290
γεννημάτων τὰ ὡρεῖα ἐπλήρωσεν. ἐπὶ τούτου Γερμανὸς ἐκ μητροπόλεως Κυζίκου μετατίθεται εἰς Κωνσταντι νούπολιν, καὶ κιτατώριον μεταθεσίμου ἐκπεφώνηται "ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοφιλεστάτων ἐπισκόπων ἡ θεία χάρις ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα μετατί θησι Γερμανὸν τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν μητροπό λεως εἰς ἀρχιεπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πό λεως ἐπὶ Ἀρτεμίου βασιλέως." μαθὼν δὲ ὁ βασιλεὺς ὅτι στόλος ἐξῆλθε Σαρακηνικὸς πρὸς τὸ κόψαι ξύλα εἰς τὸν Φοίνικα, ἐξαρ τύσας στόλον ἐξαπέστειλε πρὸς τὸ καῦσαι τὴν τοιαύτην ξυλήν. ἐλθόντος δὲ τοῦ στόλου ἐν τῇ Ῥόδῳ, ἐστασίασε, καὶ τὸν μὲν βα σιλέα ἀνέσκαψαν τὸν δὲ στρατηγὸν αὐτὸν Ἰωάννην ῥομφαίᾳ ἀνεῖ λον, καὶ εὐθέως κατὰ τῆς βασιλίδος ἀνέπλευσαν. ἐλθόντων δὲ αὐτῶν ἐν τῷ Ἀτραμυτίῳ, εὗρον ἐκεῖσε Θεοδόσιον διοικητὴν εὐσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα. ὅπερ μαθὼν Ἀρτέμιος, τὴν πόλιν ὀχυρώσας ἐν Νικαίᾳ τῇ πόλει κατέφυγεν. ὁ δὲ τῆς πόλεως στόλος καὶ ὁ τοῦ Θεοδοσίου μέχρι μηνῶν ἓξ ἀλλήλοις κατεπολέμουν. ὁ δὲ Θεοδόσιος διαβὰς ἐπὶ τὰ Θρᾳκῷα μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ τοὺς ἐν τῷ τείχει 1.787 τῶν Βλαχερνῶν φύλακας δώροις διαφθείρας τὴν εἴσοδον ἔσχε. τὴν δὲ πόλιν οἱ πλώϊμοι πραιδεύσαντες μεγίστην εἰργάσαντο ἅλω σιν, μηδενὸς φεισάμενοι. τὸν δὲ πατριάρχην Γερμανὸν καὶ τοὺς ἄρχοντας Ἀρτεμίου συλλαβόμενοι ἐν Νικαίᾳ ἀπήγαγον. οὓς θεα σάμενος Ἀρτέμιος, λόγον τε ἀπαθείας λαβών, τὸ μοναδικὸν πε ριεβάλετο σχῆμα, καὶ εἰς Θεσσαλονίκην ἐξορίζεται. Λέων δὲ ὁ Ἴσαυρος τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ, ἔχων συναγωνιζόμενον Ἀρτάβασδον Ἀρμένιον στρατηγὸν τῶν Ἀρμενιακῶν, ᾧ καὶ δοῦναι συνέθετο τὴν ἰδίαν θυγατέρα. Θεοδόσιος βασιλεὺς Ῥωμαίων ἔτη βʹ, ἐφ' οὗ Μασαλμᾶς ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐπεστράτευσε κατὰ Ῥωμαίων. καὶ πρὸς τὰ μέρη τοῦ Ἀμωρίου γενόμενος γράφει πρὸς Λέοντα τῶν ἀνα τολικῶν στρατηγόν "ἡ βασιλεία τῶν Ῥωμαίων σοι ἁρμόζει. ἐλθὲ οὖν καὶ λαλήσομεν τὰ πρὸς εἰρήνην." ὁ δὲ πρὸς αὐτὸν ἀποστεί λας ὑπάτους καὶ λόγους εἰρήνης ποιησάμενος, καὶ ὡς βασιλεὺς φημισθείς, ἐπὶ τὴν Νικομήδειαν ἔρχεται μετὰ πλείστου στρατοῦ. ἐν ᾗ τῷ τοῦ Θεοδοσίου υἱῷ περιτυχὼν ἐν πολέμῳ καὶ χειρωσάμενος μετὰ τῆς βασιλικῆς ὑπηρεσίας πάσης καὶ τῶν ἐν τέλει τοῦ παλα τίου, καταλαμβάνει τὴν Χρυσόπολιν. ὁ δὲ Θεοδόσιος λόγους ἀπαθείας παρ' αὐτοῦ λαβὼν παρεχώρησεν αὐτῷ τῆς βασιλείας, κληρικὸς σὺν τῷ υἱῷ γενόμενος. οὗτος ἦν καὶ χρυσογράφος. τελευτᾷ δὲ ἐν Ἐφέσῳ, καὶ τίθεται ἐν τῷ ναῷ τοῦ ἁγίου Φιλίππου 1.788 ὑπὸ γῆν, γράφει δὲ ἐν τῷ τάφῳ αὐτοῦ Ὑγεία. λέγουσι δέ τινες τῶν ἐντοπίων θαυματουργεῖν αὐτόν. Ἐλθὼν δὲ Μασαλμᾶς ἐν Περγάμῳ ταύτην παρέλαβεν· εἰση γήσεσι γάρ τινος μάγου ἐνέγκαντες οἱ τῆς πόλεως ἔγκυον γυναῖκα ταύτην ἀνέτεμον, καὶ τὸ βρέφος ἐν κακάβῳ ἑψήσαντες εἰς τὴν τοιαύτην θεοβδέλυκτον θυσίαν πάντες οἱ πολεμεῖν βουλόμενοι τὰ μανίκια τῆς δεξιᾶς χειρὸς αὐτῶν ἔβαψαν, κἀντεῦθεν δικαίᾳ τοῦ θεοῦ κρίσει τοῖς ἐχθροῖς παρεδόθησαν.
Κόσμου ἔτος #22σθʹ, τῆς θείας σαρκώσεως ψγʹ, Λέων ὁ καὶ Κόνων, ὁ Ἴσαυρος καὶ εἰκονομάχος, ἐβασίλευσεν ἔτη κδʹ. πρὸ ὀλίγων τινῶν χρόνων τῆς βασιλείας Λέοντος Ἑβραῖοί τινες ἐκ Λαοδικείας τῆς Φοινίκης ἦλθον πρὸς Ἰζὴθ τὸν ἀρχηγὸν Ἀράβων,ἐπαγγελλόμενοι αὐτῷ ἔτη μʹ κρατῆσαι τῆς Ἀράβων ἀρχῆς, εἰ τὰς ἐν ταῖς ἐκκλησίαις τῶν Χριστιανῶν τιμωμένας σεπτὰς εἰκόνας ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ καταλύσει. τούτοις πεισθεὶς ὁ ἀνόητος Ἰζὴθ δόγμα καθολικὸν ἐψηφίσατο κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰ κόνων. ἀλλὰ χάριτι Χριστοῦ καὶ ταῖς πρεσβείαις τῆς πανάγνου θεοτόκου καὶ πάντων τῶν ἁγίων συντόμως τεθνηκὼς οὐ διαπέμψαι αὐτὸ ἠδυνήθη εἰς τὴν ἐπικράτειαν αὐτοῦ· οὔπω γὰρ διῆλθεν ἐνιαυτός, καὶ ἡ θεία δίκη μετῆλθεν