277
ἐκείνῳ παθεῖν τῷ τόπῳ. καὶ ἐπειδὴ ἤκουσεν Ἀδάμ «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,» ταύτῃ πάλιν ἐκεῖ τέθειται, ἵνα ἐν ᾧ τόπῳ τὴν κατάραν ἔλαβεν, ἐκεῖ καὶ τὴν λύσιν ταύτης δέξηται." Ὄντι δὲ τῷ βασιλεῖ Ἡρακλείῳ ἐν τῇ ἀνατολῇ ἐγεννήθη αὐ τῷ υἱὸς ὁ ∆αβίδ. τῇ αὐτῇ ἡμέρᾳ ἐτέχθη καὶ Κωνσταντίνῳ τῷ υἱῷ Ἡρακλείου Ἡράκλειος, ὃς ἐβαπτίσθη ὑπὸ Σεργίου τοῦ πατριάρχου. τῷ δ' αὐτῷ ἔτει ἐπανέστησαν οἱ Πέρσαι κατ' ἀλλή λων, καὶ πολλοὶ διεφθάρησαν. τότε ὁ βασιλεὺς τῶν Ἰνδῶν πέμ πει συγχάρια τῷ βασιλεῖ, μαργαρίτας καὶ λίθους τιμίους πολλούς. 1.751 ἦν δὲ ὁ Μωάμεδ προτελευτήσας, ὃς ἔστησε τέσσαρας ἀμηράδας πολεμεῖν τοῖς ἐξ Ἀράβων γενομένοις Χριστιανοῖς. καὶ ἦλθον κατέναντι Θεοδώρου κουβικουλαρίου, καὶ συμβαλόντες πόλεμον ἀναιροῦνται οἱ τρεῖς ἀμηράδες καὶ πλῆθος πολὺ ἐξ αὐτῶν. ἐξ ῆλθε δὲ καὶ ὁ εἷς ἀμηρᾶς ὁ Χάλεβος, ὃν λέγουσιν μάχαιραν τοῦ θεοῦ. ἦσαν δέ τινες τῶν πλησίον Ἀράβων λαμβάνοντες παρὰ τῷ βασιλεῖ Ῥωμαίων ῥόγαν πρὸς τὸ φυλάττειν τὰ στόμια τῆς ἐρήμου. ἐν αὐτῷ δὲ τῷ καιρῷ ἐλθόντες οὐκ ἔλαβον τὴν ῥόγαν, ἀλλ' ἐδιώ χθησαν. λυπηθέντες δὲ ἀπῆλθον πρὸς τοὺς ὁμοφύλους, καὶ ὡδήγησαν αὐτοὺς ἐπὶ τὴν χώραν Γάζης, στόμιον οὖσαν τῆς ἐρή μου κατὰ τὸ Σίναιον ὄρος, πλουσίαν σφόδρα. οἳ καὶ παρέλαβον τὴν Ἤραν καὶ πᾶσαν τὴν χώραν Γάζης. ἐλθὼν δὲ Σέργιος ἀπὸ Καισαρείας τῆς Παλαιστίνης σὺν ὀλίγοις στρατιώταις κτείνεται πρῶτος σὺν τῷ στρατῷ. οἱ δὲ λαβόντες αἰχμαλωσίαν πολλὴν ὑπέστρεψαν. Τῷ κζʹ ἔτει ἦλθεν Ἰωάννης ὁ Κατζᾶς, ἐπίτροπος Ὀσροηνῆς, πρὸς Ἰὰδ εἰς Χαλκηδόνα, καὶ ἐστοίχησε διδόναι αὐτῷ δέκα μυριάδας νομισμάτων πρὸς τὸ μὴ περᾶσαι τὸν Εὐφράτην μήτε εἰρηνικῶς μήτε πολεμικῶς. Ἡράκλειος δὲ τοῦτο μαθὼν ὡς ἄνευ εἰδήσεως αὐτοῦ τοῦτο πεποίηκε, τοῦτον ἐξώρισε καὶ ἀντ' αὐτοῦ Πτολεμαῖον στρατηγὸν ἔπεμψε. Τῷ κηʹ ἔτει παρέλαβον οἱ Ἄραβες τὴν Ἀντιόχειαν, καὶ 1.752 ἐπέμφθη Μαβίας ὑπὸ Οὐμάρου στρατηγὸς καὶ ἀμηρᾶς πάσης τῆς ὑπὸ τοὺς Σαρακηνοὺς χώρας ἀπὸ Αἰγύπτου ἕως Εὐφράτου. Τῷ κθʹ ἔτει παραλαμβάνει Ἰὰδ τὴν Ἔδεσαν λόγοις, τὴν δὲ Κωνστάντειαν πολέμῳ, ὁμοίως καὶ τὸ ∆αράς, καὶ πολλοὺς ἐν ταύτῃ ἀπώλεσε. καὶ οὕτως παρέλαβεν Ἰὰδ πᾶσαν τὴν Μεσο ποταμίαν.
Τῷ δὲ λʹ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ κατὰ Περσίδος, καὶ νικήσαντες πάντας τοὺς Πέρσας ὑπέταξαν. Ὁρμίσδας δὲ ὁ βασιλεὺς τῶν Περσῶν φυγῇ χρησάμενος ἐπὶ τοὺς ἐνδοτέρω Πέρσας καταφεύγει. οἱ δὲ Σαρακηνοὶ αἰχμαλώτους τὰς τοῦ Χοσρόου θυγατέρας ἅμα τῇ βασιλικῇ ἀποσκευῇ ἄγουσι πρὸς Οὔμαρον. τῷ δ' αὐτῷ χρόνῳ ποιεῖ ἀναγραφὴν Οὔμαρος πάσης τῆς ὑπ' αὐτὸν οἰκουμένης, τῶν τε ἀνθρώπων καὶ κτηνῶν καὶ φυτῶν. Τῷ λαʹ ἔτει τελευτᾷ Ἡράκλειος βασιλεὺς ὑδεριάσας, μηνὶ Μαρτίῳ ιαʹ, βασιλεύσας ἔτη λʹ μῆνας ιʹ. οὗτος ὑπὸ Ἀθανασίου πατριάρχου τῶν Ἰακωβιτῶν καὶ Σεργίου τοῦ Σύρου Κωνσταντι νουπόλεως ἀπατηθεὶς εἰς τὴν αἵρεσιν τῶν μονοθελητῶν ἐξεκυλίσθη, καὶ δὴ μετὰ ταῦτα νόσῳ περιπεσὼν ὑδερικῇ, δι' ἧς καὶ τέθνηκε, δεινῶς ἐτιμωρεῖτο· ἐπὶ τοσοῦτον γὰρ τὸ πάθος ἐπεκτάθη, ὡς ἡνίκα ἀπουρεῖν ἔμελλε, σανίδα τίθεσθαι κατὰ τοῦ ἤτρου διὰ τὸ στρέφεσθαι τὸ αἰδοῖον αὐτοῦ καὶ κατὰ τοῦ προσώπου τὸ οὖρον ἀναπέμπειν. ἔλεγχος δὲ ἦν τοῦτο τῆς ἑαυτοῦ παρανομίας ἕνεκεν τοῦ εἰς τὴν ἰδίαν ἀνεψιὰν Μαρτῖναν παρανομωτάτου γάμου. ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν λάρνακι, καὶ ἔμεινεν ἀσκεπὲς ἡμέ 1.753 ρας δʹ. συνετάφη δὲ αὐτῷ καὶ στέμμα χρυσοῦν, καὶ οὕτως ἐσκε πάσθη. Μετὰ τοῦτον βασιλεύει Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ μῆνας δʹ. ἦν δὲ ἀσθενὴς τὸ σῶμα, καθ' ἑκάστην ὡς εἰπεῖν νοσηλευό μενος. τούτῳ τινὲς λέγουσιν ὅτι τὸ στέμμα, ἐν ᾧ ἐστέφθης, σὺν τῷ πατρί σου ἐτάφη. καὶ ἐκέλευσε Καλλινίκῳ κουβικουλα ρίῳ κομίσαι αὐτό. ἀπελθὼν οὖν καὶ ἀνοίξας εὗρε τὸ σῶμα δια λυθὲν ὡσεὶ ὕδωρ, τὸ δὲ στέμμα συμπαγὲν τῇ κεφαλῇ. καὶ ἀνέ σπασεν αὐτὸ σὺν τῇ κόμῃ, πενθῶν καὶ ὀδυρόμενος, καὶ ἀπήγαγε τοῦτο τῷ Κωνσταντίνῳ. ὁ δὲ ἐκέλευσε τοῦτο παραλυθῆναι