270
φʹ καὶ σύαγροι ρʹ, πρόβατα δὲ καὶ χοῖροι καὶ βόες ὧν οὐκ ἦν ἀριθμός. καὶ πάντα δέδωκε τῷ λαῷ. τινὲς δὲ τῶν συνόντων τοῖς Πέρσαις Ἀρμενίων προσῆλθον τῷ βασιλεῖ λέγοντες ὅτι ὁ Χοσρόης μετὰ τῶν ἐλεφάντων καὶ τοῦ ἰδίου στρατοῦ πλησίον τοῦ παλατίου αὐτοῦ ∆υσταγέρδη κατεσκήνωσεν, ἐκδεχόμενος συναχθῆναι πάντα τὸν στρατὸν αὐτοῦ τοῦ πολεμῆσαί σοι. καὶ εὐθέως πυρπολήσας πάντα ὁ βασιλεὺς ἔρχεται πλησίον τοῦ παλατίου αὐτοῦ ∆υστα γέρδη, ἐν ᾧ καὶ εὗρε βάνδα Ῥωμαίων, ἅπερ ἐν διαφόροις χρόνοις ἔλαβον οἱ Πέρσαι, καὶ εἴδη τινά, οἷον ἀλόην πολλὴν καὶ ξύλα μεγάλα ἀλόης, μέταξάν τε καὶ πέπερι καὶ καρβάσια καμίσια ὑπὲρ ἀριθμόν, σάχαρ καὶ ζιγγίβερ καὶ ἄσημον, ὁλοσηρικά τε ἱμάτια, νακοτάπητά τε καὶ τάπητας ἀπὸ βελόνης, πλῆθος πολύ. ταῦτα διὰ τὸ βάρος κατέκαυσαν. προσέφυγον δὲ τῷ βασιλεῖ πολλοὶ αἰχμάλωτοι, Ἐδεσηνοὶ καὶ Ἀλεξανδρηνοὶ καὶ ἀπὸ ἄλλων ἐθνῶν πλῆθος πολύ. ἐποίησε δὲ ὁ βασιλεὺς ἐνταῦθα τὴν ἑορτὴν τῶν ἁγίων θεοφανίων, καταστρέφων τὰ τοῦ Χοσρόου παλάτια ὑπέρ τιμα καὶ θαυμαστὰ καὶ ἐκπλήξεως γέμοντα ἕως ἐδάφους, ἵνα μάθῃ, φησίν, ὁ Χοσρόης οἷον πόνον εἶχον οἱ Ῥωμαῖοι τῶν πό λεων αὐτῶν πυρπολουμένων ὑπ' αὐτοῦ. ὁ δὲ Χοσρόης πρὸ τοῦ καταλαβεῖν τὸν βασιλέα εἰς ∆υσταγέρδην τρυπήσας τὸ τεῖχος τῆς πόλεως ἐξῆλθεν ἀγνοούντων πάντων μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων αὐτοῦ. καὶ ὁ μὴ δυνάμενος ποιῆσαι εἰς ὁδὸν μίλια πέντε 1.733 τὴν ἡμέραν ἀπῆλθε φεύγων κεʹ, καὶ διελθὼν τὴν Κτησιφῶντα πέραν τοῦ Τίγριδος ποταμοῦ εἴς τι φρούριον εἰσῆλθε μετὰ τῆς γυναικὸς καὶ τῶν τριῶν θυγατέρων αὐτοῦ. τινὲς δὲ τῶν Περσῶν διέβαλον τὸν Σάρβαρον πρὸς Χοσρόην ὡς τὰ Ῥωμαίων φρονοῦντα, καὶ ἀποστέλλει σπαθάριον αὐτοῦ πρὸς Καρδαρίχαν τὸν συστράτη γον τοῦ Σαρβάρου εἰς Χαλκηδόνα, ἵνα τὸν Σάρβαρον ἀποκτείνῃ καὶ τὸν λαὸν ἀναλαβόμενος σπεύσῃ εἰς Περσίδα. ὁ δὲ τὰ γράμ ματα κομίζων συλλαμβάνεται περὶ τὴν Γαλατίαν ὑπὸ τῶν Ῥω μαίων, οἵτινες εἰς τὸ Βυζάντιον αὐτὸν ἀπήγαγον πρὸς τὸν υἱὸν τοῦ βασιλέως. ὁ δὲ παραχρῆμα μεταπέμπεται Σάρβαρον, καὶ δείκνυσιν αὐτῷ τὴν πρὸς Καρδαρίχαν ἐπιστολήν. ὁ δὲ πληροφο ρηθεὶς ποιεῖ συνθήκας μετὰ τοῦ υἱοῦ τοῦ βασιλέως καὶ τοῦ πα τριάρχου, καὶ φαλσεύσας τὴν ἐπιστολὴν Χοσρόου ἐντίθησι σὺν αὐτῷ καὶ ἄλλους τετρακοσίους σατράπας καὶ ἄρχοντας καὶ χιλιάρ χους ἀποκτανθῆναι. συναθροίσας οὖν ἅπαντας καὶ τὸν Καρδα ρίχαν, καὶ ἀναγνοὺς τὴν ἐπιστολήν, ἔφη τῷ Καρδαρίχᾳ "συνορᾷς τοῦτο ποιῆσαι;" οἱ δὲ ἄρχοντες θυμοῦ πλησθέντες τὸν Χοσρόην ἀπεκήρυττον, πρὸς δὲ τὸν βασιλέα συνθήκας ἐποίησαν εἰρηνικάς, ἵνα μηδὲν λυμηνάμενοι ἐπὶ τὰ ἴδια ἀπέλθωσιν. ὁ δὲ Ἡράκλειος ἔγραψε τῷ Χοσρόῃ περὶ εἰρήνης· ὁ δὲ οὐ κατεδέξατο, καὶ διὰ τοῦτο ὁ λαὸς ἐμίσησε τὸν Χοσρόην. ὃς πάλιν ἐστράτευσε τοὺς ἀνθρώπους τῶν ἀρχόντων αὐτοῦ, καὶ ἀπέστειλεν ἑνωθῆναι τῷ στρατῷ τοῦ Ῥαζάστου καὶ στῆναι εἰς τὸν Ναρβᾶ ποταμόν, καὶ 1.734 ἅμα τῷ περᾶσαι τὸν βασιλέα κόψωσι τὰς γεφύρας. ὅπερ μαθὼν ὁ βασιλεὺς ἀνέρχεται εἰς τὸ Σιαζούρ, καὶ ἐμπιπρᾷ πᾶσαν τὴν χώραν καὶ τὰς πόλεις. προσερρύη δὲ αὐτῷ Γουνδουφοῦνδος ὁ χιλίαρχος Σαρβάρου καὶ ἄλλοι πολλοί· οἳ καὶ εἶπον τῷ βασιλεῖ ὅτι ὁ Χοσρόης μέλλει στέψαι τὸν ὕστατον υἱὸν αὐτοῦ Μερδασάν, καὶ γνοὺς τοῦτο ὁ πρῶτος υἱὸς αὐτοῦ Σιρόης οὐ κατεδέξατο, ἀλλὰ προσλαβόμενος ἐμὲ καὶ ἄλλους κβʹ κόμητας καὶ πλῆθος λαοῦ, εἰ μὲν δυνηθῶμεν ἀποκτεῖναι Χοσρόην, χάρις, εἰ δ' οὔ, πάντες προσρυῶμεν τῇ βασιλείᾳ σου. ταῦτα ἀποδεξάμενος ὁ βασιλεὺς καὶ φιλοτιμησάμενος αὐτὸν πάλιν πρὸς Σιρόην ἀπέστειλε, δηλώ σας αὐτῷ ἀνοῖξαι τὰς φυλακὰς καὶ τοὺς Ῥωμαίους ἐξαγαγεῖν καὶ δοῦναι αὐτοῖς ὅπλα καὶ οὕτω κατὰ Χοσρόου κινῆσαι. ὁ δὲ Σιρόης οὕτω ποιήσας ἐπῆλθε τῷ πατροκτόνῳ πατρὶ Χοσρόῃ, καὶ κρατή σας αὐτὸν καὶ κλοιὰ περιθεὶς εἰς σκοτεινὸν κατέκλεισε, καὶ ἄρτον ὀλίγον καὶ ὕδωρ διδοὺς αὐτῷ ἐλιμαγχόνησεν αὐτόν. ἀπέστελλε δὲ πάντας τοὺς σατράπας, καὶ ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ. τοὺς δὲ