273
πνεῦμα προφορικὸν καὶ εἰς ἀέρα χεόμενον ὑπονοεῖν, οὐκ ἐνυπόστατα οὐδὲ τῷ γεννήτορι ὁμοούσια· τὴν δὲ ἁγίαν παρθένον Μαρίαν μὴ λέγειν θεοτόκον, ἀλλὰ τὴν Ἀαρὼν καὶ Μωσέως ἀδελφήν· μηδὲ βαπτίζεσθαι, μηδὲ σαββατίζειν, μήτε δὲ τοῖς νομι κοῖς ἢ εὐαγγελικοῖς ἔθεσιν ἐπακολουθεῖν, ἀλλὰ βδελύττεσθαι τὸν σταυρὸν καὶ τὴν σκιὰν ἐσταυρῶσθαι τοῦ Χριστοῦ ὁμολογεῖν. παρηγγυήσατο δὲ αὐτοῖς καὶ τῶν καθόλου ἀπηγορευμένων τῷ νόμῳ μετέχειν, πλὴν κρεῶν χοιρείων, οἴνῳ δὲ παντάπασι μὴ χρῆ σθαι. τοιοῦτόν τι μυθευσάμενος ἑαυτόν φησι κλειδοῦχον γεγε νῆσθαι τοῦ παραδείσου, καὶ κατὰ τὴν ἡμέραν τῆς κρίσεως, μετὰ τὸ παραστῆναι τὸν Μωσέα σὺν τοῖς Ἰσραηλίταις καὶ ὡς παραβά τας τοῦ νόμου τῇ κολάσει τοῦ πυρὸς παραδοθῆναι, αὖθις Ἰησοῦν παραστῆναι [καὶ] ἀρνησάμενον ἔμπροσθεν θεοῦ ὅτι οὐκ εἶπεν ἑαυ τὸν εἶναι υἱὸν θεοῦ, τοὺς δὲ Χριστιανούς, ὡς τοιοῦτον τολμή σαντας προστρῖψαι τῷ Χριστῷ ὄνομα καὶ θεὸν αὐτὸν καὶ υἱὸν θεοῦ καὶ λόγον σεσαρκωμένον καὶ σταυρωθέντα δογματίσαντας, τῇ τοῦ πυρὸς γεέννῃ παραδοθῆναι. εἶτα ἑαυτόν φησιν ὑπὸ τοῦ θεοῦ κεκλῆσθαι μάλα θεοσεβῆ, ὡς τοῦ παντὸς αὐτὸν ἔθνους αἴτιον θεοσεβείας ὑπάρξαντα ἐπαινεῖσθαι, καὶ τούτου χάριν κλει δοῦχον τοῦ παραδείσου γεγενῆσθαι. καί γε μετὰ τὸ ὑπ' αὐτοῦ τὸν παράδεισον ἀνεῳχθῆναι συνεισελθεῖν αὐτῷ ἑβδομήκοντα χι 1.741 λιάδας τοὺς δυναμένους ἐφορμῆσαι πρὸς τοῦτο. τοὺς δὲ λοιποὺς κριθήσεσθαι φάσκει, καὶ τοὺς μὲν δικαίους ἀναμφιβόλως τῆς τρυφῆς ἀπολαῦσαι, τοὺς δὲ εὑρισκομένους ἁμαρτωλοὺς πιττάκια ἐν τοῖς τραχήλοις περιέχοντας δεδεμένα εἰς τὸν παράδεισον αὐτοὺς εἰσελθεῖν, καὶ τούτους ὀνομάζεσθαι ἀπελευθέρους τοῦ θεοῦ καὶ τοῦ Μουχούμετ. εἶναι δὲ τρεῖς παραδείσους ἐν τῷ παραδείσῳ φλυαρεῖ, ἕνα μέλιτος καὶ ἕτερον γάλακτος καὶ ἕτερον οἴνου, πρὸς τὸ μετ' ἐξουσίας ἐμπιπλᾶσθαι αὐτῶν. τὰς δὲ γυναῖκας αὐτοῖς συνεῖναι καὶ φιλοκαλεῖν τὰς κόμας αὐτῶν καὶ θεραπεύειν τὰ φιλή δονα σώματα. τοὺς δὲ Ἰουδαίους καὶ Χριστιανοὺς ξύλα τοῦ πυρὸς γενομένους, ὑπολειφθῆναι τοὺς Σαμαρείτας λέγων πρὸς τὸ ἐκφέρειν τὴν κόπρον αὐτῶν ἐκ τοῦ παραδείσου, ὅπως μὴ ἐποζέσῃ ὁ παράδεισος. ἕκαστον δέ, ὡς ἂν ἐβίω, εἴτ' ἐν πλούτῳ ἢ πενίᾳ καὶ ἀδοξίᾳ, τὸν αὐτὸν κἀκεῖσε διάγειν τρόπον. οὗτος οὖν ὁ θεο στυγὴς καὶ παμμίαρος παντὸς ἀγαθοῦ καὶ κακοῦ τὸν θεὸν αἴτιον ὑπάρχειν ἐτερατολόγησε· καὶ τοὺς λῃστὰς καὶ φαρμακοὺς καὶ τοὺς ἄλλαις ἀπηγορευμέναις πράξεσιν ἁλόντας, οὕτως φλυαρεῖ ὁ ἄθεος, ἔγραψεν αὐτὸς ὁ θεός, καὶ προώρισεν ἀποθανεῖν αὐτούς. θαυμάσειε δ' ἄν τις τὴν τοσαύτην καὶ τηλικαύτην διαρκῆ ἀπάτην τοῦ θεομάχου καὶ ματαιόφρονος, μᾶλλον δὲ ἐσχάτην παράνοιαν καὶ κτηνωδίαν τῶν μέχρι νῦν τῇ τούτου πλάνῃ δεδουλωμένων καὶ ὡς ἰσχυρὰν καὶ θείαν ἀφρόνως ταύτην ἡγουμένων. πρὸς γὰρ τὴν ὄντως ἀληθῆ τε καὶ ἱερὰν καὶ θεοβράβευτον πίστιν ἐναργῶς ἀπο τυφλώττουσιν οἱ ἐσκοτισμένοι καὶ ἀσύνετοι, πρὸς δὲ τὴν ψευδώ1.742νυμον λατρείαν καὶ πλαστολογίαν τοῦ φένακος προσέχουσιν οἱ δεί λαιοι καὶ βαρυκάρδιοι. τὸν γὰρ ὄντως ὄντα θεόν, τὸν διὰ νόμου καὶ προφητῶν ἐκδήλως κηρυττόμενόν τε καὶ πιστευόμενον ἀπω θούμενοι καὶ καταψηφιζόμενοι, τὸν ἀντίθεον καὶ μεμηνότα καὶ φανερῶς ὑπὸ τῶν Ἐρινύων ἐνεργούμενον καὶ φθεγγόμενον οἱ κακό φρονες καὶ λυσσώδεις ἐρασμίως καὶ γεγηθότως προσίενται. ποία γὰρ θεόπνευστος γραφὴ περὶ τοῦ δυσσεβοῦς καὶ παραπαίοντος Μουχούμετ προδιεστείλατο; ἢ ποῖος θεσπέσιος αὐτὸν προφήτης ὡς διδάσκαλον εὐσεβείας προανήγγειλεν; οὐκοῦν εἰπάτωσαν οἱ ἀμέτοχοι πάσης ἱερᾶς ἐπινοίας καὶ μνήσεως, πῶς τοὺς ἀπὸ Ἀδὰμ καὶ μέχρι τῆς Χριστοῦ παρουσίας προφήτας ἀσμένως δῆθεν ἀπο δεχόμενοι τὸν μὲν ὑπ' αὐτῶν διαρρήδην προαναφωνούμενον Χρι στὸν τὸν θεὸν ἀρνοῦνται, τὸν δὲ κάκιστον καὶ μοχθηρὸν καὶ μηδὲ τὸ σύνολον ὑπ' αὐτῶν μνημονευόμενον ὡς θεομύστην καὶ ἐξοχώ τατον καὶ ἀληθεστάτης πίστεως διδάσκαλον ἀποδέχονται καὶ ὡς εὐεργέτην