289
δοθῆναι αὐτοῖς τοῦτον. τοῦ δὲ χαγάνου ἀπαιτήσαντος αὐτοὺς λόγον τοῦ μὴ προδοθῆναι ὑπ' αὐτῶν καὶ τοῦ κομίσασθαι κατὰ ἄνδρα νόμισμα ἕν, αὐτοὶ παρα χρῆμα ταῦτα δόντες παρέλαβον Βαρδάνην τὸν καὶ Φιλιππικὸν βα σιλέα. ἐν δὲ τῷ χρονίζειν τὸν στόλον καὶ ἀναφορὰν μὴ ἔρχεσθαι ἐστοχάσατο Ἰουστινιανὸς τὴν αἰτίαν, καὶ λαβὼν σὺν αὐτῷ τοὺς τοῦ Ὀψικίου καὶ μέρος Θρᾳκησίων ἀνῆλθεν ἕως Σινώπης, καὶ βλέπει τὸν στόλον ἐπὶ τὴν πόλιν ἐρχόμενον. καὶ βρύξας ὡς λέων καὶ αὐτὸς ἐπὶ τὴν πόλιν ὥρμησε. τοῦ δὲ Φιλιππικοῦ προλαβόντος καὶ τὴν πόλιν κρατήσαντος, αὐτὸς εἰς τὸν ∆αματρύα ἀνῆλθεν. ὁ δὲ Φιλιππικὸς εὐθὺς ἀποστέλλει τὸν Ἠλίαν μετὰ λαοῦ κατὰ Ἰουστινιανοῦ, Μαῦρον δὲ τὸν πατρίκιον κατὰ Τιβερίου. ὃς ἐν Βλαχέρναις πορευθεὶς εὗρε Τιβέριον κρατοῦντα τὰ τίμια ξύλα καὶ τὴν ἁγίαν τράπεζαν, ἔξωθεν δὲ τοῦ βήματος Ἀναστασίαν τὴν τοῦ 1.784 πατρὸς αὐτοῦ μητέρα, ἥτις πολλὰ ἐδυσώπει αὐτὸν μὴ ἀνελεῖν Τιβέριον. ἐν τούτοις Ἰωάννης ἐλθὼν βίᾳ ἀφαρπάζει τοῦ βήματος τὸν ἀπὸ τῆς Χαζάρας Τιβέριον, καὶ ἐν τῷ τῆς Καλλινίκου παραπορτίῳ ἐκβαλὼν δίκην προβάτου ἐλαρυγγοτόμησεν. ὁ δὲ Ἠλίας εἰς λόγους ἐλθὼν τῷ μετὰ τοῦ Ἰουστινιανοῦ στρατῷ καὶ λόγον ἀπαθείας δοὺς αὐτῷ πρὸς ἑαυτὸν εἵλκυσε. μόνου δὲ ὑπο λειφθέντος Ἰουστινιανοῦ, ἐν θυμῷ δραξάμενος τοῦ τραχήλου αὐ τοῦ Ἠλίας τῷ παραμηρίῳ τὴν κεφαλὴν αὐτοῦ ἐξέτεμε καὶ πρὸς Φιλιππικὸν ἀπέστειλεν. αὐτὸς δὲ ἄχρι Ῥώμης ταύτην ἐξέπεμψεν. Ὁ δὲ προλεχθεὶς μοναχός, ὁ αἱρετικὸς καὶ ἀστρονόμος τῶν Καλλιστράτων, πρὸ τοῦ βασιλεῦσαι Φιλιππικὸν ἐχρησμοδότει αὐτῷ λέγων "ἐπεὶ ἡ ἕκτη σύνοδος κακῶς ἐγένετο, ἐὰν βασιλεύσῃς, ῥῖψον αὐτήν, καὶ γενέσθαι σοι ἔχει ἡ βασιλεία πολυχρόνιος καὶ κραταιά." ὁ δὲ συνέθετο μεθ' ὅρκου τοῦτο ποιῆσαι. βασιλεύ σας δὲ ἐποίησε ψευδοσύνοδον ἐπισκόπων κατὰ τὸν λόγον τοῦ ψευδαββᾶ, καὶ ἔρριψε τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην σύνοδον. καὶ τῷ αὐτῷ χρόνῳ ἐτυφλώθη ὁ μάταιος.
Κῦρον δὲ τὸν πα τριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, Ἰωάννην τὸν αὐτοῦ συμμύ στην καὶ συναιρετικὸν προεβάλετο. Οὗτος ὁ Φιλιππικὸς ὁ καὶ Βαρδάνης ἐν μὲν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ ἐχέφρων ἐλογίζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ ἀσέμνως καὶ ἀνικάνως καὶ αἰσχρῶς τὸν βίον αὐτοῦ διατελῶν πάντῃ 1.785 ἀδόκιμος ἐδείκνυτο. ἐμμανῶς γὰρ κινηθεὶς κατὰ τῆς ἁγίας ʹ συνόδου ἀνατρέπειν ἔσπευδε τὰ ὑπ' αὐτῆς δογματισθέντα θεῖα δόγματα. εὗρε γὰρ ὁμόφρονας αὐτοῦ αὐτόν τε τὸν Ἰωάννην, ὃν ἐποίησε πατριάρχην, καὶ ἄλλους ὁμόφρονας αὐτοῦ, καὶ ἐγγρά φως ἀνεθεμάτισαν αὐτήν. τῷ δ' αὐτῷ χρόνῳ οἱ Βούλγαροι διὰ τοῦ Φιλέα λάθρᾳ τῷ στενῷ ἐπιρρίψαντες ἕως τῆς χρυσῆς πόρτης διέδραμον. τὸν δὲ ἀριθμὸν τῶν σφαγέντων καὶ αἰχμαλωτισθέν των, ὑπὲρ ἀριθμὸν ὄντα, λέγειν οὐκ ἔχομεν. αὐτοὶ δὲ ἀβλαβεῖς εἰς τὴν χώραν αὐτῶν ὑπέστρεψαν. Τῷ βʹ ἔτει ἔδοξε τῷ Φιλιππικῷ μετά τινων πολιτῶν ἀρι στῆσαι. ἐν δὲ τῷ σαββάτῳ τῆς πεντηκοστῆς μεσημβριάζων, ἐξάπινα διὰ τῆς χρυσῆς πόρτης εἰσελθὼν Ῥοῦφος πρωτοστράτηγος τοῦ Ὀψικίου, μεθ' ὧν εἶχεν ἐν τῇ Θρᾴκῃ, καὶ εἰσδραμὼν εἰς τὸ παλάτιον, ἥρπασε τὸν Φιλιππικὸν καὶ ἤγαγεν εἰς τὸ ἀρματώριον τῶν πρασίνων, καὶ ἐτύφλωσεν αὐτὸν μηδενὸς γνόντος. τῇ δὲ ἐπαύριον, ἤγουν τῇ κυριακῇ τῆς πεντηκοστῆς, συναχθέντος τοῦ λαοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐστέφθη Ἀρτέμιος ὁ πρωτοασηκρῆτις, μετονομασθεὶς Ἀναστάσιος, ὑπὸ Ἰωάννου πατριάρχου αἱρετικοῦ, ἔτη βʹ. Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη βʹ. οὗτος λογιώτατος ὢν προεβάλετο στρατηγὸν ἱκανώτατον εἰς τὰ καβαλλαρικά, Λέοντα τὸν Ἰσαυρόν, καὶ ἕτερον λογιώτατον εἰς τὰ πολιτικά, κἀκ τούτου ἐν ἀδείᾳ διετέλει. οὗτος Θεόδωρον καὶ Γεώργιον τοὺς πατρικίους 1.786 ἐκτυφλώσας εἰς Θεσσαλονίκην ἐξώρισε. τῶν δὲ Ἀράβων ὁπλιζο μένων κατὰ Ῥωμανίας διά τε γῆς καὶ θαλάσσης, ἀπηγγέλη τῷ βασιλεῖ κατὰ τῆς πόλεως τούτους παραγίνεσθαι. ὁ δὲ ἤρξατο κτίζειν δρόμωνας καὶ διήρεις, καὶ τὰ παράλια τείχη ἀνακαινίζειν καὶ τὰ χερσαῖα, καὶ