280
κόσμου παντὸς ποιητήν. καλοῦσι δὲ ἑαυτοὺς μὲν Χριστιανοὺς ἡμᾶς δὲ Ῥωμαίους. λέγουσι δὲ πρὸς τοὺς ἀγνοοῦντας αὐτοὺς προθύμως "πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τὸν ἐπουράνιον πατέρα· καὶ ἀνάθεμα," φασί, "τῷ μὴ οὕτως πιστεύοντι," μεμελετημένως λίαν τὴν ἑαυτῶν κα κίαν μεθοδεύοντες. οὐ γὰρ προστιθέασιν, ὅτε λέγουσι τὸν πατέρα τὸν ἐπουράνιον, ὅτι τὸν μόνον ἀληθινὸν θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. χρὴ δὲ τὸν προσ διαλεγόμενον ὀρθόδοξον αἰτεῖν τὸν Μανιχαῖον τοῦ εἰπεῖν τὸ σύμ βολον τῆς πίστεως, τό "πιστεύω ἕνα θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων" καὶ τὰ ἑξῆς. ἔπειτα δὲ βλασφημοῦσι μὲν εἰς τὴν παναγίαν θεοτόκον ἄμετρα· ἐὰν δὲ βιασθῶσι παρ' ἡμῶν ὁμολογῆσαι αὐτήν, ἀλλη γορικῶς λέγουσι "πιστεύω εἰς τὴν ἁγίαν θεοτόκον, ἐν ᾗ εἰσῆλθε καὶ ἐξῆλθεν ὁ κύριος." λέγουσι δὲ τὴν ἄνω Ἱερουσαλήμ, ἐν ᾗ πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός, καθώς φησιν ἀπό στολος, καὶ οὐ λέγουσι κατὰ ἀλήθειαν τὴν ἁγίαν Μαρίαν θεοτόκον, οὐδὲ ἐξ αὐτῆς σαρκωθῆναι τὸν κύριον. βλασφη μοῦσι δὲ καὶ εἰς τὰ θεῖα μυστήρια τῆς ἁγίας κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λέγοντες ὅτι τὰ ῥήματα αὐτοῦ ὁ κύριος διδοὺς τοῖς ἀποστό λοις ἔλεγε "λάβετε, φάγετε καὶ πίετε," οὐκ ἄρτον καὶ οἶνον· καὶ οὐ χρή, φησί, προσάγεσθαι ἄρτον καὶ οἶνον. βλασφημοῦσι δὲ καὶ εἰς τὸν τίμιον σταυρόν, λέγοντες ὅτι σταυρὸς ὁ Χριστός 1.760 ἐστιν, οὐ χρὴ δὲ προσκυνεῖσθαι τὸ ξύλον ὡς κεκατηραμένον ὄργα νον. τοὺς δὲ προφήτας καὶ λοιποὺς ἁγίους ἀποβάλλονται. ἔτι δὲ τὸν ἅγιον Πέτρον, τὸν μέγαν πρωταπόστολον, πλέον πάντων καὶ δυσφημοῦσι καὶ ἀποστρέφονται, ἐξ αὐτῶν μηδένα τινὰ ἐν μέρει τῶν σωζομένων εἶναι λέγοντες. καθολικὴν ἐκκλησίαν τὰ ἑαυτῶν συνέδρια, πρὸς ἡμᾶς ἐν τῇ ἀλληγορίᾳ αὐτῶν λέγοντες· πρὸς ἑαυτοὺς γὰρ ἐκεῖνοι προσευχὰς αὐτὰ λέγουσι. βάπτισμα δὲ τὰ ῥήματα τοῦ εὐαγγελίου, καθώς φησιν ὁ κύριος "ἐγώ εἰμι τὸ ὕδωρ τὸ ζῶν." ταῦτα πάντα, καὶ πλείω τούτων, ὅτε φωραθῶ σιν, ἀλληγοροῦσιν. ἀλλὰ χρὴ νουνεχῶς καὶ διωρισμένως αὐτοῖς εἰς πάντα διαλέγεσθαι. καὶ γὰρ καὶ τὸ ψεῦδος προχείρως ἔχου σιν ὡς νόμον οἰκεῖον, πάντοτε μέν, μάλιστα δὲ ὅταν βιασθῶσι, διαψευδόμενοι καὶ λέγοντες καθὼς ἐὰν προσταχθῶσιν ἢ προτρα πῶσι, καὶ ἀνέγκλητοι ὄντες παρ' ἑαυτοῖς. οὕτως γὰρ ὁ Μάνης αὐτοῖς παρέδωκεν ὅτι οὐκ εἰμὶ ἐγὼ ἄσπλαγχνος, φησίν, ὡς ὁ Χρι στὸς ὁ εἰπών «ὅστις με ἀρνήσεται, ἀρνήσομαι αὐτὸν κἀγώ.» ἀλλ' ἐγὼ λέγω, τοῦ ἀρνουμένου με ἔμπροσθεν τῶν ἀνθρώπων καὶ τῷ ψεύδει τὴν οἰκείαν σωτηρίαν ποριζομένου ὡς μὴ ἀρνουμένου μετὰ χαρᾶς δέχομαι καὶ τὴν ἀνάκλησιν καὶ τὸ ψεῦδος ὡς τὴν πρὸς ἐμὲ ὁμολογίαν ἀνευθύνως. ὁμοίως μέντοι καὶ τοὺς πρεσβυτέρους καὶ λοιποὺς ἱερεῖς τῶν παρ' ἡμῖν ἀποβάλλονται. ἐκεῖνοι δὲ καὶ τοὺς ἱερεῖς αὐτοὺς συνεκδήμους λέγουσι καὶ νοταρίους, ἀδιαφόρους πᾶσιν αὐτοῖς ὄντας καὶ τοῖς σχήμασι καὶ ταῖς διαίταις καὶ πάσῃ 1.761 τῇ τοῦ λοιποῦ βίου κατασκευῇ. ἔχουσι δὲ πάντα τὰ τοῦ εὐαγγε λίου καὶ τοῦ ἀποστόλου ῥητὰ διάστροφα, πρὸς τὰ παρ' ὑμῖν ὄντα ἐναντία, παρ' αὐτῶν δὲ συντεθέντα ὡς δῆθεν ἁρμόζοντα ταῖς οἰκείαις αὐτῶν αἱρέσεσιν. ὡς γὰρ εἴρηται τῇ γραφῇ καὶ τοῖς λόγοις, οὕτως εἰσὶν ὡς καὶ τὰ παρ' ἡμῖν ἀπαράλλακτα, τὰ δὲ νοήματα διαστρέφουσι, καθὼς ἐν τοῖς διὰ πλάτος μοι λέλεκται περὶ τούτων σαφέστερον. προσκυνοῦσι δὲ τὸ παρ' ἡμῖν εὐαγγέ λιον, ὅτε τύχῃ, οὐκ ἐν τῷ σταυρῷ ἀλλ' ἐν τῷ βιβλίῳ, λέγοντες ὅτι λόγοι τοῦ Χριστοῦ εἰσὶ καὶ διὰ τοῦτο αὐτοῖς προσκυνοῦμεν. ἐν ἀσθενείᾳ δὲ καὶ πόνῳ τινὲς ἐξ αὐτῶν ὅτε περιπέσωσι, τὸν σταυ ρὸν ἐπιτιθέασιν ἑαυτοῖς· καὶ ὑγιείας τυγχάνοντες πάλιν αὐτὸν συγκλῶσι καὶ εἰς πῦρ βάλλουσι καὶ καίουσιν ἢ καταπατοῦσιν αὐ τόν. τινὲς δὲ ἐξ αὐτῶν καὶ τὰ παιδία ἑαυτῶν βαπτίζουσιν ὑπὸ τῶν ἡμετέρων πρεσβυτέρων. ἕτεροι δὲ εἰσερχόμενοι ἐν τῇ ἡμε τέρᾳ ἐκκλησίᾳ τῶν ὀρθοδόξων λεληθότως μεταλαμβάνουσι