282
σταντῖνος· μόνος γὰρ αὐτὸς ἦν ἐστεμμένος, οἱ δὲ ἀδελφοὶ αὐτοῦ Τιβέριος καὶ Ἡράκλειος οὐδεμίαν εἶχον ἀξίαν. καὶ ἀποστείλας ἐκράτησε τοὺς πρώτους αὐτῶν, καὶ ἐφούλκισεν ἐν Συκαῖς· οἱ δὲ λοιποὶ ἔφυγον. ὁ δὲ βασιλεὺς τοὺς ἀδελφοὺς ἐρρινοκόπησε. Τῷ βʹ ἔτει χειμὼν ἐγένετο μέγας ὡς ἀποθανεῖν πολλοὺς ἀν θρώπους καὶ θηρία. Τῷ δʹ ἔτει ἐφάνη ἶρις ἐν τῷ οὐρανῷ τοιαύτη ὡς λέγειν πάν τας ὅτι συντέλειά ἐστιν. οἱ δὲ Σαρακηνοὶ μέγαν στόλον ἐξαρτή σαντες, καὶ παραπλεύσαντες εἰς Κιλικίαν, παρεχείμασαν εἰς Σμύρνην. Τῷ δὲ εʹ ἔτει τῶν θεομάχων στόλος ἐλθὼν προσώρμησεν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν ἀπό τε τοῦ Ἑβδόμου μέχρι τοῦ Κυκλοβίου, 1.765 καὶ κατὰ πᾶσαν ἡμέραν πόλεμος ἐκροτεῖτο ἀπὸ πρωῒ ἕως ἑσπέρας, ἀπὸ τοῦ βραχιολίου τῆς χρυσῆς πόρτης ἕως τοῦ Κυκλοβίου, ἀπὸ μηνὸς Ἀπριλλίου εἰς Σεπτέμβριον. καὶ ὑποστρέψαντες ἐν Κυζίκῳ ταύτην παραλαμβάνουσι, καὶ χειμάζουσιν ἐκεῖ. καὶ κατὰ ἔαρ ὁμοίως ἐπολέμουν μετὰ τῶν Χριστιανῶν ἐπὶ ἑπτὰ ἔτη. τῇ βοη θείᾳ δὲ τοῦ θεοῦ καὶ τῆς θεοτόκου πλῆθος πολὺ ἀποβαλόντες μετ' αἰσχύνης μεγάλης ὑπέστρεψαν. ἐκπορίζων δὲ ὁ τοιοῦτος στόλος ἐπὶ τὰ μέρη τοῦ Συλαίου, ὑπὸ χειμερίου ζάλης καὶ καταιγίδος συντριβεὶς ὁλοκλήρως ὤλετο. Σουφίαν δὲ ὁ υἱὸς τοῦ Ἂφ συνέ βαλε πόλεμον μετὰ Φλώρου καὶ Πετρωνᾶ καὶ Κυπριανοῦ ἐχόντων δύναμιν Ῥωμαϊκήν, καὶ κτείνονται Ἄραβες χιλιάδες λʹ. τότε Καλλίνικος ἀρχιτέκτων ἀπὸ Ἡλίου πόλεως τῆς Αἰγύπτου προσφυγὼν τοῖς Ῥωμαίοις, πῦρ θαλάσσιον κατασκευάσας τὰ τῶν Ἀράβων σκάφη κατέπρησεν ἐν Κυζίκῳ, σύμψυχα καταποντίσας αὐτά. αὐτὸς οὖν ἐστὶν ὁ τὸ θαλάσσιον πῦρ ἐφευρών. ἐκ τούτου κατά γεται ἡ γενεὰ τοῦ Λαμπροῦ τοῦ νυνὶ τὸ πῦρ ἐντέχνως κατασκευά ζοντος. ἐν ταύταις ταῖς ἡμέραις ἦν καὶ ὁ φρονιμώτατος ἄνθρω πος Ἰωάννης ὁ Πιτζικαύδης. Τῷ ηʹ καὶ θʹ ἔτει εἰσῆλθον οἱ Μαρδαῗται εἰς τὸν Λίβανον, καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως, καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς. καὶ πολλοὶ δοῦλοι καὶ αἰχμάλωτοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς ἐχώρησαν, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. ταῦτα μαθὼν ὁ 1.766 Μαβίας καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν, καὶ συλλογισάμενοι ὡς τὸ τῶν Ῥωμαίων βασίλειον ὑπὸ θεοῦ φρουρεῖται, πέμπουσι πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ὑπὲρ εἰρήνης. ὁ δὲ ἀπο στέλλει τὸν Πιτζικαύδην, καὶ ποιεῖ ἐγγράφως εἰρήνην μετὰ τῶν Σαρακηνῶν, ἐτησίως παρέχειν αὐτοὺς πρὸς τοὺς Ῥωμαίους χρυσίου χιλιάδας ιʹ καὶ ἄνδρας αἰχμαλώτους ρʹ καὶ ἵππους εὐγενεῖς νʹ ἐπὶ χρόνοις λʹ. ταῦτα μαθόντες οἱ τὰ ἑσπέρια οἰκοῦντες δῶρα στείλαντες τῷ βασιλεῖ εἰρήνην ᾔτησαν· οἷς εἴξας ὁ βασιλεὺς ἐκύ ρωσε ταύτην, καὶ γέγονε ἀμεριμνία μεγάλη ἔν τε τῇ ἀνατολῇ καὶ τῇ δύσει.
Τῷ ιʹ ἔτει οἱ Βούλγαροι ἐπῆλθον τῇ Θρᾴκῃ, καὶ τοῦ βασι λέως κατ' αὐτῶν στρατεύσαντος ἡττῶνται Ῥωμαῖοι καὶ πολλοὶ πίπτουσι. βουλόμενος δὲ ὁ βασιλεὺς ἔχειν εἰρήνην μετὰ πάντων στοιχεῖ πάκτα, καὶ ὑποχωρεῖ εἰς αἰσχύνην τὰ τῶν Χριστιανῶν τῇ τούτου ἀβελτηρίᾳ. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ ʹ σύνοδος γέγονεν ἐν Κωνσταν τινουπόλει, συνελθόντων σπθʹ ἁγίων πατέρων, ἐν τῷ ιγʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου τοῦ πατρὸς Ἰουστινιανοῦ· ἧς ἡγοῦντο τοποτηρηταὶ Ἀγάθωνος πάπα Ῥώμης Θεόδωρος καὶ Γεώργιος πρεσβύτεροι καὶ Ἰωάννης διάκονος, ἀρχιεπίσκοπος Κωνσταντι νουπόλεως Γεώργιος, Θεοφάνης Ἀντιοχείας, ὑπ' αὐτῆς χειροτο νηθεὶς τῆς συνόδου διὰ τὸ τὸν προηγησάμενον Μακάριον καθαι ρεθῆναι τότε ὡς ἀντενεχθέντα τοῖς ὑπ' αὐτῆς ὀρθοδόξως δογμα 1.767 τιζομένοις. τῆς δὲ διοικήσεως Ἀλεξανδρείας Πέτρος μοναχός, τῆς δὲ τῶν Ἱεροσολύμων οὐδεὶς διὰ τὸ τοὺς θρόνους χηρεύειν πατριαρχῶν κατασχεθέντας τηνικαῦτα ὑπὸ Σαρακηνῶν. συνη θροίσθησαν δὲ κατὰ Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὁνω ρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, Σεργίου δὲ καὶ Πύρρου καὶ Παύλου καὶ Πέτρου ἐπισκόπων Κωνσταντινουπόλεως γεγονότων, ἔτι δὲ καὶ κατὰ τῶν ἀνακαινισάντων τὴν αἵρεσιν