265
πεσὼν ηὔξατο οὕ τως "δέσποτα θεὲ καὶ κύριε Ἰησοῦ Χριστέ, μὴ παραδῷς ἡμᾶς εἰς ὄνειδος τοῖς ἐχθροῖς σου διὰ τὰς ἁμαρτίας ἡμῶν, ἀλλ' ἐπι 1.719 βλέψας ἐλέησον, καὶ τὴν κατὰ τῶν ἐχθρῶν σου νίκην δὸς ἡμῖν, ὅπως μὴ καυχήσονται οἱ ἀλάστορες κατὰ τῆς σῆς κληρονομίας ἐπαιρόμενοι." ὃν ἰδὼν Γεώργιος ὁ Πισσίδης μετὰ τοιαύτης τα πεινώσεως ἔφη "ὦ βασιλεῦ, μελεμβαφὲς πέδιλον εἱλίξας πόδα, βάψαις ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων." λαβὼν δὲ μετὰ χεῖρας τὴν θεανδρικὴν ἀχειροποίητον μορφὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν, κατὰ Περσῶν ἐστράτευσε μετὰ πλοίων διὰ τοῦ Εὐξείνου πόντου, προσλαβόμενος εἰς συμμαχίαν πλήθη Τούρκων καὶ ἄλλων ἐθνῶν. ἀπάρας τοίνυν τῆς βασιλίδος πρὸς Περσίδα χωρεῖ, καὶ διὰ τῶν Ῥωμαϊκῶν θεμάτων διερχόμενος συνέλεγε στρατόπεδα, προστιθεὶς αὐτοῖς καὶ νέον στρατόν, οὓς καὶ γυμνάζων τὰ πολεμικὰ ἔργα ἐξε παίδευσε. διχῇ γὰρ διελὼν τὰς παρατάξεις σὺν βοῇ πρὸς ἀλλή λους ἀναιμωτὶ ποιεῖν ἐκέλευε, κραυγάζειν τὸ πολεμικὸν καὶ παιᾶ νας καὶ ἀλαλαγμόν. καὶ διέγερσιν ἔχειν τούτους ἐδίδασκεν, ἵνα κἂν ἐν πολέμῳ εὑρίσκωνται, μὴ ξενίζωνται, ἀλλὰ θαρροῦντες ὡς εἰς παίγνιον κατὰ τῶν Περσῶν χωρῶσιν. ὁ δὲ βασιλεὺς τὴν σεβασμίαν εἰκόνα τῆς θεανδρικῆς μορφῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ταῖς χερσὶ κατέχων ἀπήρξατο τῶν ἀγώνων, πιστὰ δοὺς τῷ λαῷ ὡς σὺν αὐτοῖς μέχρι θανάτου ἀγωνίσεται καὶ ὡς τέκνα οἰκεῖα τούτους περιθάλψει· ἐβούλετο γὰρ τὴν ἐξουσίαν οὐ φόβῳ, ὅσον ἐν πόθῳ ἔχειν. εὑρὼν δὲ τὸν στρατὸν εἰς φόβον πολὺν καὶ διχόνοιαν ἀταξίαν τε καὶ ἀκοσμίαν, καὶ εἰς πολλὰ μέρη διεσπαρ μένον, συντόμως πάντας εἰς ἓν συνήγαγε, καὶ νουθετήσας πολλὰ 1.720 τούτων τὸ φρόνημα ἀνέστησε καὶ κατὰ τῶν βαρβάρων ὥπλισε, παραγγείλας ἀδικίας μὲν ἀπέχεσθαι εὐσεβείας δὲ ἀντέχεσθαι. παραγενόμενος δὲ ἐν τοῖς μέρεσι τῆς Ἀρμενίας προτρέχειν πλῆθος ἱππέων Περσικῶν ἤκουσε πρὸς τῷ ἐπιπεσεῖν ἄφνω τῷ βασιλεῖ Ῥω μαίων. οἱ δὲ προτρέχοντες πάλιν Ῥωμαῖοι τούτοις συναντήσαντες τόν τε στρατηγὸν αὐτῶν δεσμώτην ἤγαγον πρὸς Ἡράκλειον καὶ πολλοὺς αὐτῶν ἀνεῖλον. ἐπεὶ δὲ χειμὼν κατέλαβεν, ἀποκλίνας ὁ βασιλεὺς πρὸς τὸ τοῦ Πόντου κλίμα ἔδοξε τοῖς βαρβάροις ἐν τούτῳ παραχειμάζειν. λαθὼν δὲ τοὺς Πέρσας καὶ ἐπιστραφεὶς εἰς τὴν Περσίδα εἰσβάλλει. τοῦτο μαθόντες οἱ βάρβαροι εἰς ἀθυμίαν ἦλθον. ὁ δὲ στρατηγὸς αὐτῶν ἔρχεται ἐν Κιλικίᾳ, ὅπως ἐπὶ Ῥωμανίαν ἐξελθὼν τούτους περιτρέψῃ. φοβηθεὶς δὲ πάλιν ἠναγκάσθη ἀκολουθεῖν ὀπίσω τοῦ Ῥωμαίων στρατοῦ, κλέψαι τὸν πόλεμον μεριμνῶν διὰ νυκτὸς ἀφεγγοῦς. ἡ δὲ σελήνη ὑπέστη κατ' αὐτὴν τὴν νύκτα ἐκ τοῦ συμβεβηκότος. κἀκ τούτου δειλιῶν τῷ βασιλεῖ προσβαλεῖν τὰ ὄρη καταλαμβάνει. ἐκεῖθεν δὲ κατερ χόμενος λάθρᾳ συμπλοκὰς μερικὰς ἐποιεῖτο, καὶ ἐν παντὶ οἱ Ῥω μαῖοι ἐπρώτευον· καὶ θάρσος ἔλαβεν ὁ στρατός, τὸν βασιλέα ὁρῶν προπηδῶντα εὐτόλμως καὶ προπολεμοῦντα. καὶ δὴ συμ βολῆς καρτερᾶς γενομένης νικῶσι Ῥωμαῖοι, καὶ πᾶσαν τὴν ἀπο σκευὴν αὐτῶν λαμβάνουσι, σφάζουσι δὲ ἅπαν τὸ Περσικὸν πλῆ θος, ὀλίγων τινῶν διαδράντων. ὅθεν οἱ Ῥωμαῖοι τῷ θεῷ καὶ τῷ βασιλεῖ ηὐχαρίστουν. ὁ δὲ βασιλεὺς τὸν στρατὸν σὺν τῷ 1.721 στρατηγῷ καταλιπὼν εἰς Ἀρμενίαν παραχειμάσαι, αὐτὸς εἰς τὸ Βυζάντιον ὑπέστρεψε. Τῷ ιγʹ ἔτει ἀπάρας τῆς βασιλευούσης κατὰ τάχος εἰς Ἀρμε νίαν ἀφίκετο. Χοσρόης δὲ ἀπέστειλε τὸν Σαρβαραζᾶν σὺν τῷ ἑαυτοῦ στρατῷ κατὰ Ῥωμανίας. Ἡράκλειος δὲ Χοσρόῃ ἐδήλου εἰρήνην ποιῆσαι· ὁ δὲ λόγον οὐδένα τούτου ἐποιήσατο. καὶ ὁ βασιλεὺς εἰσέβαλεν εἰς τὴν Περσίδα. ὅπερ μαθὼν Χοσρόης τὸν Σαρβαραζᾶν ὑποστρέψαι ἐκέλευσε. καὶ ἐπισυνάξας πάντα τὰ Περσικὰ στρατεύματα παραδίδωσιν αὐτὰ τῷ Σαΐν· ὃς κατὰ τά χος ἑνωθεὶς τῷ Σαρβαραζᾷ, χωροῦσι κατὰ τοῦ βασιλέως. ὁ δὲ λόγοις παραινετικοῖς τὸν λαὸν διεγείρας ἐν τῇ ἐνδοτέρᾳ Περσίδι χωρεῖ, πυρὶ ἀφανίζων τὰς πόλεις καὶ τὰς κώμας. ἀκούσας δὲ ἐν Γαζακῷ .... ὁρμᾷ κατ' αὐτοῦ. καὶ προπέμψας τινὰς τῶν ὑπ' αὐτὸν Σαρακηνοὺς προτρέχειν, συναντῶσι τῇ τοῦ Χοσρόου βίγλᾳ, καὶ τούτων τοὺς