275
ξιφοειδής. Τῷ κδʹ ἔτει Ἀβουβάχαρ τελευτᾷ, ἀμηρεύσας ἔτη δύο ἥμισυ, καὶ ἀντ' αὐτοῦ κρατεῖ Οὔμαρος, ὃς παρέλαβε Βόστραν τὴν πόλιν καὶ ἄλλας πολλάς, καὶ ἦλθε μέχρι τοῦ Γαβιθᾶ. τούτῳ συμβα λὼν Θεόδωρος ὁ τοῦ Ἡρακλείου ἀδελφὸς καὶ ἡττηθεὶς πρὸς τὸν βασιλέα ἔρχεται ἐν Ἐδέσῃ. ὁ δὲ βασιλεὺς προχειρίζεται ἕτερον στρατηγὸν Βοάνην, τὸν δὲ σακελλάριον Θεόδωρον μετὰ Ῥωμαϊ κῆς δυνάμεως πέμπει κατὰ Ἀράβων. παραγενόμενος δὲ εἰς Ἔμεσαν συναντᾷ πλῆθος Σαρακηνῶν καὶ τὸν ἀμηρᾶν αὐτῶν, καὶ εἰς τὸν Βαρδανίσιον ποταμὸν παραφοσσατεύει. Ἡράκλειος δὲ ἀπελ πίσας καταλιμπάνει τὴν Συρίαν, καὶ ἄρας τὰ τίμια ξύλα ἀπὸ Ἱε ροσολύμων ἐπὶ Κωνσταντινούπολιν ἀπῄει. Βοάνην δὲ ἀπὸ ∆α μασκοῦ εἰς Ἔμεσαν στρέφει, καὶ Θεόδωρον σακελλάριον ἔχοντα στρατὸν χιλιάδας μʹ. καὶ διώκουσι τοὺς Ἄραβας ἀπὸ Ἐμέσης ἕως ∆αμασκοῦ. Τῷ κεʹ ἔτει ἐπιστρατεύουσιν οἱ Σαρακηνοὶ μετὰ πλήθους Ἀράβων, καὶ συμβολῆς γενομένης ἡττῶνται Ῥωμαῖοι. στασιάσαντες δὲ οἱ περὶ Βαάνην Ἡράκλειον ἀποκηρύττουσι καὶ Βαάνην ἀναγορεύουσιν βασιλέα. ἐν τούτοις ὑποχωροῦσιν οἱ περὶ τὸν σα κελλάριον, καὶ οἱ Σαρακηνοὶ εὑρόντες ἄδειαν συμβάλλουσι μετὰ Βαάνους πόλεμον καὶ ἡττῶσιν αὐτόν· ἀνέμου γὰρ πνεύσαντος 1.746 βιαίου νότου κατὰ Ῥωμαίων, καὶ μὴ δυναμένων τοὺς ἐχθροὺς ἀντωπῆσαι διὰ τὸν πολὺν κονιορτόν, δεινῶς τρέπονται, καὶ ῥίπτον τες ἑαυτοὺς εἰς τοὺς στενωποὺς τοῦ ποταμοῦ Ἰερμοχθᾶ διεφθά ρησαν αἱ τεσσαράκοντα χιλιάδες. παρέλαβον δὲ καὶ τὴν ∆αμα σκὸν καὶ τὰς χώρας τῆς Φοινίκης, καὶ οἰκίζονται ἐκεῖ. εἶτα στρα τεύονται κατ' Αἰγύπτου, καὶ λαβόντες καὶ αὐτὴν κατοικοῦσιν ἐν αὐτῇ. Τῷ κʹ ἔτει στρατεύει Οὔμαρος κατὰ Παλαιστίνης, καὶ παραλαμβάνει λόγοις τὴν ἁγίαν πόλιν Σωφρονίου πατριάρχου ὄν τος. εἰσελθὼν δὲ Οὔμαρος εἰς τὴν ἁγίαν πόλιν τριχίνοις ἐκ κα μήλου ἐνδύμασιν ἠμφιεσμένος ἐρρυπωμένοις, ὑπόκρισίν τε Σατα νικὴν ἐνδεικνύμενος, τὸν ναὸν ἐζήτει τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομῶν, προσκυνητήριον ποιῆσαι τῆς αὐτοῦ βλασφημίας. τοῦ τον ἰδὼν Σωφρόνιος ἔφη "ἐπ' ἀληθείας τοῦτό ἐστι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἑστὼς ἐν τόπῳ ἁγίῳ," πολλοῖς τε δάκρυσι τοὺς Χριστιανοὺς ἀπωδύρετο. παρεκάλεσεν οὖν αὐτὸν λαβεῖν σινδόνα καὶ ἐνδύσασθαι· ὁ δὲ οὐκ ἠνέσχετο. μόγις οὖν ἐπείσθη, καὶ πλυνθέντων τῶν αὐτοῦ πάλιν ἀπέστρεψε τὰ τοῦ πατριάρχου. ἐν τούτοις ἀπεβίω Σωφρόνιος, πολλὰ κατὰ Ἡρακλείου καὶ τῶν ὁμο φρόνων αὐτοῦ Σεργίου καὶ Πύρρου τῶν μονοθελητῶν ἀγωνισάμε νος. τούτῳ τῷ ἔτει ἀπολύει Οὔμαρος τὸν Ἰὰδ εἰς Συρίαν, καὶ ὑπέταξε πᾶσαν τοῖς Σαρακηνοῖς. 1.747 Περὶ δέ γε τῆς ἁγίας γῆς ὁ θεσπέσιος ἔλεγε Μωϋσῆς πρὸς τὸν Ἰσραήλ "ἰδοὺ κύριος ὁ θεός σου εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν, ἧς χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσου ἐκπορευόμεναι διὰ τῶν πεδιάδων καὶ τῶν ὀρέων. γῆ πυροῦ καὶ κριθῆς, ἄμπε λοι καὶ συκαῖ καὶ ῥοιαὶ καὶ φοίνικες· γῆ ἐλαίου καὶ μέλιτος· γῆ ἐφ' ἣν οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον σου· γῆ ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν· γῆ ῥέουσα γάλα καὶ μέλι· γῆ ἣν κύριος ὁ θεός σου ἐπισκοπεῖ, ἥτις εὐλογη μένη ἐστὶ καὶ καρποφόρος ὑπὲρ πᾶσαν τὴν γῆν, καὶ τῷ παραδείσῳ τοῦ θεοῦ παρεικαζομένη." προσμαρτυρεῖ δὲ τούτοις καὶ ὁ σοφώ τατος Ἀριστοτέλης λέγων "καὶ γὰρ πολυάνθρωπός ἐστιν ἡ γῆ τῆς ἐπαγγελίας, καὶ παντοίοις καρποῖς εὐθηνοῦσα, ἀμπέλων τε καὶ ἀκροδρύων καὶ φοινίκων πλῆθος ἄπλετον, καὶ κτήνη πάμπολλα καὶ διάφορα, καὶ δαψιλὴς ἡ τούτων νομὴ δι' ὅλου τοῦ χρόνου γίνεται διὰ τὴν πολλὴν εὐκρασίαν τῆς γῆς καὶ πιότητα· πολὺ δὲ πλῆθος καὶ τῶν ἀρωμάτων καὶ λίθων πολυτελῶν καὶ χρυσοῦ πα ρακομιζομένου διὰ τῶν Ἀράβων." ὡσαύτως οὖν καὶ Ἰώσηπος ἔφη "πάμφορος γὰρ οὖσα δι' εὔκρατον ἀέρα καὶ πολλὴν πιότητα χειμῶνος ὥρᾳ ἐκφέρει κάρυα καὶ ἐν καύματι φοίνικας, καὶ πλεῖ στον γεωργεῖ ἔλαιον. καὶ σταφυλὴν μὲν καὶ σῦκα διὰ μηνῶν δέκα ἐσθίουσιν οἱ ἐκεῖσε, τοὺς δὲ λοιποὺς καρποὺς δὶς τοῦ ἐνιαυτοῦ τρυγῶσι." τὸ δὲ μέγεθος τῶν βοτρύων τῆς