274
ἐκθειάζουσιν οἱ ἀνόσιοι καὶ δυσώνυμοι. ἀνακρινέτωσαν δὲ οἱ ἀδιάκριτοι καὶ μανιώδεις καὶ τὰ ὑπ' αὐτοῦ μανιωδῶς καὶ δυσσεβῶς ῥηθέντα ληρήματα, καὶ λεγέτωσαν ποίαν συμφωνίαν ἔχουσι τὰ θεοπαράδοτα λόγια. ὁ μὲν γὰρ θεῖος λόγος ἀναφανδὸν δι δάσκει τὸν θεὸν ὑπάρχειν ἀναίτιον παντὸς κακοῦ καὶ τὸν ἄνθρωπον αὐτεξούσιον εἶναι τῆς ἑαυτοῦ σωτηρίας καὶ ἀπωλείας· ὁ δὲ τρισάθλιος καὶ τρισκατάρατος καὶ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων ἄσπονδος ἐχθρός, ἐκ σκαιοτέρου καὶ λαοπλάνου δαίμονος ἐνηχούμενος καὶ ἐνεργούμε 1.743 νος, παντὸς ἀγαθοῦ καὶ πονηροῦ τὸν θεὸν αἴτιον τολμηρῶς ἀπο φθέγγεται, καὶ πᾶν ὅπερ ἂν ἐπέλθῃ τῷ ἀνθρώπῳ, κἂν ἐξ ἐπη ρείας τοῦ πονηροῦ κἂν ἐξ οἰκείας ῥᾳθυμίας καὶ ἀδιακρισίας, τῆς θείας τοῦτο τυγχάνειν προνοίας ὁ ἀλιτήριος ἀποφαίνεται. καὶ ὁ μὲν περιφρονεῖν πλούτου καὶ ταπεινοφρονεῖν καὶ τὸν ἐνήδονον βίον ἀποσείεσθαι καὶ μὴ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ παρακελεύεται, ὁ δὲ πλουτεῖν καὶ ὑψηλοφρονεῖν καὶ πᾶσαν ἡδονὴν ἐκ περιουσίας ἀσπάζεσθαι καὶ ἀντεπεξιέναι σφόδρα τοῖς ἀντιπίπτουσιν ὡς ψυχι κὸν σωτήριον καὶ τοῦ παραδείσου πρόξενον. ἀλλ' ὢ τῆς ἀπονοίας καὶ παραπληξίας καὶ χλεύης τοῦ γόητος καὶ παλαμναίου, καὶ τῆς παραφροσύνης καὶ ἀπωλείας τῶν παρ' αὐτοῦ δεινῶς ἐξανδραποδι σθέντων καὶ μέχρι νῦν παρασυρομένων καὶ ἀπατωμένων. οὐδὲ γὰρ συνιοῦσιν οἱ ἄγαν μοχθηροὶ καὶ θηριώδεις καὶ λίαν ἀσύνετοι εἰς οἷον χαλεπὸν χάος καὶ Σατανικὴν Χάρυβδιν κατεποντίσθησαν καὶ τέλεον κατεπόθησαν, καὶ εἰς οἵους ἀφύκτους καὶ ἀδιεξοδεύ τους λαβυρίνθους καὶ δυσβάτους ἀτραποὺς καὶ ψυχοφθόρους φε νακισθέντες ἐλεεινῶς ἐξεκυλίσθησαν καὶ συνεσχέθησαν ὑποφθα ρέντες εἰς τέλος. διὸ καὶ θαυμάζειν λίαν ἔπεισί μοι τὴν τοσαύτην ἀλογίαν καὶ ἀναισθησίαν αὐτῶν, καίπερ οἰομένων ἐντρεχεστάτους ἑαυτοὺς εἶναι καὶ λογιωτάτους, πῶς οὐ κατανοοῦσι τῆς κενῆς ἀπάτης αὐτῶν τὸν ὄλισθον. ἔδει γάρ, ἔδει τοὺς ὄντως ἄφρονας καὶ βοσκηματώδεις ἐπιγνῶναι τὸν περὶ τῆς ἀναστάσεως αὐτῶν πρόδηλον καὶ μυσαρὸν βρόχον, ὅτιπερ διὰ βρώσεως καὶ πόσεως 1.744 ἐν μετουσίᾳ τυγχάνοντες ἄφθαρτοι καθόλου καὶ ἀθάνατοι διαμέ νουσι. καὶ πότε καὶ ποῦ λοιπὸν τὴν ἀποκαραδοκουμένην ζωὴν αἰώνιον καὶ ἀκήρατον τοῖς πιστοῖς κατὰ τὰς θείας γραφὰς οἱ θνη τοὶ καὶ ψυχῇ καὶ σώματι τεύξονται; καὶ πρὸς τούτῳ ἴστωσαν οἱ ἀλόγιστοι καὶ τάλανες ὡς οὐδέπω μέχρι καὶ τήμερον τῆς παλαιᾶς αὐτῶν καὶ ἀθέου πλάνης ἀπηλλάγησαν, ἀλλ' ἐν προσχήματι θεο σεβείας εἰδωλολατροῦσι λεληθότως, καὶ τὸν ἐγκεκρυμμένον τῇ θρησκείᾳ αὐτῶν δόλον τοῦ ἀρχεκάκου δαίμονος οὐδ' ὅλως οἱ ἀνού στατοι καὶ ἀπόπληκτοι ἐπιγινώσκουσι. πάλαι μὲν γὰρ εἰδωλολα τροῦντες καὶ τῇ παρ' Ἕλλησιν Ἀφροδίτῃ λεγομένῃ, τουτέστι τῇ ἡδονῇ, προσκυνοῦντες, καὶ τὸν ἀστέρα ταύτης τὸν ἑωσφόρον εἶναι μυθολογοῦσιν, ἣν δὴ καὶ Κουβὰρ τῇ ἑαυτῶν κακεμφάτῳ γλώσσῃ ἐπονομάσαντες, ὅπερ ἐστὶ μεγάλη, διέμειναν ἕως ἄρτι τὴν Ἀφρο δίτην θεὸν ὀνομάζοντες. ἵνα δὲ μὴ δόξωμέν τισι ψευδολογεῖν, σαφηνίσωμεν τὸ μέγα αὐτῶν μυστήριον. ἔχει δὲ ἡ λέξις τῆς μυ σαρᾶς αὐτῶν καὶ παμβεβήλου προσευχῆς οὕτως "ἀλλᾶ ἀλλᾶ οὐὰ κουβὰρ ἀλλᾶ." καὶ τὸ μὲν ἀλλᾶ ἀλλᾶ ἑρμηνεύεται ὁ θεὸς ὁ θεός, τὸ δὲ οὐὰ μεῖζον, τὸ δὲ κουβὰρ μεγάλη ἤτοι σελήνη καὶ Ἀφρο δίτη. ὅπερ ἐστὶν οὕτως, ὁ θεὸς ὁ θεὸς μείζων καὶ ἡ μεγάλη, εἴτ' οὖν Ἀφροδίτη, θεός. καὶ τοῦτο σαφηνίζει ἡ ἐπαγωγὴ τοῦ τελευταίου ἀλλᾶ. ἅπερ ἅπαντα ἐπικεκρυμμένως τῇ ἰδιότητι τῆς ἑαυτῶν γλώτ της λαλοῦσιν. ἀλλὰ τοὺς μὲν χοιρώδεις καὶ τελματώδεις καὶ μη δὲν πλέον τῆς ἡδονῆς καὶ ῥαστώνης εἰδότας ἀφέμενος ὁ λόγος, ὡς ἀνεπαισθήτως νοσοῦντας, πρὸς τὰ ἑξῆς τῆς ἱστορίας χωρείτω.
1.745 Μετὰ δέ γε τὸν θάνατον τοῦ θεηλάτου Μουχούμετ ἐφάνη κατὰ μεσημβρίαν ἀστὴρ ὁ λεγόμενος δοκίτης, προμηνύων τὴν τῶν Ἀράβων ἐπικράτειαν. ἔμεινε δὲ ἐπὶ ἡμέρας τριάκοντα, διατείνων ἀπὸ μεσημβρίας ἕως ἄρκτου. ἦν δὲ