271
υἱοὺς αὐτοῦ καὶ τὰ λοιπὰ τέκνα αὐτοῦ ἐνώπιον αὐτοῦ κατέσφαξε. μεθ' ἡμέρας δὲ ιεʹ καὶ αὐτὸν τόξοις ἀνεῖλε. τότε γράφει Σιρόης πρὸς Ἡράκλειον τὴν τοῦ μιαροῦ Χοσρόου ἀναίρε σιν, καὶ εἰρήνην ἀειπαγῆ πρὸς αὐτὸν ποιησάμενος πάντας τοὺς ἐν Περσίδι αἰχμαλώτους ἀπέδωκεν αὐτῷ σὺν τῷ πατριάρχῃ Ζαχα ρίᾳ καὶ τοῖς τιμίοις ξύλοις τοῖς ἐξ Ἱεροσολύμων ληφθεῖσιν ὑπὸ Σαρβαραζᾶ.
1.735 Τῷ ιηʹ ἔτει, εἰρήνης γενομένης μεταξὺ Ῥωμαίων καὶ Περ σῶν, ἀπέστειλεν ὁ βασιλεὺς Θεόδωρον τὸν ἀδελφὸν αὐτοῦ μετὰ γραμμάτων Σιρόῃ τῷ βασιλεῖ Περσῶν καὶ ἀνθρώπων αὐτοῦ, ὅπως τοὺς ἐν Ἐδέσῃ καὶ Παλαιστίνῃ καὶ ταῖς λοιπαῖς πόλεσι Πέρ σας μετ' εἰρήνης ἀποστρέψωσιν ἐν Περσίδι καὶ ἀβλαβῶς παρέλ θωσι τὴν τῶν Ῥωμαίων γῆν. μυστικὸν δέ τι ἐνταῦθα θεωρεῖται· τὴν γὰρ κτίσιν πᾶσαν ὁ θεὸς ἐν ἓξ ἡμέραις ἐποίησε καὶ τῇ ζʹ ἀνε παύσατο, καὶ ὁ βασιλεὺς ἐν ἓξ ἔτεσι τὴν Περσίδα καταπολεμήσας τῷ ζʹ εἰρήνευσε, καὶ μετὰ χαρᾶς τὴν Κωνσταντινούπολιν κατα λαμβάνει. ὁ δὲ λαὸς τῆς πόλεως, μετὰ τοῦ βασιλέως Κωνσταν τίνου τοῦ υἱοῦ τοῦ Ἡρακλείου καὶ τοῦ πατριάρχου Σεργίου, μετὰ κλάδων ἐλαιῶν καὶ λαμπάδων τοῦτον ὑποδεξάμενοι εὐχαριστοῦν τες τῷ θεῷ εἰς τὰ βασίλεια εἰσήγαγον. Τῷ ιθʹ ἔτει ἅμα ἔαρι ἀπάρας ὁ βασιλεὺς τῆς βασιλίδος ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύθη, καὶ ἀπήγαγε τὰ τίμια καὶ ζῳοποιὰ ξύλα, καὶ ἀποδοὺς τῷ θεῷ τὴν εὐχαριστίαν ἀποκατέστησε τὸν πατριάρχην Ζαχαρίαν. ἀπήλασε δὲ πάντας τοὺς Ἑβραίους τῆς ἁγίας πόλεως, ὁρίσας μὴ ἔχειν αὐτοὺς ἐξουσίαν ἀπὸ τριῶν μιλίων πλησιάζειν. τὴν Ἔδεσαν δὲ καταλαβὼν ἀποδέδωκε τὴν ἐκκλησίαν τοῖς ὀρθοδόξοις, ὑπὸ Νεστοριανῶν κατεχομένην ἀπὸ Χοσρόου. ἐλθὼν οὖν εἰς Ἱεράπολιν ἤκουσεν ὅτι Σιρόης τέθνηκεν ὁ τῶν Περ σῶν βασιλεύς, καὶ ἐκράτησεν Ἀδεσὴρ ὁ τούτου υἱὸς μῆνας ζʹ, ὃν καὶ ἀναιρεῖ Βαραζᾶς βασιλεύσας μῆνας ηʹ. τοῦτον δὲ ἀνελόντες οἱ Πέρσαι τὴν θυγατέρα Χοσρόου Βαρὰμ συνιστῶσι βασιλίδα, 1.736 ἥτις καὶ ἐκράτησε μῆνας ζʹ καὶ διαδέχεται παρὰ Ὁρμίσδα. τούτου ὑπὸ Σαρακηνῶν διωχθέντος γίνεται ἡ βασιλεία τῶν Περσῶν ὑπὸ τοὺς Ἄραβας μέχρι τῆς σήμερον. Τῷ κʹ ἔτει ὄντος Ἡρακλείου ἐν Ἱεραπόλει, ἔρχεται πρὸς αὐτὸν Ἀθανάσιος ὁ πατριάρχης τῶν Ἰακωβιτῶν, δεινὸς ἀνὴρ καὶ κακοῦργος τῇ τῶν Σύρων ἐμφύτῳ πανουργίᾳ, καὶ κινεῖ πρὸς τὸν βασιλέα λόγους περὶ πίστεως, καὶ ὑπισχνεῖται αὐτῷ Ἡράκλειος, εἰ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδέξεται, πατριάρχην αὐτὸν ποιῆ σαι Ἀντιοχείας. ὁ δὲ ὑποκριθεὶς ἐδέξατο τὴν σύνοδον, ὁμολογή σας τὰς δύο ἐν Χριστῷ ἡνωμένας φύσεις· ἠρώτησέ τε τὸν βασι λέα περὶ τῆς ἐνεργείας καὶ τῶν θελημάτων, πῶς δεῖ ταύτας λέγειν ἐν Χριστῷ, διπλᾶς ἢ μοναδικάς. ὁ δὲ βασιλεὺς γράφει πρὸς Σέργιον τὸν Κωνσταντινουπόλεως, προσκαλεῖται δὲ καὶ Κῦρον τὸν Φάσιδος, Μονοθελήταις ἀμφοτέροις οὖσι, καὶ εὗρεν αὐτοὺς ὁμόφρονας Ἀθανασίου. γράφει οὖν πρὸς Ἰωάννην τὸν πάπαν Ῥώμης ἀμφοτέρων τὴν γνώμην· ὁ δὲ οὐ κατεδέξατο. Γεωργίου δὲ τοῦ Ἀλεξανδρείας τελευτήσαντος Κῦρος ἐπίσκοπος Ἀλεξανδρείας γίνεται, καὶ ἑνωθεὶς Θεοδώρῳ τῷ ἐπισκόπῳ Φαράν, ἐποίησαν τὴν ὑδροβαφῆ ἐκείνην ἕνωσιν, μίαν καὶ αὐτοὶ γράψαντες ἐν Χριστῷ φυσικὴν ἐνέργειαν. ἐν τούτοις ὄντων τῶν πραγμάτων Σωφρόνιος χειροτονεῖται ἐπίσκοπος Ἱεροσολύμων· καὶ συναθροίσας τοὺς ὑπ' αὐτὸν ἐπισκόπους τὸ μονοθέλητον δόγμα ἀνεθεμάτισε, καὶ συνο δικῶς Σεργίῳ τῷ Κωνσταντινουπόλεως καὶ Ἰωάννῃ τῷ Ῥώμης 1.737 ἀπέστειλεν. ἀκούσας δὲ ταῦτα Ἡράκλειος ᾐσχύνθη, καὶ κατα λῦσαι μὲν τὰ οἰκεῖα οὐκ ἠθέλησε, καὶ πάλιν τὸν ὀνειδισμὸν μὴ φέρων ἐκτίθεται ἴδικτον περιέχον μήτε μίαν μήτε δύο ἐνεργείας ὁμολογεῖν ἐν Χριστῷ. μετὰ δὲ τελευτὴν Σεργίου Πύρρος τὸν θρόνον Κωνσταντινουπόλεως διεδέξατο.
Ἰωάννης δὲ ὁ Ῥώμης ἐπίσκοπος σύνοδον ἀθροίσας τὴν τῶν μονοθελητῶν αἵρεσιν ἀνε θεμάτισεν. ὁμοίως καὶ ἐν Ἀφρικῇ καὶ Βυζάκῃ καὶ Νουμιδίᾳ καὶ