266
μὲν ἀνελόντες τοὺς δὲ κρατήσαντες σὺν τῷ στρατηγῷ αὐτῶν τῷ βασιλεῖ προσήγαγον. τοῦτο μαθὼν Χοσρόης φυγῇ ἐχρήσατο. ὁ δὲ βασιλεὺς καταδιώξας τοὺς μὲν πολεμιστὰς ἀνεῖλε, τοὺς δὲ φεύγοντας διεσκέδασε. καὶ καταλαβὼν τὴν Γα ζακὸν πόλιν, ἐν ᾗ ὑπῆρχεν ὁ ναὸς τοῦ πυρὸς καὶ τὰ χρήματα Κροίσου τοῦ Λυδῶν βασιλέως καὶ ἡ πλάνη τῶν ἀνθράκων, καὶ εἰσελθὼν ἐν αὐτῇ εὗρε τὸ μυσαρὸν εἴδωλον τοῦ Χοσρόου, τό τε ἐκτύπωμα αὐτοῦ ἐν τῇ τοῦ παλατίου σφαιροειδεῖ στέγῃ ὡς ἐν οὐ ρανῷ καθήμενον, καὶ περὶ τοῦτο ἥλιον καὶ σελήνην καὶ ἄστρα, 1.722 οἷς ὁ δεισιδαίμων ὡς θεοῖς ἐλάτρευε, καὶ ἀγγέλους αὐτῷ σκηπτρο φόρους περιέστησεν. ἐκεῖθέν τε σταγόνας στάζειν ὡς ὑετοὺς καὶ ἤχους ὡς βροντὰς ἐξηχεῖσθαι ὁ θεομάχος ταῖς μηχαναῖς ἐπετεχνά σατο. ταῦτα γοῦν πάντα πυρὶ ἀναλώσας, καὶ τὸν τοῦ πυρὸς ναὸν κατακαύσας καὶ πᾶσαν τὴν πόλιν, συντόμως κατεδίωκεν ὀπίσω Χοσρόου ἐν τοῖς στενοῖς τῶν Μήδων χωρίοις, ἐν οἷς καὶ πολλὰς πόλεις καὶ χώρας ἐπόρθησε. συμβούλιον δὲ ποιήσας τοῦ παραχειμάσαι, ἁγνίζει τὸν λαὸν ἐπὶ ἡμέρας τρεῖς, καὶ ἀνοίξας τὰ τοῦ θεοῦ ἄχραντα εὐαγγέλια εὗρεν ἐπιτρέποντα ἐν Ἀλβανίᾳ παραχειμάσαι. ἐν δὲ τῷ μεταξὺ τῆς ὁδοῦ ἔχων σὺν αὐτῷ πολλὴν αἰχμαλωσίαν Περσικήν, ὡσεὶ πεντήκοντα χιλιάδας, τούτους τῇ συμπαθεῖ αὐτοῦ ψυχῇ ἐλεήσας τῶν δεσμῶν ἔλυσε.
Τῷ ιδʹ ἔτει Χοσρόης ὁ τῶν Περσῶν βασιλεὺς Σαρβαραζᾶν ἄλλον στρατηγὸν ἐξοπλίσας μετὰ λαοῦ πρὸς Σαρβαραγκᾶν ἀπέστει λεν, ὡς ἑνωθέντας ἀμφοτέρους πολεμῆσαι Ῥωμαίοις. τοῦτο γνοὺς ὁ βασιλεὺς ἔσπευσε συμβαλεῖν πόλεμον μετὰ Σαρβάραγκα πρὸ τοῦ ἑνωθῆναι αὐτὸν τῷ Σαρβαραζᾷ, καὶ πολλὰς ἐκδρομὰς κατ' αὐτοῦ ποιησάμενος εἰς δειλίαν αὐτὸν ἐνέβαλεν. ὄπισθεν δὲ ἀμφοτέρους ἐάσας κατὰ Χοσρόου μετὰ σπουδῆς ἤλαυνεν. αὐτο μολοῦσι δὲ δύο τῶν Ῥωμαίων πρὸς τοὺς Πέρσας, καὶ πείθουσιν αὐτοὺς ὅτι ἐκ δειλίας φεύγουσιν οἱ Ῥωμαῖοι. ἦλθε δὲ αὐτοῖς καὶ φήμη τὸν Σαῒν στρατηγὸν Περσῶν καταλαμβάνειν μεθ' ἑτέρου στρατεύματος εἰς βοήθειαν. τοῦτο μαθόντες Σαρβαραγκᾶς τε 1.723 καὶ Σαρβαραζᾶς ἠγωνίσαντο συμβαλεῖν πόλεμον Ἡρακλείῳ πρὸ τοῦ φθάσαι τὸν Σαΐν, καὶ τὴν νίκην ἐπ' αὐτοὺς μετενεγκεῖν. πιστεύσαντες δὲ καὶ τοῖς αὐτομόλοις ἐχώρησαν κατὰ Ἡρακλείου. καὶ πλησιάσαντες αὐτῷ κατεσκήνωσαν, βουλόμενοι ἅμα πρωῒ συμβαλεῖν. ὁ δὲ Ἡράκλειος ἀπάρας ἀφ' ἑσπέρας ὥδευσε δι' ὅλης τῆς νυκτός, μακράν τε γενόμενος ἀπ' αὐτῶν, εὑρὼν πεδίον χλοη φόρον, ἠπλήκευσε. νομίσαντες δὲ οἱ βάρβαροι αὐτὸν ἐκ δειλίας φεύγειν ἀκόσμως ἐδίωκον· αὐτὸς δὲ ὑπαντιάσας αὐτοῖς ἐκρότησε πόλεμον, καὶ τῇ τοῦ θεοῦ συνεργίᾳ τρέπει τοὺς βαρβάρους, καὶ τούτους διὰ τῶν φαράγγων διώξας πλήθη πολλὰ ἀνεῖλεν. ἐν τῷ μεταξὺ δὲ τῶν ἀγώνων ὄντων ἔφθασε καὶ ὁ Σαῒν σὺν τῷ ἑαυτοῦ στρατῷ. συμβαλὼν δὲ καὶ μετ' αὐτοῦ ὁ βασιλεύς, καὶ τοῦτον τρέψας πολλοὺς ἀνεῖλε καὶ τοὺς λοιποὺς διέσπειρε φεύγοντας, παρέλαβε δὲ καὶ τὸ τοῦλδον αὐτῶν. Ὁ δὲ Σαρβαραζᾶς ἑνωθεὶς τῷ Σαῒν ἐπισυνῆξε τοὺς ὑπολει φθέντας βαρβάρους, καὶ πάλιν διενοοῦντο κατὰ τοῦ βασιλέως χωρεῖν. ὁ δὲ Ἡράκλειος ἐπὶ τὴν τῶν Οὕννων χώραν καὶ ταῖς τούτων δυσχωρίαις ἤλαυνεν ἐν τόποις τραχέσι καὶ δυσβάτοις. οἱ δὲ βάρβαροι ὀπίσω αὐτοῦ ἠκολούθουν. οἱ μέντοι Λαζοὶ ἅμα τοῖς Ἀβασγοῖς δειλιάσαντες ἀπέσπασαν ἑαυτοὺς τῆς τῶν Ῥωμαίων συμμαχίας καὶ οἴκαδε ἀνεχώρησαν. ὁ δὲ Σαῒν ἡσθεὶς ἐπὶ τούτῳ θυμῷ πολλῷ σὺν τοῖς βαρβάροις ἐχώρει κατὰ Ἡρακλείου. ὁ δὲ βασιλεὺς λόγοις τὸν στρατὸν ἀναπτερώσας παρῄνει λέγων "τὸ πλῆθος ὑμᾶς, ἀδελφοί, μὴ ταραττέτω· θεοῦ γὰρ θέλοντος εἷς 1.724 διώξει χιλίους. θύσωμεν οὖν τῷ θεῷ ἑαυτοὺς ὑπὲρ τῆς τῶν ἀδελφῶν ἡμῶν σωτηρίας. λάβωμεν στέφη μαρτύρων, ἵνα ὁ μέλ λων ἡμᾶς ἐπαινέσῃ χρόνος." τούτοις καὶ ἄλλοις πλείοσι παρα θαρρύνας τὸν στρατὸν φαιδρῷ τῷ προσώπῳ ἐξαρτύει τὸν πόλε μον. καὶ στάντες ἐπ' ἀλλήλοις ἀπὸ μικροῦ διαστήματος ἕωθεν μέχρις ἑσπέρας