286
ἐπάρχου καὶ συντόμως ἐλθόντος καὶ ἀνοίξαντος, εὐθὺς δεσμεῖται ὑπὸ Λεοντίου. ἀνοίξας δὲ ὁ Λεόντιος τὰς φυλακὰς τοὺς ἀποκε κλεισμένους χρόνοις πολλοῖς στρατιώτας ἔλυσε καὶ ὥπλισε, καὶ σὺν αὐτοῖς εἰς τὸν φόρον κράζων ἐξῆλθεν "ὅσοι Χριστιανοί, εἰς τὴν ἁγίαν Σοφίαν," καὶ πέμψας καθ' ἕκαστον ῥεγεῶνα, τὴν αὐτὴν φωνὴν ἀνέκραζον. τὸ δὲ πλῆθος τῆς πόλεως θορυβηθὲν σπουδῇ εἰς τὸν λουτῆρα τῆς μεγάλης ἐκκλησίας συνηθροίσθη. καὶ ὁ πατριάρχης τούτοις συνὼν ἐφώνει "αὕτη ἡ ἡμέρα ἣν ἐποίη σεν ὁ κύριος." τὸ δὲ πλῆθος ἦραν φωνήν "ἀνασκαφῇ τὰ ὀστᾶ Ἰουστινιανοῦ." καὶ οὕτως ἐν τῷ ἱπποδρόμῳ ἐξέδραμε πᾶς ὁ λαός. ἡμέρας δὲ γενομένης ἐξάγουσι τὸν Ἰουστινιανὸν εἰς τὸ ἱπποδρόμιον διὰ τῆς Σφενδόνης, καὶ ῥινοκοπήσαντες αὐτὸν ἐξώρισαν ἐν Χερ 1.776 σῶνι. Θεόδοτον δὲ τὸν μοναχὸν καὶ Στέφανον τὸν σακελλάριον σχοίνοις ἐκ ποδῶν δήσαντες σύρουσι διὰ τῆς λεωφόρου, καὶ εἰς τὸν βουνὸν καταγαγόντες κατακαίουσι. καὶ οὕτως Λεόντιον βα σιλέα εὐφημοῦσι. τὸν δὲ τῆς πατριαρχίας θρόνον διεῖπε Καλλί νικος.
Κόσμου ἔτος #22ρπηʹ, τῆς Χριστοῦ παρουσίας ἔτος χδʹ, Λεόντιος βασιλεὺς Ῥωμαίων ἔτη γʹ. τούτου τῷ αʹ ἔτει πάντοθεν εἰρηνικῶς διετέλεσε. Τῷ βʹ ἔτει ἐπεστράτευσεν Ἀλιδὶ τὴν Ῥώμην, καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. ἐστασίασε δὲ καὶ Σέργιος ὁ πατριάρ χης τῆς Λαζικῆς, καὶ ταύτην τοῖς Ἄραψιν ὑπέταξε. Τῷ γʹ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες τὴν Ἀφρικήν, καὶ ταύτην παρέλαβον. ὁ δὲ Λεόντιος ἀποστέλλει τὸν πατρίκιον Ἰωάννην ἱκανὸν ὄντα μετὰ πάντων τῶν Ῥωμαϊκῶν πλοΐμων, ὃς τοὺς ἐχθροὺς τρέψας ἐδίωξε καὶ ἅπαντα τῆς Ἀφρικῆς τὰ κάστρα ἠλευ θέρωσε. καὶ καταλιπὼν ταξατίωνα ἴδιον τῷ βασιλεῖ ταῦτα ἐδή λωσε, καὶ ἐκεῖ ἐχείμασεν. ὁ δὲ πρωτοσύμβουλος τῶν Ἀράβων τοῦτο μαθών, πολλῷ πλείω καὶ δυνατώτερον τοῦ πρώτου στόλον ἀποστείλας τὸν Ἰωάννην ἐκδιώκει, καὶ ἐκεῖ φοσσατικῶς ἀπληκεύει. ὁ δὲ στρατὸς εἰς σύστασιν ἐλθὼν Ἀψίμαρον ἀναγορεύουσι βασιλέα, δρουγγάριον τῶν Κιβυρραιωτῶν ὄντα καὶ ἐκεῖσε ὑπάρχοντα, Τιβέ ριον αὐτὸν μετονομάσας. ἐν δὲ τῇ πόλει ἡ τοῦ βουβῶνος λύμη ἐνέσκηψε, καὶ ἐν τέσσαρσι μησὶν ἀπώλετο πλῆθος πολύ. κατα 1.777 λαμβάνει δὲ Ἀψίμαρος ἅμα τῷ συνόντι αὐτῷ στόλῳ, καὶ προσ ώρμησεν ἐν Συκαῖς, καὶ προδοσίας γενομένης εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τὸν μὲν Λεόντιον ῥινοκοπήσας ἐν τῇ τοῦ ∆αλμάτου μονῇ φυλάσσεσθαι προσέταξε, τοὺς δὲ φίλους αὐτοῦ δημεύσας ἐξώρισεν. Ἡράκλειόν τε τὸν γνήσιον αὐτοῦ ἀδελφόν, ὡς λίαν ἱκανώτατον, μονοστράτηγον πάντων τῶν ἔξω καβαλλαρικῶν θε μάτων προβαλόμενος, ἐπὶ τὰ μέρη Καππαδοκίας καὶ τῶν κλει σουρῶν διατρέχειν καὶ τὴν κατ' ἐχθρῶν ποιεῖσθαι φροντίδα ἀπέ στειλεν. Ἀψίμαρος ὁ καὶ Τιβέριος ἔτη ζʹ. τούτου τῷ αʹ ἔτει ἐστα σίασεν Ἀβδεραχμὰν ἐν Περσίδι, καὶ ἐκυρίευσεν αὐτῆς, καὶ ἐδίωξε τὸν χαγάνον ἀπ' αὐτῆς. Τῷ βʹ ἔτει γέγονε θανατικὸν μέγα. καὶ ἐπεστράτευσε Μωά μεδ σὺν τῷ πλήθει τῶν Ἀράβων κατὰ τοῦ Ἀβδεραχμάν. καὶ καταλαβὼν τὴν Περσίδα ἑνοῦται τῷ χαγάνῳ, καὶ πολεμήσαντες τῷ Ἀβδεραχμὰν κτείνουσιν αὐτόν, καὶ πάλιν τῷ χαγάνῳ τὴν Περσι κὴν ἀρχὴν ἐκχειρίζουσιν. οἱ δὲ Ῥωμαῖοι κατέδραμον Συρίας ἕως Σαμοσάτου, καὶ προνομεύσαντες τὴν πέριξ χώραν ἀπέκτειναν, ὡς φασί, χιλιάδας διακοσίας Ἀράβων, πλεῖστά τε σκῦλα καὶ αἰχμαλωσίαν πολλὴν λαβόντες ὑπέστρεψαν, φόβον μέγαν ἐμποιή σαντες αὐτοῖς. Τῷ γʹ ἔτει ἐπεστράτευσεν Ἀβδελᾶς κατὰ Ῥώμης, καὶ πολιορκήσας Ἀντάραδον καὶ μηδὲν ἀνύσας ὑπέστρεψε, καὶ ᾠκοδόμει τὴν Μόψου ἑστίαν, καὶ ἔθετο ἐν αὐτῇ φυλακήν. 1.778 Τῷ δʹ ἔτει Βαάνης ὁ Ἑπταδαίμων τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψιν ὑπέταξεν. Ἀψίμαρος δὲ Φιλιππικὸν τὸν υἱὸν Νικηφόρου πατρίκιον ἐξώρισεν ὡς ὀνειροπολούμενον βασιλεῦσαι· ἔφασκε γὰρ ἑωρακέναι κατ' ὄναρ ὅτι ἡ κεφαλὴ αὐτοῦ ἐσκιάζετο ὑπὸ ἀετοῦ. Τῷ εʹ ἔτει ἐστασίασαν οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Σα ρακηνῶν, καὶ τοὺς ἐν Ἀρμενίᾳ Σαρακηνοὺς ἀπέκτειναν. καὶ αὖθις πρὸς Ἀψίμαρον