269
τὴν αἰτίαν ζητήσας ὁ ἄρχων αὐτῶν, ἐπεὶ τὸ πλεῖον τοῦ λαοῦ αὐτοῦ ἐμφυλίως ἀναλωθὲν εὗρεν, ὑποστρέφει μετ' αἰσχύνης εἰς τὰ ἴδια. οἱ δὲ τοῦ πλοΐμου καὶ αὐτοὶ τούτους ἰδόντες ὑποχωρήσαντας εὐθέως ἀνεχώρησαν· οὓς κατὰ τὸν Εὔξει νον πόντον ζάλη καταλαβοῦσα ὀλίγους τινὰς ἀπελθεῖν εἰς τὰ ἴδια ἀφίησιν. ὁ δὲ Σάρβαρος ἐπὶ τούτοις ἀχθεσθεὶς ὅμως τὴν Χαλκηδόνα παρακαθήμενος οὐ μετέστη, ἀλλ' αὐτοῦ ἐχείμασε, πραι δεύων τὰ περατικὰ μέρη καὶ ἀφανίζων τὰς πόλεις αὐτῶν. Τῷ ιζʹ ἔτει εἰσβαλὼν ἐν Περσίδι ὁ Ἡράκλειος σὺν τοῖς Τούρ κοις ἀπροσδοκήτως διὰ τὸν χειμῶνα εἰς ἔκστασιν ἐνέβαλε τὸν Χοσρόην. οἱ δὲ Τοῦρκοι τόν τε χειμῶνα ὁρῶντες καὶ τὰς συνε χεῖς ἐκδρομὰς τῶν Περσῶν, τῷ τε βασιλεῖ μὴ φέροντες συγκο 1.730 πιᾶν, ἤρξαντο κατ' ὀλίγον ὑπορρέειν, καὶ πάντες ἀφέντες αὐτὸν ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς διελάλησε τῷ λαῷ αὐτοῦ, λέγων "γνῶτε, ἀδελφοί, ὅτι οὐδεὶς ἡμῖν συμμαχῆσαι θέλει, ἀλλ' ἢ μόνος ὁ θεὸς καὶ ἡ τοῦτον τεκοῦσα ἀσπόρως θεοτόκος. τοῦτο δὲ γίνεται ὅπως δείξῃ ἐν ἡμῖν καὶ πᾶσι τούτοις τὴν ἑαυτοῦ δυνα στείαν, καταπέμψας ἡμῖν τὴν αὐτοῦ βοήθειαν." ὁ δὲ Χοσρόης ἐπισυνάξας πάντα τὰ στρατεύματα αὐτοῦ προβάλλεται αὐτοῖς στρατηγὸν Ῥαζάστην, ἄνδρα πολεμικώτατον καὶ ἀνδρεῖον, καὶ κατὰ Ἡρακλείου πέμπει. ὁ δὲ βασιλεὺς τάς τε πόλεις καὶ κώμας Περσίδος ἐπυρπόλει, καὶ τοὺς κρατουμένους Πέρσας ἀνεῖλεν ἐν ῥομφαίᾳ. τῷ Ὀκτωβρίῳ δὲ μηνὶ κατέλαβεν εἰς τὴν χώραν Χαμαϊθᾶ, καὶ διανέπαυσε τὸν λαὸν ἑβδομάδα μίαν. ὁ Ῥαζάστης δὲ ἐλθὼν ἠκολούθει ὄπισθεν, καὶ τῶν Ῥωμαίων ἀναλισκόντων τὰς τροφὰς ὄπισθεν αὐτὸς πεινῶν ἠκολούθει, ὡς πολλὰ τῶν ἀλόγων αὐτοῦ διαφθαρῆναι. ὁ δὲ βασιλεὺς τῇ πρώτῃ τοῦ ∆εκεβρίου μηνὸς διαβὰς τὸν Ζαβᾶν ποταμὸν πλησίον τῆς πόλεως Νινευὶ κατεσκή νωσε. κατέλαβε δὲ καὶ ὁ Ῥαζάστης. ὁ δὲ βασιλεὺς ἀποστέλλει Βοάνην τὸν στρατηλάτην μετ' ἐπιλέκτων στρατιωτῶν ὀλίγων. ὁ δὲ εὗρε βάνδον τῶν Περσῶν, ἐξ ὧν κʹ κρατήσας ἤνεγκε πρὸς τὸν βασιλέα, τοὺς ἄλλους φονεύσας. ἤνεγκε δὲ καὶ τὴν κεφαλὴν τοῦ κόμητος αὐτῶν καὶ τὸ σπαθίον αὐτοῦ ὁλόχρυσον καὶ τὸν σπαθά ριον τοῦ Ῥαζάστου, ὃς καὶ εἶπε τῷ βασιλεῖ ὅτι ὡρισμένος ἐστὶν ὁ Ῥαζάστης πολεμῆσαί σοι, καὶ τρισχιλίους ὡπλισμένους ἀπέστειλεν αὐτῷ Χοσρόης, ἀλλ' ἀκμὴν οὐκ ἔφθασαν. ταῦτα μαθὼν ὁ βα 1.731 σιλεὺς προαπέστειλε τὸ τοῦλδον ἔμπροσθεν καὶ αὐτὸς ἐπηκολού θει. εὑρὼν δὲ τόπον ἐπιτήδειον ἠθέλησε συμβαλεῖν πόλεμον μετὰ Ῥαζάστου πρὸ τοῦ ἑνωθῆναι τοῖς τρισχιλίοις. καὶ προπηδήσας πάντων ὁ βασιλεὺς ἄρχοντι μεγάλῳ τῶν Περσῶν συναντᾷ, καὶ τῇ τοῦ θεοῦ δυνάμει καὶ τῆς θεοτόκου καταβάλλει τοῦτον.
Eἶτα καὶ δεύτερον ὁμοίως καὶ τρίτον, ὅστις ἔδωκε τῷ βασιλεῖ μετὰ δόρα τος εἰς τὸ χεῖλος. μάχης οὖν κροτηθείσης σφοδρᾶς πίπτει ὁ Ῥα ζάστης καὶ οἱ ἄρχοντες αὐτοῦ σχεδὸν πάντες καὶ τὸ πλεῖστον τοῦ στρατοῦ αὐτοῦ. ἔπεσον δὲ Ῥωμαῖοι πεντήκοντα, ἐξ ὧν δέκα ἀπέθανον. ἵστατο δὲ ὁ πόλεμος ἀπὸ πρωΐας ἕως ὥρας ἑνδεκά της, καὶ τροπὴ οὐκ ἐγένετο. καὶ τὴν μὲν νύκτα ἡσύχασαν, περὶ ὥραν δὲ ηʹ τῆς νυκτὸς λαβόντες οἱ Πέρσαι τὸ φοσσάτον αὐτῶν ἠπλήκευσαν εἰς πόδας ὅρους τραχεινοῦ ἔμφοβοι. οἱ Ῥωμαῖοι δὲ εὑρόντες τὸν τοῦ Ῥαζάστου νεκρὸν ἔλαβον τὸ σκουτάριον αὐτοῦ ὁλόχρυσον καὶ τὸ λωρίον καὶ τὰ βραχιόνια αὐτοῦ καὶ τὴν σέλλαν, πάντα ὁλόχρυσα, καὶ τὸ σκαραμάγγιον αὐτοῦ. κατεσχέθησαν δὲ καὶ ζῶντες πολλοί. ὁ δὲ βασιλεὺς θαρσοποιήσας τὸν στρατὸν κατὰ Χοσρόου ἤλαυνεν, ὅπως τοῦτον ἐκφοβήσας πείσῃ ἀποστεῖ λαι πρὸς Σάρβαρον ἀναχωρῆσαι τοῦ Βυζαντίου. διαπεράσας δὲ ὁ βασιλεὺς τὰς γεφύρας τοῦ μικροῦ Ζαβᾶ κατεσκήνωσεν εἰς τοὺς οἴκους τοῦ Ἰεσδεμόν, ἑορτάσας ἐν αὐτοῖς τὴν Χριστοῦ γέννησιν. ἐκεῖθεν δὲ διελθὼν ὁ βασιλεὺς κατέλαβον ἕτερον παλάτιον τοῦ Χοσρόου λεγόμενον Ῥοῦσα, καὶ τοῦτο κατέστρεψεν. ἐξ ἐκείνου 1.732 δὲ εἰς ἕτερον κατέλαβε παλάτιον τὸ λεγόμενον Βεκλάμ, ἐν ᾧ καὶ 1.732 ἱπποδρόμιον ἦν καὶ στρουθιῶνες τρεῖς σιτευτοὶ καὶ δορκάδες