278
καὶ τιμηθῆναι· ὃ καὶ διετιμήθη λίτρας οʹ. τελευτᾷ δὲ Κωνσταντῖνος φαρμακευθεὶς ὑπὸ Μαρτίνης τῆς αὐτοῦ μητρυιᾶς καὶ Πύρρου πατριάρχου· καὶ τίθεται τὸ σῶμα αὐτοῦ ἐν τῷ ἡρῴῳ τῶν ἁγίων ἀποστόλων. γυνὴ δὲ τούτου Ἀναστασία, ἥτις μετὰ τελευτὴν συνετάφη τῷ ἰδίῳ ἀνδρί. Βασιλεύει δὲ Ἡρακλωνᾶς σὺν μητρὶ Μαρτίνῃ μῆνας ʹ. οὗ τος προσήγαγεν εἰς τὴν ἁγίαν Σοφίαν τὸ στέμμα ὅπερ ἀφείλετο Κωνσταντῖνος ἐκ τοῦ μνημείου τοῦ πατρὸς αὐτοῦ, δοὺς καὶ ἑκά στῳ στρατευομένῳ λεγάτον, νομίσματα τρία, ὑπὲρ Κωνσταντίνου ἀδελφοῦ αὐτοῦ. τούτῳ τῷ ἔτει παραλαμβάνει Μαβίας Καισά ρειαν τῆς Παλαιστίνης μετὰ ἑπτὰ ἔτη τῆς πολιορκίας αὐτῆς, καὶ κτείνει ἐν αὐτῇ Ῥωμαίων χιλιάδας ἑπτά. τούτῳ τῷ ἔτει ἀπώσατο ἡ σύγκλητος Ἡρακλωνᾶν ἅμα Μαρτίνῃ τῇ μητρὶ αὐτοῦ καὶ Βα 1.754 λεντίνῳ, καὶ γλωσσοκοπήσαντες Μαρτῖναν καὶ ῥινοκοπήσαντες Ἡρακλωνᾶν ἐξώρισαν ἀμφοτέρους. καὶ ἀνεβίβασαν Κώνσταντα τὸν υἱὸν Κωνσταντίνου, ἔγγονον Ἡρακλείου, ἐπὶ τὴν ἀρχήν, ὃς ἐκράτησεν ἔτη κζʹ. ὁ δὲ Ἡρακλωνᾶς οὐκ ἐτάφη βασιλικῶς, ἀλλὰ διωχθεὶς ἐκ τῆς βασιλείας καὶ ἰδιωτεύων ἐτάφη ἐν τῷ μοναστηρίῳ σὺν τῇ μητρὶ Μαρτίνᾳ. Πύρρου δὲ ἐκβληθέντος χειροτονεῖται πατριάρχης Κωνσταντινουπόλεως Παῦλος πρεσβύτερος καὶ οἰκονό μος, ἐπισκοπήσας ἔτη ιβʹ. Κόσμου ἔτος #22ρλδʹ, τῆς θείας σαρκώσεως ἔτος χμʹ. Ῥω μαίων βασιλεὺς Κώνστας ὁ υἱὸς Κωνσταντίνου υἱοῦ Ἡρακλείου, αἱρετικός, ἔτη κζʹ. ὃς παρακλητικοῖς λόγοις πρὸς τὴν σύγκλητον ἐχρήσατο, ἐπαινέσας αὐτὴν ὑπὲρ τοῦ μίσους Ἡρακλωνᾶ καὶ Μαρ τίνης ὡς φονέων γεγονότων τοῦ πατρὸς αὐτοῦ, καὶ δωρεαῖς φιλο τιμησάμενος ἀπέλυσε. Τῷ βʹ ἔτει ἤρξατο Οὔμαρος οἰκοδομεῖν τὸν ναὸν Ἱερουσα λήμ, καὶ οὐχ ἵστατο τὸ κτίσμα. πυθομένου δὲ τὴν αἰτίαν εἶπον οἱ Ἰουδαῖοι, καὶ κατήγαγον τὸν σταυρὸν τὸν ὄντα ἐπάνω τοῦ ναοῦ τοῦ ὄρους τῶν ἐλαιῶν, καὶ οὕτως συνέστη αὐτῶν ἡ οἰκοδομή. διὰ ταύτην τὴν αἰτίαν πολλοὺς σταυροὺς κατήγαγον οἱ μισό χριστοι. Τῷ γʹ ἔτει γέγονεν ἔκλειψις ἡλίου.
Τῷ ʹ ἔτει γέγονεν ἄνεμος βίαιος, καὶ πολλὰ δένδρα παμ μεγέθη ἔπεσον, καὶ στύλους ἔρριψε. 1.755 Τῷ ζʹ ἔτει ἐπεστράτευσε Μαβίας εἰς Κύπρον, ἔχων σκάφη #22αψʹ, καὶ παρέλαβε Κωνστάντειαν καὶ πᾶσαν τὴν νῆσον. Τῷ ηʹ ἔτει Μαβίας τὴν Ἄραδον σφοδρῶς πολεμήσας ταύ την λόγῳ παρέλαβε καὶ ἀπετείχισε καὶ ἐνέπρησε, καὶ τὴν νῆσον ἄοικον ἐποίησεν ἕως τοῦ νῦν. τῷ δ' αὐτῷ ἔτει γέγονεν ἐν Ῥώμῃ σύνοδος ὑπὸ Μαρτίνου κατὰ τῶν μονοθελητῶν. Τῷ ιαʹ ἔτει κόνις ἐκ τοῦ οὐρανοῦ κατηνέχθη. Τῷ ιβʹ Μαβίας καταλαβὼν τὴν Ῥόδον καθεῖλε τὸν κολοσ σὸν μετὰ #22ατξεʹ ἔτη τῆς αὐτοῦ ἱδρύσεως· ὃν ὠνησάμενος ἔμπορος ἐννακόσια καμήλια ἐφόρτωσε τὸν χαλκόν. καὶ γὰρ οἱ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἀνδριάντα χαλκοῦν τῷ ἡλίῳ πη χῶν πʹ, ὡς λέγει τὸ ἐν αὐτῷ ἐπίγραμμα· "τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα Λάχης ἐποίησε πήχεων ὁ Λίνδιος." ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσόν, ἀφ' οὗ καὶ αὐτοὶ Κολοσ σαεῖς ὀνομάσθησαν. Τῷ ιγʹ ἔτει Μαβίας ἐξόπλισιν ἐν Τριπόλει ἐποίησε μεγάλων πλοίων τοῦ ἀνελθεῖν κατὰ Κωνσταντινουπόλεως. τοῦτο θεασά μενοι δύο ἀδελφοὶ φιλόχριστοι, υἱοὶ βυκινάτορος, ζήλῳ θείῳ τρωθέντες ἐπὶ τὸ δεσμωτήριον παρεγένοντο, καὶ τὰς πύλας διαρ ρήξαντες καὶ τοὺς δεσμίους λύσαντες τὸν ἀμηρᾶν Τριπόλεως ἀπέ κτειναν καὶ τοὺς σὺν αὐτῷ, καὶ τὴν ἀποσκευὴν πᾶσαν ἐμπρήσαν τες ἐπὶ Ῥωμανίαν ἀπέπλευσαν. καὶ ὁ μὲν Μαβίας στρατεύει Και 1.756 σάρειαν τῆς Καππαδοκίας, Ἀβουλαούαρ δὲ ἀρχηγὸν κατέστησε τῶν πλοίων· ὃς παραγενόμενος εἰς τὸν Φοίνικα τῆς Λυκίας, ἔνθα ἦν ὁ βασιλεὺς μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου, ναυμαχεῖ μετ' αὐτοῦ. τῇ οὖν πρὸ τοῦ πολέμου ἑσπέρᾳ θεωρεῖ κατ' ὄναρ ὁ βασιλεὺς ὅτι ἦν ἐν Θεσσαλονίκῃ. διυπνισθεὶς δὲ διηγήσατο τῷ ὀνειροκρίτῃ. ὁ δὲ ἔφη "ὦ βασιλεῦ, εἴθε μὴ ὕπνωσας τῇ νυκτὶ ταύτῃ, μήτε ὄνειρον ἐθεάσω· τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ, θὲς ἄλλῳ τὴν νίκην, κρίνεται.