281
πρὸς πλείονα ἐξαπάτησιν τῶν ἁπλουστέρων. ταῖς τοιαύταις μεθοδείαις καὶ ὑποκρίσεσι χρώμενοι πάσῃ ἀκολασίᾳ καὶ μιασμῷ ἑκατέρας ἀν θρώπων φύσεως ἀδιαφόρως καὶ ἀδεῶς χρῶνται. τινὲς δὲ ἐξ αὐ τῶν πρὸς τοὺς γονεῖς καὶ μόνον ἑαυτῶν διαφέρεσθαι λέγουσι.
Τῷ ιʹ ἔτει ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ Σκλαβίνων, καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. οὗτος ὁ Κώνστας μὴ δυνη θεὶς τὸν ἅγιον Μάξιμον εἰς τὴν ἑαυτοῦ κακοδοξίαν μετενεγ κεῖν, τήν τε γλῶσσαν καὶ τὴν χεῖρα αὐτοῦ ἀπέκοψε. καὶ τὸν 1.762 ἅγιον Μαρτῖνον πάπαν Ῥώμης ἐξώρισε διὰ τὸ ἐλέγχεσθαι ὑπ' αὐ τῶν τὸ μονοθέλητον αὐτοῦ δόγμα. Τῷ ιζʹ ἔτει Μαβίας ὁ τῶν Ἀράβων ἀρχηγὸς μετὰ ταῦτα ἐπρέσβευε περὶ εἰρήνης πρὸς Κώνσταντα διὰ τὴν εἰς αὐτὸν γενο μένην ὑπὸ τῶν Ἀράβων ἀνταρσίαν, καὶ ἵνα τελῶσιν ὑπὲρ τῆς τοι αύτης εἰρήνης τοῖς Ῥωμαίοις οἱ Ἄραβες καθ' ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον. ὁ δὲ οὐκ ἐπείσθη. Τῷ ιηʹ ἔτει ἀνεῖλε Κώνστας ὁ βασιλεὺς Θεοδόσιον τὸν ἴδιον ἀδελφόν· σκανδαλιζόμενος γὰρ εἰς αὐτὸν ἔκειρε πρότερον αὐτὸν διὰ Παύλου πατριάρχου διάκονον, ὃς καὶ μετέδωκε τῷ βασιλεῖ τῶν ἀχράντων μυστηρίων ἐν ἁγίῳ ποτηρίῳ. ὃς μετὰ τὴν τελευ τὴν αὐτοῦ καθ' ὕπνους συχνῶς ἐφαίνετο αὐτῷ, διακόνου φορῶν στολήν, καὶ ἐπιδιδοὺς ποτήριον αἵματος ἔλεγε "πίε ὦ ἀδελφέ." ὅθεν ἐκκακήσας ὁ ἄθυμος ταῦτα ὁρᾶν ἐσκέψατο κατελθεῖν ἐν Σι κελίᾳ. καταλιπὼν οὖν ἐν τῇ πόλει τήν τε γυναῖκα καὶ τοὺς τρεῖς υἱούς, καὶ εἰσελθὼν εἰς ἕνα τῶν δρομώνων καὶ ἀναχωρῶν, στρα φεὶς ἐνέπτυσε τῇ βασιλευούσῃ πόλει, καὶ οὕτως ἀπέπλει. ἀλλ' οὐδὲ ἐν Σικελίᾳ διατρίβοντι ἀπέπτη ὁ ὄνειρος ἀπ' αὐτοῦ. κατα λαβὼν δὲ Συράκουσαν πόλιν τῆς Σικελίας διέτριβεν ἐν αὐτῇ, βου λόμενος ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι διὰ τὸ μισηθῆναι αὐτὸν ὑπὸ τῶν Βυζαντίων ὡς μονοθελήτην καὶ κακόδοξον. πέμπει 1.763 οὖν ἀγαγεῖν τὴν γυναῖκα καὶ τοὺς υἱοὺς αὐτοῦ· οἱ δὲ Βυζάντιοι οὐκ ἀπέλυσαν αὐτούς. Τῷ κʹ ἔτει ἀπέλυσε Μαβίας τὸν υἱὸν αὐτοῦ Ἐζὴδ μετὰ βαρβάρων πολλῶν κατὰ Ῥωμαίων· καὶ ἐλθόντες εἰς Χαλκηδόνα ᾐχμαλώτευσαν πολλούς. παρέλαβον δὲ καὶ τὸ Ἀμώριον τῆς Φρυ γίας, καὶ ἀφέντες εἰς φυλακὴν αὐτοῦ χιλιάδας πέντε ἄνδρας ἐνό πλους ἀνέκαμψαν εἰς Συρίαν. χειμῶνος δὲ γενομένου πέμπει ὁ βασιλεὺς τὸν κουβικουλάριον Ἀνδρέαν. καὶ πολλῆς οὔσης χιόνος ἐν νυκτὶ καταλαμβάνει, καὶ διὰ ξύλων ἀνέρχεται ἐπὶ τὸ τεῖχος, καὶ εἰσέρχεται εἰς τὸ Ἀμώριον, καὶ κτείνει τὰς πέντε χιλιάδας τῶν Ἀράβων ὡς μὴ ὑπολειφθῆναι ἕνα ἐξ αὐτῶν. Τῷ κζʹ ἔτει ἐδολοφονήθη ὁ βασιλεὺς Κώνστας ἐν Συρα κούσῃ τῆς Σικελίας, ἐν τῷ βαλανείῳ ὃ λέγεται ∆άφνη. συνεισ ῆλθε γάρ τις αὐτῷ Ἀνδρέας, καὶ ὡς ἤρξατο σμήχεσθαι ὁ βασι λεύς, δέδωκεν αὐτὸν μετὰ τοῦ κάδδου κατὰ τῆς κορυφῆς καὶ ἀπέ κτεινε. τὸν δὲ θάνατον αὐτοῦ αὐθημερὸν ἤκουσαν ἐν τῇ πόλει, φωνῆς ἐκ τοῦ ἀέρος ἐνεχθείσης. καὶ προβάλλονται οἱ Συρακού σιοι Μιζίζιον Ἀρμένιον βασιλέα, βιασάμενοι αὐτόν, ὄντα λίαν εὐπρεπῆ καὶ ὡραιότατον. ἀκούσας δὲ Κωνσταντῖνος τὴν τοῦ πατρὸς ἀποβίωσιν μετὰ πλείστης ναυστολίας καταλαμβάνει τὴν Σικελίαν, καὶ Μιζίζιον ἀναιρεῖ σὺν τῷ φονεῖ τοῦ ἰδίου πατρός. καὶ καταστήσας τὰ ἑσπέρια ἐπὶ Κωνσταντινούπολιν ἔρχεται, ἀπο κομίσας καὶ τὸν νεκρὸν τοῦ ἰδίου πατρός. καὶ τοῦτον μὲν ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων μετὰ Κωνσταντίνου τοῦ πατρὸς αὐτοῦ 1.764 κατατίθησιν, αὐτὸς δὲ βασιλεύει Ῥωμαίων μετὰ Τιβερίου καὶ Ἡρακλείου τῶν ἰδίων ἀδελφῶν. ἀπέτεμε δὲ καὶ Ἰουστινιανὸν τὸν πατρίκιον, τὸν πατέρα τοῦ ἁγίου Γερμανοῦ τοῦ πατριάρχου. τὸν δὲ Γερμανὸν τραχύτερον ὄντα εὐνούχισε· τὸν δὲ τῆς πατριαρχείας θρόνον Γεώργιος εἶχε. Κωνσταντῖνος ὁ υἱὸς Κώνσταντος ὁ Πωγωνάτος, ὀρθόδο ξος, ἐβασίλευσεν ἔτη ιζʹ. τούτου τῷ αʹ ἔτει ἐπεστράτευσαν Σα ρακηνοὶ τὴν Ἀφρικήν, καὶ ᾐχμαλώτευσαν χιλιάδας πʹ. οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν ἦλθον ἐν Χρυσοπόλει λέγοντες ὅτι εἰς τριάδα πιστεύομεν, τοὺς τρεῖς στέψωμεν. ἐταράχθη δὲ Κων