268
Κοσμᾶ, πῶς θρασὺς πρὸς τὴν μάχην ἵσταται καὶ πρὸς τοσοῦτον πλῆθος μόνος ἀγωνίζεται;" ἐκ γὰρ τῶν βασιλικῶν παρασήμων ἐγνωρίζετο. καταλαβούσης δὲ τῆς ἑσπέρας ἀπ' ἀλ 1.727 λήλων διέστησαν, καὶ ὁ βάρβαρος φοβηθεὶς διὰ τῆς νυκτὸς εἰς τοὐπίσω ὑπέστρεψεν, ὁ δὲ βασιλεὺς μετὰ τοῦ λαοῦ αὐτοῦ πρὸς Σεβάστειαν ὥρμησε, καὶ τὸν Ἅλυν περάσας ἐκεῖ παρεχείμασεν. ὁ δὲ Χοσρόης μανεὶς ἔλαβε τὰ κειμήλια πασῶν τῶν ὑπὸ Πέρσας ἐκκλησιῶν, καὶ ἠνάγκαζε τοὺς Χριστιανοὺς κοινωνῆσαι τῇ τοῦ Νεστορίου θρησκείᾳ, πρὸς τὸ πλῆξαι τὸν βασιλέα. Τῷ ιʹ ἔτει ὁ Χοσρόης νέαν ἐποιήσατο στρατιὰν ἀπό τε ξέ νων καὶ πολιτῶν καὶ οἰκετῶν καὶ παντὸς γένους. καὶ ἐκ τούτων ἐκλεξάμενος καὶ τῷ Σαῒν παραδοὺς στρατηγῷ, ἄλλας τε νʹ χιλιά δας ἐκ τῆς φάλαγγος τοῦ Σαρβάρου τούτοις συνῆψεν, οὓς καὶ χρυσολόχας ὠνόμασε, καὶ κατὰ τοῦ βασιλέως ἀπέστειλε. τὸν δὲ Σάρβαρον σὺν τοῖς λοιποῖς αὐτοῦ στρατεύμασι κατὰ Κωνσταντι νουπόλεως ἔπεμψεν, ὅπως τοῖς ἐκ δύσεως Οὕννοις, οὓς καὶ Ἄβα ρας καλοῦσι, μετὰ καὶ Σθλαβίνων καὶ Γηπέδων συμφωνήσας κατὰ τῆς πόλεως χωρήσωσι καὶ ταύτην πολιορκήσωσι. γνοὺς δὲ τοῦτο ὁ βασιλεὺς τὸν ἑαυτοῦ στρατὸν εἰς τρεῖς διαιρέσεις ἐχώρισε, καὶ τοὺς μὲν ἔπεμψεν εἰς φυλακὴν τῆς πόλεως, τοὺς δὲ παρα δοὺς Θεοδώρῳ τῷ ἀδελφῷ αὐτοῦ κατὰ τοῦ Σαῒν πολεμεῖν ἐκέ λευσε. τὸ δὲ τρίτον μέρος αὐτὸς λαβὼν ἐπὶ Λαζικὴν ἐχώρει, καὶ τοὺς Τούρκους τῆς ἑῴας, οὓς καὶ Χαζάρους ὀνομάζουσιν, εἰς συμμαχίαν ἐκάλει. ὁ δὲ Σαῒν σὺν τῷ νεολέκτῳ στρατῷ τὸν τοῦ βασιλέως ἀδελφὸν Θεόδωρον καταλαβὼν πρὸς πόλεμον ὡπλίσατο. τοῦ δὲ θεοῦ διὰ πρεσβειῶν τῆς θεοτόκου συνεργήσαντος, πολέμου κροτηθέντος χάλαζα παραδόξως κατὰ τῶν βαρβάρων κατηνέχθη 1.728 καὶ πολλοὺς αὐτῶν ἐπάταξεν, ἡ δὲ τῶν Ῥωμαίων παράταξις γα λήνης ἀπήλαυσε. τρέπουσι δὲ Ῥωμαῖοι τοὺς Πέρσας, καὶ ἀναι ροῦσι πλήθη πολλά. ὅπερ μαθὼν ὁ Χοσρόης ὀργίζεται κατὰ τοῦ Σαΐν, ὃς ἐκ πολλῆς ἀθυμίας νόσῳ περιπεσὼν τελευτᾷ. τούτου τὸν νεκρὸν Χοσρόης πολλαῖς αἰκίαις ὑπέβαλεν. οἱ δὲ Χάζαροι διαρρήξαντες τὰς Κασπίας πύλας τῇ Περσίδι εἰσβάλλουσιν ἐν τῇ χώρᾳ τοῦ Ἀνδροηγᾶ σὺν τῷ στρατηγῷ αὐτῶν Ζεβεήλ, δευτέρῳ ὄντι τοῦ χαγάνου τῇ ἀξίᾳ· καὶ ἐν οἷς ἂν τόποις διέβαινον, τούς τε Πέρσας ᾐχμαλώτευον καὶ τὰς κώμας καὶ πόλεις πυρὶ παρεδίδουν. ὁ δὲ βασιλεὺς ἀπάρας ἀπὸ Λαζικῆς τούτοις συνήντησεν. ὁ δὲ Ζεβεὴλ μετὰ πολλῆς ἀγάπης καὶ χαρᾶς ἠσπάσατο τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ. προσήνεγκε δὲ καὶ τὸν υἱὸν αὐτοῦ τῷ βασιλεῖ πρὸς συμμαχίαν, καὶ αὐτὸς ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν. λαβὼν δὲ τούτους ὁ βασιλεὺς κατὰ Χοσρόου ἐχώρει. ὁ δὲ Σάρ βαρος τῇ Χαλκηδόνι προσβαλών, ἀλλὰ καὶ οἱ Ἄβαρες ἐκ τῆς Θρᾴκης τῇ πόλει πλησιάσαντες, ταύτην ἑλεῖν ἐβούλοντο, μηχανὰς κατ' αὐτῆς ποιήσαντες. πλῆθός τε ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον ἐκ τοῦ Ἴστρου ἐνέγκαντες σκαφῶν γλυπτῶν τὸν κόλπον τοῦ Κέρα τος ἐπλήρωσαν. δέκα δὲ ἡμέρας τῇ πόλει παραταξάμενοι διά τε γῆς καὶ θαλάσσης τῇ τοῦ θεοῦ δυνάμει καὶ συνεργίᾳ καὶ τῇ τῆς ἀχράντου θεοτόκου καὶ ἀειπαρθένου πρεσβείᾳ ἡττήθησαν, καὶ πλήθη πολλὰ ἀποβαλόντες ἔν τε γῇ καὶ θαλάσσῃ μετὰ μεγάλης αἰσχύνης ὑπέστρεψαν. τοιοῦτον γὰρ συνέβη αὐτοῖς. εἶδον οἱ 1.729 βάρβαροι πρωΐας οὔσης καὶ τοῦ ἡλίου ἀνατέλλοντος ἀπὸ τῆς πόρ της τῶν Βλαχερνῶν ἐξελθοῦσαν γυναῖκα περιφανῆ, μετὰ καὶ εὐ νούχων τινῶν. ὑπολαβόντες δὲ τὴν βασίλισσαν εἶναι τὴν τοῦ Ἡρακλείου γυναῖκα, καὶ πρὸς τὸν ἄρχοντα αὐτῶν ἐξέρχεσθαι εἰρήνης ἕνεκα διὰ τὸ μὴ εἶναι τὸν βασιλέα ἐν τῇ πόλει, πάροδον αὐτῇ ἐποίησαν, ἵνα καὶ λαὸς ἕτερος ἐξελθὼν ὑποχείριος αὐτοῖς γένηται. εἶτα ὡς εἶδον αὐτὴν τὴν τοῦ φοσσάτου περιοχὴν ἐξελ θοῦσαν καὶ μὴ ἀπελθοῦσαν πρὸς τὸν ἄρχοντα αὐτῶν, διώκουσιν ὄπισθεν αὐτῆς· καὶ ὡς δῆθεν ἐπλησίασαν αὐτῇ κατὰ τόπον τῆς λεγομένης παλαιᾶς πέτρας, αὐτὴ μὲν καὶ οἱ σὺν αὐτῇ ἄφαντοι γεγόνασιν, αὐτοὶ δὲ ἀλλήλοις συμπλακέντες θορύβου μεστὸν ποιοῦσι τὸ πλῆθος καὶ ἀλλήλους κατασφάζουσιν ἕως ἑσπέρας. πρωΐας δὲ γενομένης