283
τούτων, Μακα ρίου τοῦ ὀνομασθέντος Ἀντιοχείας προέδρου, Στεφάνου μαθητοῦ αὐτοῦ καὶ Πολυχρονίου τοῦ νηπιόφρονος γέροντος, λεγόντων ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οὓς ἀναθεματίσασα ἐξεφώνησε δύο θελήματα φυσικὰ ἤγουν θελή σεις καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ ἑνὸς δείκνυσθαι Χριστοῦ τοῦ θεοῦ ἡμῶν. ὡσαύτως καὶ περὶ τῶν ἱερῶν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν οἰκονομίας συμβόλων ἐξέθετο οὕτως. "ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου δεικνύ μενος ἐκχαράττεται· ὃς καὶ εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋπεμφαίνων ἀμνὸν Χριστὸν τὸν θεὸν ἡμῶν. τοὺς οὖν παλαιοὺς τύπους καὶ σκηνὰς ὡς τῆς ἀλη θείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεξάμενοι. ὡς ἂν οὖν τὸ τέλειον κἀν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφηται, τὸν τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ τὸ ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ 1.768 νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, δι' αὐτοῦ τὸ τῆς ταπεινώσεως ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας τοῦ τε πάθους αὐτοῦ καὶ τοῦ σω τηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γινομένης τῷ κόσμῳ ἀπολυτρώσεως." Ἰστέον δὲ ὡς καὶ ἕτεραι γεγόνασι τόποι καὶ σύνοδοι, καὶ κανόνας τούτων κατέχομεν, εἰ καὶ μὴ κυρίως καὶ τῷ ἀριθμῷ τῶν ἓξ ἀριθμοῦνται συνόδων, ἡ ἐν Ἀγκύρᾳ, ἡ ἐν Νεοκαισαρείᾳ, ἡ ἐν Γάγγραις, ἡ ἐν Ἀντιοχείᾳ, ἡ ἐν Λαοδικείᾳ, ἡ ἐν Σαρδικῇ, ἡ ἐν Καρταγένῃ. αἱ μὲν γὰρ τοπικῶν ζητήσεων ἕνεκα συνέστη σαν, μήτε βασιλέων συνεδρευσάντων αὐταῖς μήτε προσταξάντων, τινῶν δὲ αὐτῶν καὶ πρὸ τῆς καταστάσεως τῶν Χριστιανῶν βασι λέων γεγενημένων. αἱ δὲ οἰκουμενικαὶ γεγόνασιν. ἐκλήθησαν δὲ οἰκουμενικαί, διότι ἐκ κελεύσεων βασιλικῶν οἱ κατὰ πᾶσαν τὴν Ῥωμαίων πολιτείαν ἀρχιερεῖς μετεκλήθησαν, καὶ ὅτι ἐν ἑκάστῃ, καὶ μάλιστα τῶν ἓξ τούτων συνόδων, περὶ πίστεως ἡ ζήτησις γέγονε καὶ ψῆφος ἤτοι ὅρος δογματικὸς ἐξενήνεκτο. ἡ μὲν γὰρ πρώτη ὁρίσασα ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν, παρηγγύησε καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον πιστεύειν· ἡ δὲ δευτέρα ὁμοούσιον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα ὁρίσασα τρανῶς συμπροσκυνεῖσθαι ἐθέσπισεν· ἡ δὲ τρίτη τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρω πότητι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁρίσασα, ἕνα καὶ οὐ δύο υἱοὺς ἐδογμάτισεν· ἡ δὲ τετάρτη τὰ προλεχθέντα κυρώσασα, δύο 1.769 φύσεις ἐν αὐτῷ γνωρίζεσθαι ἀσυγχύτως καὶ ἀδιαιρέτως τρανῶς διηγόρευσεν· ἡ δὲ πέμπτη ταῦτα βεβαιώσασα, καθ' ἑκατέραν φύσιν θελητικὸν καὶ ἐνεργητικὸν αὐτὸν εἶναί τε καὶ γνωρίζεσθαι σαφῶς ἀπέφηνεν· ἡ δὲ ἕκτη τὰ τῶν ὅλων συνόδων ἐπεξελθοῦσα καὶ βεβαιώσασα, τέλειον καὶ αὐτὴ τὸν κύριον ἡμῶν Ἰησοῦν Χρι στὸν ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι ἐξεφώνησεν. ἀπὸ γοῦν τῆς αʹ συνόδου ἕως τῆς δευτέρας ἔτη νʹ, ἀπὸ τῆς βʹ ἕως τῆς γʹ ἔτη νʹ, ἀπὸ τῆς γʹ ἕως τῆς δʹ ἔτη λʹ, ἀπὸ τῆς δʹ ἕως τῆς εʹ ἔτη ρβʹ, ἀπὸ τῆς εʹ ἕως τῆς ʹ ἔτη ρκθʹ, καὶ ἀπὸ τῆς ʹ ἕως τῆς ζʹ ἔτη ρκβʹ. Ἐν τούτοις τοῖς χρόνοις ἀνθρώπῳ τινὶ ὁδεύοντι μόνῳ κύων ἠκολούθει. λῃστὴς δὲ ἐνόδιος τὸν ἄνθρωπον ἀποκτείνας ἀπέδρασε, τοῦ κυνὸς μείναντος ἐν τῷ τόπῳ καὶ φυλάσσοντος τὸ σῶμα τοῦ δε σπότου αὐτοῦ. ἕτερος δέ τις ἄνθρωπος κατὰ συγκυρίαν ἀνὰ τὴν ὁδὸν ἐκείνην διερχόμενος, τὸ σῶμα ἰδὼν νεκρὸν ἐρριμμένον καὶ σπλαγχνισθείς, ὀρύξας ἔθαψεν αὐτὸ ἐν τῇ γῇ. τοῦτο ἰδὼν ὁ κύων καὶ ἀποδεξάμενος ἠκολούθει τῷ θάψαντι, εὐνοϊκὴν δουλείαν ἀποπληρῶν. ἦν δὲ τὸ ἐπιτήδευμα τοῦ ἀνθρώπου κάπηλος, πάν τας δὲ τοὺς εἰσιόντας καὶ ἐξιόντας ἔσαινεν ὁ κύων. χρόνου δὲ παρῳχηκότος συνέβη καὶ τὸν φονέα εἰσελθεῖν τοῦ πιεῖν εἰς τὸ καπηλεῖον, ὃν ἐπιγνοὺς ὁ κύων ὑλάκτει καὶ ἐπεπήδα εἰς τὸ πρόσ ωπον αὐτοῦ. τοῦτο δὲ πολλάκις γινόμενον εἰς ὑποψίαν πολλοὺς θείῳ κινήματι ἤγαγε, καὶ συσχεθεὶς εἰς