291
αὐτόν. οὗ ὁ υἱὸς τὴν ἡγεμο νίαν δεξάμενος ὡς ψευδομάντεις αὐτοὺς ἐβουλήθη ἀποκτεῖναι. ὅπερ μαθόντες ἀνέκαμψαν ἐν τοῖς Ἰσαυρικοῖς μέρεσιν. εἰς πη γὴν δέ τινα ἀναψυχόντων αὐτῶν, ἰδοὺ οὗτος ὁ Λέων νεανίσκος 1.789 ἔτι ὤν, καλὸς τῷ εἴδει καὶ εὐμήκης τῷ σώματι, βάναυσος τὴν τέχνην καὶ ἐξ αὐτῆς τὴν ζωὴν ποριζόμενος, καὶ ἐκ τοῦ ὑποζυγίου τὸν φόρτον περιελόμενος ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ὡς ἀρι στήσων. εἶτα οἱ τῶν ἐγγαστριμύθων μύσται τοῦ κατάρξαι τῆς Ῥωμαϊκῆς βασιλείας τῶν σκήπτρων τούτῳ προλέγουσι. τοῦ δὲ Λέοντος ἀναβαλλομένου, πληροφορεῖται ὑπ' αὐτῶν. οἳ καὶ αἰ τοῦσιν ὅρκον, εἰ εἰς πέρας ἔλθῃ τοῦτο, ὅπερ ἂν αἰτήσωνται ποιή σειν. πλησιάζοντος δὲ ἐκεῖσε ναοῦ τοῦ ἁγίου Θεοδώρου ὄμνυσιν αὐτοῖς. ὑποχωρησάντων οὖν ἀμφοτέρων, ὑπὸ Σισινίου πατρι κίου στρατολογεῖται ὁ Λέων. καὶ ἐν ὀλίγῳ ὑπὸ Ἰουστίνου τοῦ ῥινοτμήτου σπαθάριος γενόμενος εἰς τὰ ἑσπέρια πέμπεται, καὶ νικήσας ὑπὸ Θεοδοσίου στρατηγὸς ἀνατολῆς γίνεται, καὶ τῆς βα σιλείας κρατεῖ τῷ προειρημένῳ τρόπῳ. Τῷ βʹ ἔτει κατέλαβε Σουλειμὰν μετὰ στόλου καὶ ἀμηράδων, καὶ διεπέρασεν ἐξ Ἀβύδου ἐν τῇ Θρᾴκῃ. οὗ τελευτήσαντος ἀμη ρεύει Οὔμαρος. χειμῶνος δὲ βαρυτάτου γενομένου ἐν τῇ Θρᾴκῃ ὡς ἐπὶ ἡμέρας ἑκατὸν μὴ φανῆναι γῆν ἐκ τῆς κρυσταλλωθείσης χιόνος, πλῆθος ἵππων τε καὶ καμήλων καὶ λοιπῶν ζῴων τῶν ἐχθρῶν τεθνήκασι. τῷ δὲ ἐαρινῷ καιρῷ κατέλαβε Σουφιὰμ μετὰ τοῦ ἐν Αἰγύπτῳ κτισθέντος στόλου, καὶ προσώρμισεν εἰς τὸν τοῦ Καλοῦ Ἀγροῦ λιμένα. μετ' οὐ πολὺ καὶ Ἰζὴθ μεθ' ἑτέρου στόλου κτισθέντος ἐν Ἀφρικῇ καὶ αὐτὸς προσώρμισεν εἰς τὸν Σάτυ ρον καὶ τὸν Βρύαντα καὶ ἕως Κάρτου λιμένος. οἱ μέντοι τῶν δύο τούτων στόλων Αἰγύπτιοι καθ' ἑαυτοὺς βουλευσάμενοι νυκτὸς 1.790 εἰσῆλθον ἐν τῇ πόλει τὸν βασιλέα εὐφημοῦντες, ὥστε ἀπὸ τῆς Ἱερείας μέχρι τῆς πόλεως ὁλόξυλον φαίνεσθαι τὴν θάλασσαν. ἕκαστος δὲ τῶν τοιούτων στόλων στρατὸν εἶχεν ἀναρίθμητον καὶ πλοῖα καὶ ὅπλα ἀριθμῷ μὴ ὑποβαλλόμενα. καὶ ταῦτα πάντα διὰ τῆς βοηθείας τοῦ εὐσπλάγχνου θεοῦ καὶ τῶν πρεσβειῶν τῆς θεο τόκου κατὰ τὸν τόπον τὰ μὲν ἐβυθίσθησαν ὑπὸ ἀνέμων τὰ δὲ ἐνε πρήσθησαν, καὶ πάντες μετὰ τῶν πλοίων αὐτῶν ἄρδην ἀπώλοντο, πολεμοῦντες τὴν πόλιν ἐπὶ ἔτη δύο. πάλιν δὲ τοῦ Μερδασᾶ σὺν τῷ στρατῷ αὐτοῦ ἀπὸ τῶν πυλῶν ἕως Νικαίας καὶ Νικομηδείας ἀνατρέχοντος, οἱ ἐν τῷ Λίβα καὶ τῷ Σόφωνι δίκην Μαρδαϊτῶν κρυπτόμενοι Ῥωμαῖοι ἐξαίφνης τούτους ἐπιρρίπτοντες καὶ πολὺν φόνον καθ' ἑκάστην ποιοῦντες ἀπεδίωξαν. ἄλλως τε καὶ λιμοῦ αὐτοὺς καταλαβόντος σφοδροῦ πάντα τὰ θνήσκοντα ζῷα κατή σθιον. φασὶ δὲ ὅτι ἀνθρώπους τεθνεῶτας καὶ τὴν ἑαυτῶν κόπρον σὺν ῥίζαις βοτανῶν τεθρυμμέναις ἕψοντες ἤσθιον. ἐνέσκηψε δὲ αὐτοῖς καὶ λοιμικὴ νόσος, καὶ ἀναρίθμητα πλήθη ἐξ αὐτῶν ὤλεσε. συνῆψαν δὲ πρὸς αὐτοὺς καὶ οἱ Βούλγαροι πόλεμον, καὶ κατέ σφαξαν χιλιάδας εἰκοσιδύο Ἀράβων. καὶ ἄλλα πολλὰ συνέβη αὐτοῖς δεινά, ὡς ἐπιγνῶναι τῇ πείρᾳ τὸν θεὸν καὶ τὴν δέσποιναν θεοτόκον φρουροὺς εἶναι ταύτης τῆς πόλεως· καὶ οὐκ ἔστιν ἐγκα τάλειψις τελεία θεοῦ ἐν τοῖς ἐν ἀληθείᾳ ἐπικαλουμένοις αὐτόν, εἰ καὶ πρὸς βραχὺ παιδευόμεθα διὰ τὰς ἁμαρτίας ἡμῶν.
Τούτῳ τῷ ἔτει Σέργιος πρωτοσπαθάριος καὶ στρατηγὸς 1.791 Σικελίας, ἀκούσας ὅτι οἱ Σαρακηνοὶ παρακαθέζονται τὴν πόλιν, ἔστεψεν ἴδιον βασιλέα ἐκ τῶν ἀνθρώπων αὐτοῦ Βασίλειον πολίτην, τὸν υἱὸν Ὀνομαγούλου, μετονομάσας αὐτὸν Τιβέριον. ἐποίησε δὲ προβολὰς καὶ ἰδίους ἄρχοντας μετὰ βουλαῖς Σεργίου. ὁ δὲ βα σιλεὺς ταῦτα ἀκούσας ἀποστέλλει Παῦλον τὸν οἰκεῖον αὐτοῦ μετὰ δυνάμεως, ὃς καταλαβὼν τὴν Σικελίαν καὶ τὰς βασιλικὰς προστά ξεις ὑπαναγνοὺς τῷ λαῷ, εὐθὺς τὸν μὲν Λέοντα βασιλέα εὐφή μησαν, Βασίλειον δὲ τὸν Ὀνομάγουλον καὶ τοὺς σὺν αὐτῷ δεσμίους τῷ Παύλῳ παραδεδώκασιν, οὓς καρατομήσας τὰς κε φαλὰς αὐτῶν τῷ βασιλεῖ ἐξαπέστειλεν. ὁ δὲ Σέργιος λόγους ἀπαθείας λαβὼν ἐξῆλθε πρὸς τὸν