276
σταφυλῆς ἐκείνης ἐδήλωσεν ἡ γραφὴ λέγουσα περὶ τῶν κατασκόπων ὧν ἀπέστειλε Μωϋσῆς, ὅτι ἦλθον ἕως φάραγγος βότρυος, καὶ κόψαντες ἐκεῖ 1.748 θεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἦραν αὐτὸν ἐπ' ἀναφορεῦ σιν· ἐν ξύλῳ γὰρ ἐσχηματισμένῳ πλαγίως μέσον κρεμασθείς, καὶ ἐπ' ὤμων δύο ἀνδρῶν βασταζόμενος, πᾶσιν ἐδήλου τῆς ἁγίας γῆς ἐκείνης τὴν εὐκαρπίαν. δι' ἧς Ἀλέξανδρος ὁ μέγας διαπορευό μενος, καὶ ξύλα καρποφόρα, ἐν οἷς καὶ πήγανον θεασάμενος τὸ ὕψος καὶ πλάτος ἐφάμιλλον συκῆς, ἐθαύμασε σφόδρα τῆς γῆς ἐκείνης τὴν εὐκαρπίαν τε καὶ πιότητα. ἀλλὰ μὴν καὶ ὀποβάλσα μον γεωργεῖ πλεῖστον, καὶ ἕτερα πολλὰ δυσπόριστα καὶ ἀνθρώ ποις ἐπέραστα. κἀντεῦθεν τοίνυν, ὡς ἐξαίρετον καὶ διαφέρουσαν ἀσυγκρίτως πάσης τῆς γῆς, εἰκότως ἔδωκεν αὐτὴν ὁ θεὸς τῷ ἠγαπημένῳ καὶ προτοτόκῳ υἱῷ αὐτοῦ εἰς κληρονομίαν τε καὶ ἀπό λαυσιν. "εἰσήγαγε γὰρ αὐτούς" φησίν "εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτίσατο ἡ δεξιὰ αὐτοῦ." τοιγαροῦν ἐν τῇ ἁγίᾳ ταύτῃ καὶ μακαρίᾳ γῇ καὶ ἀγαθῇ τῆς ἐπαγγελίας πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λόγος τοῖς προφήταις ὁραθείς, θεο πρεπῶς τε τὰς θεοφανίας ποιησάμενος, ἔλεγεν "ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ἐμυήθην." ἐπ' ἐσχάτων δὲ σαρκοφόρος ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, πληρώσας καὶ τό "μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος." ἐν ᾗ καὶ τὸ σωτήριον ὑπομείνας πάθος τὴν παγκόσμιον εἰργάσατο σωτηρίαν. αὐτὸς γὰρ ὁ κύριος καρδίαν τῆς γῆς ἐκάλεσε τὴν Ἱερουσαλήμ· 1.749 ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους ἡμέρας τρεῖς καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ κοιλίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ὅθεν καὶ ὁ θεῖος Χρυ σόστομος εἰς τὸ φάσκον ῥητόν "ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιό τητος αὐτοῦ" φησί "καὶ γὰρ ἐπὶ τῆς παλαιᾶς ἐκεῖθεν γέγονεν ἡ τοῦ θεοῦ εὐπρέπεια, οἷον ὁ βωμός, τὰ ἅγια τῶν ἁγίων, ἡ λα τρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας, καὶ ἱερέων πλῆθος καὶ θυσία καὶ ὁλοκαύτωσις καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμῳδίαι καὶ πάντα τὰ ἐκεῖθεν, καὶ τὰ μέλλοντα προδιεγέγραπτο. ἐπειδὴ δὲ καὶ ἡ ἀλήθεια παραγέγονεν, ἐκεῖθεν τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν, ἐκεῖθεν τὰ μυρία κατορθώματα. διὰ δὴ τοῦτο καὶ περὶ τῆς τοῦ Χριστοῦ δευτέρας νομοθεσίας ὁ μέγας Ἠσαΐας λέγει «ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν.»
Σιὼν γὰρ ἐν ταῦθα ὁλόκληρον λέγει τὸ χωρίον καὶ τὴν παρακειμένην αὐτῷ μη τρόπολιν τῶν Ἰουδαίων. ἐκεῖθεν τοίνυν, ὥσπερ ἐκ βαλβῖδός τινος εὔδρομοι καὶ εὐσταλεῖς ἵπποι, εἰς τὴν οἰκουμένην ἅπασαν οἱ ἀπόστολοι ἐξεπέμφθησαν, ἐκεῖθεν τὰ σημεῖα ποιεῖν ἤρξαντο· ἐκεῖ γέγονε τὸ σωτήριον πάθος καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς ἡμετέρας σωτηρίας. ἐκεῖ τὰ ἀπόρρητα δόγματα κηρύττεσθαι τὴν ἀρχὴν ἔλαβεν. ἐκεῖ πρῶτον ἀπεκαλύφθη πατὴρ καὶ ἐγνωρίσθη μονογενὴς υἱὸς καὶ ἐδόθη τοσαύτη πνεύματος ἁγίου χάρις. καὶ τὸν περὶ τῶν ἀσωμάτων λόγον 1.750 ἐκεῖ ἐγύμναζον, καὶ δωρεῶν καὶ δυνάμεων καὶ τῶν μελλόντων ἀγαθῶν τὰς ἐπαγγελίας, ἅπερ ἅπαντα ὡραιότητας τοῦ θεοῦ λέγει· κάλλη γὰρ θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ φιλανθρωπία καὶ ἡ εἰς πάντας εὐεργεσία. ἐκεῖ τοίνυν καὶ τὸ πτῶμα καὶ πταῖσμα τοῦ Ἀδὰμ θεραπεύσας, καὶ τὴν ταχίστην, ὥσπερ καὶ ὑπόπτερον, τῶν ἁγίων συνέλευσιν καὶ ὑπάντησιν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρου σίᾳ προϋπεμφαίνων, ἔλεγεν «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.»" ὡσαύτως δὲ καὶ ὁ μέγας Ἀθανάσιος εἰς τὸ πάθος τοῦ Χριστοῦ λέγει "διόπερ οὐχ ἀλλαχόσε πάσχει Χριστὸς οὔτε μὴν εἰς ἄλλον σταυροῦται τόπον ἢ εἰς τοῦ κρανίου τόπον, ἐν ᾧ δὴ τῶν Ἑβραίων οἱ διδάσκαλοί φασι τοῦ Ἀδὰμ εἶναι τὸν τάφον· ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν κατάραν τεθάφθαι διαβεβαιοῦνται. διὰ τοῦτο θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. ἔδει γὰρ τὸν κύριον ἀνανεῶσαι θέλοντα τὸν πρῶτον ἄνθρωπον, ἐν