279
πρὸς τὸν ἐχθρόν σου ἡ νίκη τρέπεται." καὶ δὴ τοῦτο καὶ ἀπέβη· συμβαλόντες γὰρ πόλεμον ἡττῶνται Ῥω μαῖοι, καὶ συγκιρνᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥωμαίων. ἐν δύει δὲ ὁ βασιλεὺς ἄλλον τὴν ἐσθῆτα αὐτοῦ, καὶ εἰσπηδήσας ὁ προλεχθεὶς υἱὸς τοῦ βυκινάτορος τὸν βασιλέα ἀφαρπάζει καὶ εἰς ἕτερον σκάφος μεταβάλλει καὶ παραδόξως διασώζει. αὐτὸς δὲ ἐπιστὰς τῇ βασιλικῇ νηῒ πολλοὺς ἀνεῖλεν ὁ γενναιότατος, ὕστερον δὲ ἀναιρεῖται καὶ αὐτός. ὁ δὲ βασιλεὺς μόλις διασωθεὶς ὑπέστρεψε μετ' αἰσχύνης ἐν Κωνσταντινουπόλει. Ἐφ' ὧν χρόνων καὶ ὁ ἀρχηγὸς τῶν Παυλικιάνων ἀνεφάνη Κωνσταντῖνος, ὁ καὶ Σιλουανὸν αὐτὸν ὀνομάσας. ἔστι δὲ ἡ αἵρε σις αὐτῶν οὕτως. Παυλικιάνοι οἱ καὶ Μανιχαῖοι. μετωνομά σθησαν δὲ ἀντὶ Μανιχαίων Παυλικιάνοι ἀπὸ Παύλου τινὸς Σαμο σατέως, υἱοῦ γυναικὸς Μανιχαίας Καλλινίκης τοὔνομα, ἥτις δύο υἱοὺς ἔσχε, τοῦτον τὸν Παῦλον καὶ Ἰωάννην. τούτους οὖν τὴν 1.757 Μανιχαϊκὴν αἵρεσιν διδάξασα ἐκ τοῦ Σαμοσάτου εἰς Ἀρμενιακοὺς κήρυκας τῆς αἱρέσεως αὐτοὺς ἀπέστειλεν· οἵτινες ἐλθόντες εἰς κώμην τινὰ τῆς Φαναρροίας ἐκεῖσε τὴν ἑαυτῶν αἵρεσιν ἐνέσπειραν. ἔκτοτε οὖν ἡ μὲν κώμη μετωνομάσθη Ἐπίσπαρις, οἱ δὲ μαθηταὶ αὐτῶν Παυλικιάνοι ἐκλήθησαν. οὗτοι μετὰ χρόνους πολλοὺς τῆς διαδοχῆς τοῦδε τοῦ Παύλου ἕτερον ἔσχον διδάσκαλον Κωνσταντῖ νον καλούμενον, τὸν προρρηθέντα Σιλβανόν. τοῦτον ἔχουσιν ἀρχηγὸν τῶν διδασκαλιῶν αὐτῶν, καὶ οὐχὶ τὸν Παῦλον. οὗτος γὰρ αὐτοῖς παρέδωκε τὰς αἱρέσεις αὐτοῦ ἀγράφως κατὰ παράδο σιν, τὸ εὐαγγέλιον μὲν κατὰ παράδοσιν, τὸν δὲ ἀπόστολον ἐγγρά φως, ἀπαράλλακτα μὲν τῇ γραφῇ καὶ τοῖς λόγοις ὡς καὶ τὰ παρ' ἡμῖν ὄντα παραδούς, διαστρέψας δὲ ἕκαστον κεφάλαιον πρὸς τὰς ἑαυτοῦ αἱρέσεις, νομοθετήσας αὐτοῖς καὶ τοῦτο, μὴ δεῖν ἑτέραν βίβλον οἱανοῦν ἀναγινώσκειν εἰ μὴ τὸ εὐαγγέλιον καὶ τὸν ἀπόστο λον. μετὰ δὲ Κωνσταντῖνον καὶ Σιλβανὸν δεύτερον ἔσχον διδά σκαλον Συμεῶνα καλούμενον, μετονομάσαντα δὲ ἑαυτὸν Τιμόθεον. τέταρτον δὲ Ἰωσὴφ μετονομάσαντα ἑαυτὸν Ἐπαφρόδιτον, καὶ μετὰ τοῦτον Ζαχαρίαν. ἀλλὰ τοῦτον ὡς μισθωτὸν καὶ οὐκ ἀληθῆ ποιμένα ἀποβάλλονται ἔνιοι ἐξ αὐτῶν. ἕκτον τὸν Βαάνην τὸν ῥυπαρόν, καὶ ἕβδομον τὸν Σέργιον τὸν καὶ Τυχικὸν ἑαυτὸν μετο νομάσαντα. Μάνεντα τοίνυν καὶ Παῦλον καὶ Ἰωάννην, καὶ ἄλ λους οὓς ἐάν τις εἴπῃ αὐτοῖς, προθύμως ἀναθεματίζουσι· Κων 1.758 σταντῖνον δὲ τὸν καὶ Σιλβανὸν ἐπικληθέντα, καὶ Συμεῶνα τὸν καὶ Τῖτον, καὶ Γενέσιον τὸν καὶ Τιμόθεον, καὶ Ἰωσὴφ τὸν καὶ Ἐπαφρόδιτον, καὶ Βαάνην τὸν ῥυπαρὸν καὶ Σέργιον καὶ Τυχικὸν ὡς διδασκάλους αὐτῶν οὐδαμῶς ἀναθεματίζουσιν, ἀλλ' ἔχουσιν αὐ τοὺς ὥσπερ ἀποστόλους Χριστοῦ. λέγουσι δὲ καὶ ἓξ ἐκκλησίας ἐν τῇ ὁμολογίᾳ αὐτῶν, τὴν Μακεδονίαν, ἥτις ἐστὶ Κάστρον κολω νείας, τὴν Κίβωσαν, ἣν ἐμαθήτευσε Κωνσταντῖνος ὁ καὶ Σιλβα νὸς καὶ Συμεὼν ὁ καὶ Τῖτος, τὴν Ἀχαΐαν, ἥτις ἐστὶ κώμη Σαμο σάτου, τὴν Μάναλιν, ἣν ἐμαθήτευσε Γενέσιος ὁ καὶ Τιμόθεος, τὴν τῶν Φιλιππησίων, τοὺς μαθητὰς λέγοντες Ἰωσὴφ τοῦ καὶ Ἐπαφροδιτοῦ καὶ Ζαχαρίου τοῦ μισθωτοῦ ποιμένος παρ' αὐτῶν λεγομένου, τὴν τῶν Λαοδικέων, λέγουσι δὲ Κυνοχωρίτας. τὴν μέντοι τῶν Ἐφεσίων, τοὺς ἐν Μόψου ἑστίᾳ καὶ τὴν τῶν Κολοσ σαέων λέγουσιν ὡς Σέργιος ὁ καὶ Τυχικὸς ἀνεθεμάτισε. τούτους οὖν τοὺς ἑπτὰ διδασκάλους αὐτῶν καὶ τὰς ἓξ ἐκκλησίας ἔχουσιν ἐντίμως· οὓς καὶ σέβονται. πάντας δὲ τοὺς λοιπούς, οὓς ἐὰν εἴπῃ τις αὐτοῖς, καὶ ἀναθεματίζουσι καὶ ἀποβάλλονται. ἔχουσι δὲ πρώτην αἵρεσιν τὴν τῶν Μανιχαίων, δύο ἀρχὰς ὁμολογοῦντες ὡς κἀκεῖνοι. λέγουσι δὲ οὗτοι ὅτι ἕν ἐστι μόνον τὸ διαχωρίζον ἡμᾶς ἐκ τῶν Ῥωμαίων, ὅτι ἡμεῖς μὲν ἕτερον θεὸν λέγομεν ὑπάρ χειν τὸν πατέρα τὸν ἐπουράνιον, ὃς ἐν τούτῳ τῷ κόσμῳ οὐκ ἔχει ἐξουσίαν ἀλλ' ἐν τῷ μέλλοντι, ἕτερον δὲ θεὸν τὸν κόσμου ποιη τήν, ὅστις ἔχει τοῦδε τοῦ παρόντος τὴν ἐξουσίαν· οἱ δὲ Ῥωμαῖοι, φασίν, ἕνα καὶ τὸν αὐτὸν θεὸν ὁμολογοῦσιν εἶναι καὶ πατέρα τὸν 1.759 αὐτὸν ἐπουράνιον καὶ τοῦ