272
Μαυριτανίᾳ. Ἰωάννου δὲ τοῦ Ῥώμης κοιμηθέντος Θεόδωροςχειροτονεῖται πάπας ἀντ' αὐτοῦ. ἐν Κωνσταντινουπόλει δὲ Παῦ λος χειροτονεῖται, καὶ αὐτὸς αἱρετικός. ἐπὶ αὐτοῦ Θεοδώρου τοῦ πάπα Ῥώμης τὰ κατὰ Πύρρον ἐν Ῥώμῃ γενόμενα καὶ τὸν ἅγιον Μάξιμον καὶ τοὺς μαθητὰς αὐτοῦ, καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν Ῥώμης, τὸν μετὰ Ἰωάννην γενόμενον καὶ ἐν Χερσῶνι ἐξορισθέντα, ἐπράχθησαν. τοῦτον Ἀγάθων διαδεξάμενος τὸ μονο θέλητον ἀποκηρύττει. οὕτω τότε ὑπό τε τῶν βασιλέων καὶ τῶν δυσσεβῶν ἱερέων τῆς ἐκκλησίας ταραττομένης, ἀνέστη ὁ ἐρημικὸς Ἀμαλὴκ τύπτων ἡμᾶς τὸν τοῦ Χριστοῦ λαόν, καὶ γίνεται πρώτη πτῶσις τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἡ κατὰ τοῦ Γαβιθὰν καὶ Ἰερμουχάμ, καὶ ἡ ἄθεσμος αἱματεκχυσία, μεθ' ἣν ἡ Παλαιστινῶν καὶ Καισαρέων καὶ Ἱεροσολυμιτῶν ἅλωσις, εἶτα ὁ Αἰγύπτιος ὄλεθρος, καὶ καθεξῆς ἡ τῶν μεσογείων καὶ νήσων καὶ πάσης Ῥωμανίας αἰχμαλωσία, καὶ ἡ ἐν Φοινίκῃ τοῦ Ῥωμαϊκοῦ στρατοῦ καὶ στόλου ἀπώλεια, καὶ πάντων τῶν Χριστιανῶν λαῶν καὶ τόπων ἐρημώσεις, 1.738 αἵτινες οὐκ ἐπαύσαντο ἄχρις ἂν ὁ τῆς ἐκκλησίας διώκτης ἐν Σικε λίᾳ κακῶν ἀνῃρέθη ἐν τῷ βαλανείῳ τῆς ∆άφνης. Τῷ καʹ ἔτει ἀπεβίω Μωάμεδ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ψευδοπροφήτης, προχειρισάμενος Ἀβουβάχαρ τὸν συγγενῆ αὐτοῦ. οἱ δὲ πεπλανημένοι Ἑβραῖοι ἐν ἀρχῇ τῆς παρουσίας αὐτοῦ ἐνόμι σαν αὐτὸν εἶναι τὸν παρ' αὐτοῖς προσδοκώμενον Χριστόν, ὡς καί τινας τὸν ἀριθμὸν δέκα προύχοντας αὐτῶν προσελθεῖν αὐτῷ, ἀφεῖναί τε τὴν τοῦ θεόπτου Μωσέως καὶ δέξασθαι τὴν αὐτοῦ θρησκείαν, καὶ σὺν αὐτῷ διάγειν μέχρι τῆς σφαγῆς αὐτοῦ. θεω ρήσαντες δὲ αὐτὸν ἐσθίοντα ἀπὸ καμήλου ἔγνωσαν ὅτι οὐκ ἔστιν αὐτὸς ὃν ἐνόμισαν. ἀναγκαῖον δὲ εἰπεῖν περὶ τῆς τούτου γενεᾶς. Οὗτος ὁ Μωάμεδ ὁ καὶ Μουχούμετ ἐξ Ἰσμαὴλ ἦν τούτου τὴν φυλὴν κατάγων, υἱοῦ Ἀβραάμ. Νίζαρος γὰρ ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος παρὰ πάντων αὐτῶν ἀναγορεύεται. οὗτος οὖν γεννᾷ υἱοὺς δύο, Μούδαρον καὶ Ῥαβίαν. ὁ δὲ Μούδαρος τίκτει Κού σαρον καὶ Καΐτον καὶ Θεμίνην καὶ Ἀσσαδὸν καὶ ἄλλους τινὰς ἀνωνύμους, οἳ τὴν Μαδιὰμ καὶ τὴν ἔρημον κληρωσάμενοι ἐκτηνο τρόφουν ἐν σκηναῖς κατοικοῦντες· εἰσὶ δὲ καὶ οἱ ἐνδότεροι αὐτῶν ἐκ τῆς φυλῆς τοῦ Ἰεκτάν, οἱ λεγόμενοι Ἀμανῖται, τουτέστιν Ὁμηρῖται, οἳ καὶ ἔμποροι. ἀπόρου δὲ ὄντος τοῦ Μωάμεδ, εἰσῆλθε πρός τινα γυναῖκα πλουσίαν συγγενίδα αὐτοῦ, ὀνόματι Χαδιχᾶ, 1.739 μισθωτὸς ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύεσθαι. κατ' ὀλίγον δὲ παρρησιασάμενος ὑπεισῆλθε τῇ γυναικὶ χήρᾳ οὔσῃ, καὶ ἔλαβεν αὐτὴν γυναῖκα. ἐρχόμενος δὲ ἐν Παλαιστίνῃ συνανεστρέφετο Ἰουδαίοις καὶ Χριστιανοῖς, καὶ ἐθήρα ἐξ αὐτῶν τινὰ γραφικά. ἐπεὶ δὲ δαιμονιῶν ἦν, ἐνόσησε δὲ καὶ ἐπιληψίαν, ἐθεράπευε τὴν γυναῖκα λυπουμένην σφόδρα ὅτι ἦν εὐγενὴς καὶ ὅτι συνήφθη τοι ούτῳ ἀπόρῳ καὶ δαιμονιῶντι, λέγων "ἀγγέλου ὀπτασίαν λεγομένου Γαβριὴλ θεωρῶ καὶ πίπτω." αὕτη δὲ ἔχουσα μοναχὸν διὰ κακο πιστίαν ἐξόριστον ἐκεῖσε ὄντα, φίλον αὐτῆς, ἀνήγγειλεν αὐτῷ πάντα καὶ τὸ ὄνομα τοῦ ἀγγέλου· κἀκεῖνος θέλων πληροφορῆσαι αὐτὴν εἶπεν ὅτι ἀληθῶς λέγει· οὗτος γὰρ ἄγγελος πέμπεται πρὸς πάντα προφήτην. καὶ αὐτὴ πιστεύσασα τῷ λόγῳ τοῦ ψευδαββᾶ ἐκήρυξε καὶ ἄλλαις γυναιξὶν ὁμοφύλοις αὐτῆς, καὶ οὕτως ἐκ γυ ναικῶν ἦλθεν εἰς ἄνδρας. καὶ πρῶτον Ἀβουβάχαρ διάδοχον κατέλιπε. καὶ ἐκράτησεν ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τοῦ Αἰθρίβου ἕως τοῦ ἐσχάτου πολέμου, πρῴην μὲν κρυπτῶς ἔτη δέκα, καὶ διὰ πολέμου ὁμοίως δέκα, καὶ φανερῶς θʹ. οὗτος ὁ θεομισὴς καὶ ἐμ βρόντητος περιτυχὼν Ἑβραίοις καὶ Ἀρειανοῖς καὶ Νεστοριανοῖς, καὶ πάντοθεν ἐρανισάμενος, ἐξ Ἰουδαίων μὲν μοναρχίαν, ἐξ Ἀρειανῶν δὲ λόγον καὶ πνεῦμα κτιστά, ἀπὸ δὲ Νεστοριανῶν ἀνθρωπολατρείαν, ἑαυτῷ θρησκείαν περιποιεῖται, καὶ προφάσει θεογνωσίας εἰσποιησά μενος τὸ ἔθνος ἐδίδαξεν αὐτοὺς περιτέμνεσθαι καὶ ἄνδρας καὶ γυ 1.740 ναῖκας καὶ ἕνα μόνον προσκυνεῖν θεόν, τὸν δὲ Χριστὸν τιμᾶν ὡς λόγον θεοῦ, οὐχ ὡς υἱὸν δέ, ἀλλ' ὡς ἐκ πνεύματος ἁγίου γεγενημένον· λόγον δὲ καὶ