267
ἀλλήλοις οὐ συνέβαλον. ἑσπέρας δὲ καταλαβού σης ὁ βασιλεὺς τῆς ὁδοιπορίας εἴχετο, καὶ οἱ βάρβαροι πάλιν ὀπίσω αὐτοῦ ἠκολούθουν. ἐναλλάξαντες δὲ τὴν ὁδόν, προλα βεῖν τοῦτον βουλόμενοι, ἐμπίπτουσιν εἰς τόπον τελματώδη, καὶ ἠναγκάσθησαν ἐξελθεῖν. ὁ δὲ βασιλεὺς τὴν γῆν Περσαρμενίας παρέτρεχε. τῆς γῆς δὲ ἐκείνης ὑπὸ τῶν Περσῶν κρατουμένης πολλοὶ συνέτρεχον τῷ Σαρβαραζᾷ, καὶ ηὐξεῖτο ὁ λαὸς αὐτοῦ· χειμῶνος δὲ ἐπιγενομένου ἐσκορπίσθη ἕκαστος εἰς τὸν ἴδιον τόπον. τοῦτο μαθὼν ὁ βασιλεὺς διενοεῖτο ἐν νυκτὶ κλέψαι τὸν πόλεμον. καὶ ἐπιλεξάμενος ἵππους εὐσθενεῖς, καὶ τοῦ στρατοῦ τοὺς ἀν δρειοτέρους διελών, προάγειν τοὺς μὲν ἐκέλευσε κατὰ τοῦ βαρβά ρου, αὐτὸς δὲ σὺν τοῖς ἑτέροις ὀπίσω τούτων εἵπετο. σπεύσαν τες δὲ κατέλαβον χωρίον Ἀλβανῶν ὥρᾳ θʹ τῆς νυκτός. τῶν δὲ Περσῶν γνόντων τὴν ἔφοδον καὶ ὁρμησάντων κατ' αὐτῶν, οἱ Ῥωμαῖοι τούτους πάντας ἀνεῖλον, πάρεξ ἑνὸς τὸ τοῦ λόγου πυρ φόρου, ὃς καὶ τῷ βαρβάρῳ ἐμήνυσεν. ὁ δὲ βάρβαρος γυμνὸς καὶ ἀνυπόδετος ἵππῳ ἐπιβὰς φυγῇ τὴν σωτηρίαν ἐπορίζετο. τού του τὰς γυναῖκας καὶ πᾶν τὸ Περσικὸν ἄνθος, ἄρχοντάς τε καὶ σατράπας καὶ στρατιώτας ἐπιλέκτους καταλαβὼν ἀνελθόντας ἐπὶ 1.725 τῶν δωμάτων καὶ πόλεμον κροτοῦντας, διὰ πυρὸς καθῆλε, καὶ οὓς μὲν ἔκτεινεν, οὓς δὲ πυρὶ ἀνάλωσεν, οὓς δὲ αἰχμαλώτους ἔλαβεν· ὀλίγοι δὲ πάνυ φυγόντες ἐσώθησαν. ἔλαβε δὲ καὶ τὰ ὅπλα τοῦ βαρβάρου, τήν τε χρυσῆν ἀσπίδα καὶ μάχαιραν καὶ δόρυ, καὶ τὴν χρυσῆν καὶ διάλιθον ζώνην καὶ τὰ ὑποδήματα αὐ τοῦ. ταῦτα δὲ λαβὼν χωρεῖ κατὰ τῶν διεσπαρμένων ἐν τοῖς χωρίοις, οὓς καὶ διώξας πολλοὺς ἔκτεινε καὶ δεσμίους ἔλαβεν. εἶτα ἐπισυνάξας τὸ ἑαυτοῦ στρατόπεδον μετὰ χαρᾶς ἐν ἐκείνοις τοῖς τόποις παρεχείμασε. Τῷ ιεʹ ἔτει ὁ βασιλεὺς Ἡράκλειος μετὰ τοῦ στρατοπέδου αὐτοῦ τὴν τῶν Σύρων ὁδὸν τὴν ἐπὶ τῷ Ταύρῳ ὑπερβάς, ἐν ἑπτὰ ἡμέραις κόπῳ πολλῷ καταλαμβάνει τὸν Τίγριν ποταμόν, εἶτα τὴν Μαρτυρόπολιν καὶ τὴν Ἄμιδαν· καὶ διαναπαύονται ὅ τε στρατὸς καὶ ἡ αἰχμαλωσία. ἐντεῦθεν γράμματα πρὸς τὸ Βυζάντιον ἐξαπ έστειλεν ὁ βασιλεύς, καὶ τὰ καθ' ἑαυτὸν πάντα ἐδήλωσε, καὶ χαρὰν τῇ πόλει ἐνεποίησεν. ὁ δὲ Σαρβαραζᾶς ἐπῆλθε κατ' αὐ τοῦ. ἐπιλεξάμενος δὲ ὁ βασιλεὺς ἴλην στρατιωτῶν ἀπέστειλε φυ λάττειν τὰς πρὸς αὐτὸν ἀγούσας κλεισούρας, καὶ αὐτὸς τὰς πρὸς ἀνατολὴν ἐκδραμὼν διεξόδους ἀντιπρόσωπος ᾔει τοῖς βαρβάροις, καὶ περάσας τὸν Νυμφίον ποταμὸν κατέλαβε τὸν Εὐφράτην, ἐν ᾧ ἡ πλεκτὴ γέφυρα ἐκ σχοινίων καὶ ἐρίων ἦν, ἣν ὁ Σαρβαραζᾶς λύ σας ἐπὶ τὴν ἑτέραν γῆν πᾶσαν μετήγαγε. παραδραμὼν δὲ ὁ βασι λεὺς τὸν ποταμὸν εὗρε πόρον, καὶ ἀκινδύνως τοῦτον ἐπέρασε πα ραδόξως τῷ Μαρτίῳ μηνί. καὶ καταλαβὼν τὰ Σαμόσατα, πάλιν 1.726 τὸν Ταῦρον διαβὰς εἰς Γερμανίκειαν ἀφίκετο, καὶ περάσας τὴν Ἄδαναν ἦλθεν εἰς τὸν Ταῦρον ποταμόν. ὁ δὲ Σαρβαραζᾶς τὴν γέφυραν πάλιν ἐκτείνας τὸν Εὐφράτην ἐπέρασε καὶ ἠκολούθει ὀπίσω αὐτοῦ. ὁ δὲ βασιλεὺς περάσας τὸν Σάρον διανέπαυσε τὸν στρατόν. καταλαμβάνει δὲ καὶ ὁ βάρβαρος εἰς τὸ ἀντίπεραν μέρος. εὑρὼν δὲ τὸν ποταμὸν καὶ τὴν γέφυραν καὶ τὰ ἐν αὐτῷ προπύργια κρατηθέντα ὑπὸ τῶν Ῥωμαίων ἠπλήκευσεν. οἱ δὲ Ῥωμαῖοι ἀτάκτως ἐκτρέχοντες διὰ τῆς γεφύρας πολὺν φόνον ἐποι οῦντο Περσῶν· οἷς ὁ βασιλεὺς παρῄνει μὴ ἐκτρέχειν ἀτάκτως, μήπως γένωνται τοῖς ἐναντίοις ὁδός. οἱ δ' οὐκ ἐπείθοντο, καὶ μετ' οὐ πολὺ δίκην ἔτισαν τῆς παρακοῆς, τοῦ βαρβάρου ἐνέδρας κατ' αὐτῶν ποιησαμένου. οὓς ὁ βασιλεὺς ἑωρακὼς ἀναιρουμένους συνεπημύνατο. ἀνὴρ δέ τις γιγαντιαῖος μέσον τῆς γεφύρας τῷ βασιλεῖ συναντήσας προσέβαλεν· ὃν καὶ πατάξας ὁ βασιλεὺς ἐν τῷ ῥείθρῳ ἔρριψεν. οὗ πεσόντος οἱ βάρβαροι εἰς φυγὴν ἐτράπη σαν, καὶ τῷ στενωπῷ τῆς γεφύρας εἰς τὸν ποταμὸν ἐρριπτοῦντο. ἄλλοι δὲ ξίφεσιν ἀνῃροῦντο, τοῦ βασιλέως μετ' ὀλίγων τινῶν γενναίως ἀπομαχομένου ὑπὲρ ἄνθρωπον, ὡς καὶ τὸν Σαρβαραζᾶν ἐκπλαγῆναι καὶ πρός τινα μαγαρίτην εἰπεῖν "ὁρᾷς τὸν Καίσαρα, ὦ