ Ῥωμαίων ἀποστείλας πᾶσαν τὴν ἀνατολὴν ἠφάνι σεν. ἐλθὼν δὲ ἐν Χαλκηδόνι ἱκανὸν χρόνον παρεκάθισεν. ὃς τὸν Ἡράκλειον μεθ' ὑποκρίσεως προσκαλεσάμενος τὰ πρὸς εἰρήνην ὡμίλησεν· ὁ δὲ τοῖς δολίοις λόγοις πιστεύσας αὐτοῦ ἐκπέμπει σὺν αὐτῷ πρέσβεις μεγιστᾶνας πρὸς Χοσρόην οʹ, οὓς παραλαβὼν ἀτί μους καὶ δεσμίους ἀπήγαγεν ἐν Περσίδι. ὁ δὲ Χοσρόης τὸν μὲν Σάην ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα ἐκδαρῆναι ἐκέλευσε, τοὺς δὲ πρέσβεις ἐν φρουραῖς καὶ κακουχίαις κατεδί κασεν· ὑπὲρ ὧν ἀθυμία καὶ θλῖψις πολλὴ κατέσχε τὸν βασιλέα. εἶτα πάλιν Χοσρόης ἀπέστειλεν ἕτερον ἄρχοντα κατὰ Ῥωμαίων, ὀνόματι Σάρβαρον, ὃς μετὰ πλείστης δυνάμεως ἦλθε πρὸς τὴν Ἀσίαν, τὴν Ῥωμανίαν ληϊζόμενος. ὁ δὲ βασιλεὺς βουλόμενος πρὸς Περσίδα χωρεῖν τάδε πρὸς τὸν πατριάρχην ἔφη "εἰς χεῖρας τοῦ θεοῦ καὶ τῆς θεομητέρος καὶ σοῦ ἀφίημι τὴν πόλιν ταύτην καὶ τὸν υἱόν μου." καὶ εἰσελθὼν εἰς τὴν μεγάλην ἐκκλησίαν, μέλανα ὑποδήματα περιβαλόμενος καὶ πρηνὴς