284
κρίσιν παρεδόθη, καὶ τὸ 1.770 πραχθὲν ὁμολογήσας μετὰ πάσης ἀληθείας ἀνῃρέθη, τῆς θείας δίκης ἀμυναμένης αὐτόν.
Τῷ ιαʹ ἔτει τὸ τῶν Βουλγάρων ἔθνος διαπερᾶσαν τὸν ∆ά νουβιν, καὶ ἀποχωρισθὲν τῶν ὁμοφύλων αὐτοῦ, ἐσκήνωσεν ἐν Βάρναις ἔν τισι ὀχμαῖς καὶ ὄρεσι. τοῦ δὲ βασιλέως ἐξελθόντος σὺν ναυσὶ καὶ στρατῷ, καὶ δὴ καὶ ἐπελθόντος κατ' αὐτῶν, οἱ Βούλγαροι τοῦτο ἀθρόως θεασάμενοι, τὴν ἑαυτῶν ἀπεγνωκότες σωτηρίαν, εἴς τι ὀχύρωμα καταφεύγουσι καὶ ἑαυτοὺς ἀσφαλί ζονται. τῶν δὲ Ῥωμαίων μὴ δυναμένων συνάψαι πόλεμον διά τε τὰ πάλματα καὶ τὴν τοῦ τόπου δυσχωρίαν ἐθρασύνθη τὸ μια ρὸν ἔθνος. συνέβη δὲ .... καὶ τὸν βασιλέα φεύγειν διαφημί σαντες φυγῇ ἐχρήσαντο μηδενὸς διώκοντος. ὅπερ θεασάμενοι οἱ Βούλγαροι ἐδίωξαν ὄπισθεν αὐτῶν καὶ πολλοὺς ἀνεῖλον. καὶ ἔκτοτε διαπεράσαντες πάντες καὶ θρασυνθέντες καὶ ἐμπλατυν θέντες τὴν Ῥωμαϊκὴν χώραν ᾐχμαλώτιζον. ὅθεν καὶ ἀναγκα σθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ' αὐτῶν, ὡς λέλεκται. ἠρεμήσας δὲ ἐκ πάντων ἥνωσε τὰς ἐκκλησίας, καὶ τὴν προλεχθεῖσαν ἁγίαν ἕκτην σύνοδον συναθροίσας ἐν Κωνσταντινουπόλει τὴν τῶν Μονο θελητῶν αἵρεσιν ἀνεθεμάτισε. Τῷ δὲ ιγʹ ἔτει ἀπώσατο τοὺς ἀδελφοὺς αὐτοῦ τῆς βασιλείας, καὶ μόνος ἐβασίλευσε σὺν Ἰουστινιανῷ τῷ υἱῷ αὐτοῦ. Τῷ ιζʹ ἔτει ἐτελεύτησεν ὁ εὐσεβὴς Κωνσταντῖνος, κρατήσας ἔτη ιζʹ, καὶ ἐβασίλευσεν Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ. 1.771 Ἰουστινιανὸς ὁ υἱὸς τοῦ Πωγωνάτου, ὁ ῥινότμητος, ἐβασί λευσεν ἔτη ιʹ. οὗτος ἦν ἄνθρωπος ἀκάθεκτος τὴν ὁρμὴν καὶ ἀσυλλόγιστος ἐν παντὶ πράγματι. Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς αὐτὸν βεβαιῶσαι τὴν εἰρήνην· καὶ ἐστοιχήθη ἵνα παύσῃ ὁ βασιλεὺς τὸ τῶν Μαρ δαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου καὶ κωλύσῃ τὰς ἐπιδρομὰς αὐτοῦ, καὶ παρέχῃ καθ' ἑκάστην ἡμέραν νομίσματα χιλία καὶ ἵππον καὶ δοῦλον. καὶ ἔπεμψεν ὁ βασιλεὺς τὸν μαγιστριανὸν Παῦλον πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γεγόνασιν ἔγγραφα ἐμμάρτυρα. πέμψας οὖν ὁ βασιλεὺς ἀνελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβʹ, τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας· πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων, ἀπὸ Μόψου ἑστίας ἕως τετάρτης Ἀρμενίας, ἀνίσχυροι καὶ ἀνοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν, ὧν παρασταλέντων πάνδεινα κακὰ πέ πονθεν ἡ Ῥωμαίων ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν. νεώτερος γὰρ ὢν Ἰουστινιανός, ὡς ἐτῶν ιʹ, ἀβούλως τὰ κατ' αὐτὸν διῴκει. Τῷ βʹ ἔτει ἐλθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκειον τεῖχος διαλύσας. παρέλυσε δὲ καὶ τὴν μετὰ τῶν Βουλγάρων εἰρήνην, διαταράξας τοὺς τοῦ πα τρὸς αὐτοῦ τύπους, καὶ διαβιβάζει ἐπὶ τὴν Θρᾴκην τὰ καβαλλα ρικὰ θέματα. Τῷ γʹ ἔτει ἐπεστράτευσεν Ἰουστινιανὸς κατὰ Σθλαβίνων καὶ 1.772 Βουλγάρων. καὶ τοὺς μὲν Βουλγάρους προσηπαντηκότας ὤθησε, μέχρι δὲ Θεσσαλονίκης ἐκδραμὼν πολλὰ πλήθη τῶν Σθλαβίνων τὰ μὲν προσρυέντα τὰ δὲ πολέμῳ παρέλαβε καὶ εἰς τὰ τοῦ Ὀψικίου κατῴκισε μέρη. ἐν δὲ τῷ ὑποστρέψαι αὐτὸν ὡδοστατήθη ὑπὸ τῶν Βουλγάρων ἐν τῷ στενῷ τῆς κλεισούρας, καὶ μόλις ἠδυνήθη παρελθεῖν, πολλοὺς τῶν οἰκείων ἀποβαλών. Τῷ εʹ ἔτει ἀπηλλάγη παντὸς πολέμου ἡ τῶν Ἀράβων ἀρχή, πάντας ὑποτάξαντος τοῦ Ἀβιμέλεχ. Τῷ ʹ ἔτει τὴν πρὸς Ἀβιμέλεχ εἰρήνην Ἰουστινιανὸς ἐξ ἀνοίας ἔλυσε· καὶ γὰρ τὴν Κυπρίνων νῆσον ἀλόγως μετοικίσαι ἐσπού δασε, καὶ τὸ σταλὲν χάραγμα παρὰ Ἀβιμέλεχ νεοφανὲς ὂν οὐ προσεδέξατο. Τῷ ζʹ ἔτει Ἰουστινιανὸς ἐπελέξατο ἐκ τῶν μετοικισθέντων ὑπ' αὐτοῦ Σθλαβίνων καὶ ἐστράτευσε χιλιάδας λʹ, οὓς ἐπωνόμασε λαὸν περιούσιον. τούτοις θαρρήσας λύει τὴν Ἀράβων συμφω νίαν· παραλαβὼν γὰρ τὸν περιούσιον λαὸν καὶ τὰ καβαλλαρικὰ θέματα ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ παρὰ θάλασσαν. τῶν δὲ Ἀράβων μὴ βουλομένων λύειν τὴν εἰρήνην, ἀλλὰ τῇ βασιλικῇ αἰτίᾳ καὶ προπετείᾳ τοῦτο πρᾶξαι ἀναγκαζομένων, ὁπλισθέντες καὶ αὐτοὶ παρεγένοντο πάλιν