285
τῷ βασιλεῖ, μαρτυρόμενοι καὶ τὸν θεὸν ἐκδικητὴν τούτων προκαλούμενοι. τοῦ δὲ βασιλέως μηδὲ ἀκοῇ δέξασθαι ταῦτα ἀνασχομένου, ἀλλὰ πρὸς μάχην μᾶλλον κατεπείγοντος, τὸν τῆς εἰρήνης ἔγγραφον χάρτην ἐπὶ φλαμου λίου κρεμάσαντες καὶ προάγοντες κατὰ τῶν Ῥωμαίων ὥρμησαν, 1.773 Μωάμεδ στρατηγὸν ἔχοντες καὶ τὸ μὲν πρῶτον ἡττήθησαν Ἄρα βες, ὁ δὲ Μωάμεδ τῷ στρατηγῷ τῶν Σθλάβων κούκουρον γέ μοντα νομισμάτων πέμψας, καὶ πολλαῖς ὑποσχέσεσι τοῦτον ἀπα τήσας, πείθει προσφυγεῖν αὐτῷ μετὰ εἴκοσι χιλιάδων Σθλάβων, καὶ οὕτω Ῥωμαίοις τὴν τροπὴν περιεποιήσατο. ὅθεν Ἰουστινιανὸς τὸ τούτων ἐγκατάλειμμα ἀνεῖλε σὺν γυναιξὶ καὶ τέκνοις ἐν τῷ πρὸς Νικομήδειαν Λευκάκτῃ. Τῷ ηʹ ἔτει Σαββάτιος ὁ Ἀρμένιος μαθὼν τὴν τῶν Ῥωμαίων ἧτταν, τὴν Ἀρμενίαν παρέδωκε τοῖς Ἄραψιν. ὑπετάγη δὲ αὐτοῖς καὶ ἡ ἔσω Περσὶς ἡ λεγομένη Χοροσάν. Τῷ θʹ ἔτει γέγονεν ἔκλειψις ἡλίου ὡς ἀστέρας φανῆναι. τῷ αὐτῷ ἔτει ἐπεστράτευσε Μωάμεδ τῇ Ῥωμαίων γῇ, ἔχων μεθ' ἑαυτοῦ τοὺς πρόσφυγας Σθλάβους ὡς ἐμπείρους τῆς χώρας, καὶ πολλοὺς ᾐχμαλώτευσεν. Ἰουστινιανὸς δὲ τῶν κτισμάτων ἐπιμε λούμενος κτίζει τὸ Ἰουστινιανοῦ λεγόμενον τρικλίνιον καὶ τὰ τοῦ παλατίου περιτειχίσματα. ἐπέστησε δὲ τούτοις Στέφανον τὸν Πέρσην, σακελλάριον ὄντα καὶ πρωτευνοῦχον, κύριον καὶ ἐξου σιαστήν, λίαν ὄντα αἱμοβόρον καὶ ἀπηνῆ, καὶ ἀνηλεῶς ἔτυπτε τοὺς ἐργολάβους καὶ ἐλιθοβόλει. τοῦ δὲ βασιλέως ἀποδημή σαντος καὶ τὴν μητέρα αὐτοῦ Ἀναστασίαν τὴν Αὐγοῦσταν δι' ἁβηνῶν ἐμαστίγωσεν. ὁμοίως δὲ καὶ ὁ ἀββᾶς Θεόδοτος ὅ ποτε ἔγκλειστος, γενικὸς λογοθέτης κατασταθείς, πολλοὺς τῶν ἐμφα νῶν ἀρχόντων ἀναιτίως ἐτιμωρεῖτο καὶ δημεύσει ὑπέβαλλε καὶ 1.774 σχοινίοις κρεμῶν κατὰ κεφαλῆς ἀχύροις ἐκάπνιζεν. ἀλλὰ καὶ ὁ ἔπαρχος βασιλικῇ κελεύσει πλείστους ἐναποκλείστους ἐποίει. ταῦτα πάντα ηὔξησε τὸ πρὸς τὸν βασιλέα μῖσος τοῦ λαοῦ. πλησίον δὲ τοῦ παλατίου βουλόμενος βάθρα τῶν Βενέτων καὶ φιάλην κτίσαι εἰς τὸ τελεῖσθαι ἐκεῖ τὸ σαξιμοδέξιμον, ἐπεὶ ναὸς ἦν τῆς ὑπεραγίας θεοτόκου τῶν μητροπολιτῶν, ἀπῄτει Καλλίνικον τὸν πατριάρχην ποιῆσαι εὐχήν, ἵνα καταλύσῃ τὴν τοιαύτην ἐκκλησίαν. ὁ δὲ πα τριάρχης ἔλεγεν ὅτι εὐχὴν ἐπὶ συστάσει ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει οὐ παρελάβομεν. βιασθεὶς δὲ εἶπεν ὁ πατριάρχης μετὰ δακρύων "δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων." τοῦτο ἀκούσαντες κατέλυσαν τὴν ἐκ κλησίαν καὶ ἐποίησαν τὴν φιάλην. ἐποίησε δὲ εἰς τὸ Πετρὶν ἐκ κλησίαν, ἣν ἔλεγε τῶν μητροπολιτῶν. Τῷ ιʹ ἔτει ἐπεστράτευσε Μωάμεδ τὴν τετάρτην Ἀρμενίαν, καὶ αἰχμαλωτεύσας πολλοὺς ἀνέστρεψεν. ἐν αὐτῷ δὲ τῷ ἔτει Ἰουστινιανὸς ἐξεβλήθη τῆς βασιλείας τρόπῳ τοιῷδε. ἐκέλευσε Στεφάνῳ πατρικίῳ καὶ στρατηγῷ τῷ Ῥουσίῳ νυκτὸς ἀποκτεῖναι τὸν δῆμον Κωνσταντινουπόλεως, ἄρξασθαι δὲ ἀπὸ τῶν πατριαρ χῶν. Λεόντιος δὲ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν γε νόμενος, ἐν πολέμῳ εὐδοκιμήσας καὶ κατηγορηθείς, ἐν φρουρᾷ κατεκλείσθη ἐπὶ τριετῆ χρόνον. ἐξάπινα δὲ ἀνακληθεὶς στρατη γὸς Ἑλλάδος προεβλήθη, ἐκελεύσθη δὲ ἐμβληθῆναι δρόμωνας καὶ αὐθημερὸν ἀποκινῆσαι τῆς πόλεως. ταύτῃ δὲ τῇ νυκτὶ ἐν τῷ 1.775 τῶν Σοφιῶν λιμένι πρὸς τὸ ἐκπλωΐσαι προσορμίσας συνετάσ σετο τοῖς φίλοις αὐτοῦ. ἐν οἷς καὶ οἱ γνησίως αὐτὸν φιλοῦντες χρησμῳδίαν αὐτῷ ἐδίδουν, ὅ τε Παῦλος μοναχὸς καὶ ἀστρονόμος τῶν Καλλιστράτων, καὶ Γρηγόριος Καππαδόκης ὁ κλεισουριάρχης μοναχὸς καὶ ἡγούμενος τῶν Φλώρου. λέγει οὖν ὁ Λεόντιος πρὸς αὐτούς "ὑμεῖς διεβεβαιοῦσθέ με ἐν τῇ φυλακῇ περὶ βασιλείας, καὶ νῦν ἡ ζωή μου ἐν κακοῖς τελειοῦται· καθ' ὥραν γὰρ τὸν θά νατόν μου ἐκδέχομαι." οἱ δὲ εἶπον "σὺ μὴ ὀκνήσῃς, καὶ τοῦτο ἰδοὺ πληροῦται." καὶ λαβὼν ὁ Λεόντιος τοὺς ἀνθρώπους αὐτοῦ μετὰ ἁρμάτων ἀνῆλθον εἰς τὸ πραιτώριον μετὰ σιγῆς, καὶ κρού σαντες τὴν πύλην προεφασίσαντο τὸν βασιλέα παραγενέσθαι ἐπὶ τῷ διοικῆσαί τινας τῶν ἐκεῖσε ὄντων. μηνυθέντος δὲ τοῦ