292
Παῦλον, καὶ οὕτως εἰρήνευσαν τὰ ἑσπέρια. τὰ δὲ ἐναπομείναντα πλοῖα τῶν Ἀράβων καὶ Οὐ μάρου τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς μετ' αἰσχύνης πολλῆς ἀνα κάμψαι βουληθέντα, λαῖλαψ ἐκ θεοῦ ἐνσκήψας τὰ μὲν ἐν Προι κοννήσῳ τὰ δὲ ἐν τοῖς ἀποστρόφοις καὶ ταῖς λοιπαῖς ἀκταῖς κατε πόντισε. τοῖς δὲ περιλειφθεῖσιν ἐν τῷ Αἰγαίῳ πελάγει χάλαζα πυρίνη ἐνσκήψασα ἀναβράσαι τὴν θάλασσαν πεποίηκε. καὶ τῆς πίσσης λυθείσης αὔτανδρα ἀπώλοντο, μόνων πέντε εἰς Συρίαν διασωθέντων, τὴν τοῦ θεοῦ ἡμῶν δυναστείαν ἀπαγγέλλοντα. Τούτου τῷ αʹ ἔτει σεισμὸς μέγας ἐγένετο ἐν Συρίᾳ. ἠνάγ κασε δὲ Οὔμαρος τοὺς Χριστιανοὺς μαγαρίζειν, καὶ τοὺς μὲν πει θομένους αὐτῷ ἀτελεῖς ἐποίει, τοὺς δὲ μὴ πειθομένους ἀνῄρει· ὅθεν καὶ πολλοὺς μάρτυρας ἀπειργάσατο. ἐθέσπισε δὲ καὶ Χρι 1.792 στιανὸν κατὰ Σαρακηνῶν μὴ μαρτυρεῖν. ἔγραψε δὲ καὶ πρὸς τὸν βασιλέα Λέοντα τοῦ μαγαρίσαι καὶ αὐτόν. Τῷ γʹ ἔτει ἐτέχθη τῷ βασιλεῖ Λέοντι υἱὸς δυσσεβέστατος καὶ τοῦ Ἀντιχρίστου πρόδρομος, Κωνσταντῖνος ὁ Καβαλλῖνος. τῇ δὲ κεʹ τοῦ Ὀκτωβρίου μηνὸς ἐστέφθη Μαρία ἡ γυνὴ Λέοντος ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, καὶ εὐξαμένη πρὸ τῆς εἰσόδου τοῦ ἁγίου θυσιαστηρίου μετῆλθεν εἰς τὸν μέγαν βαπτιστῆρα, καὶ βαπτίσαντος ἐκεῖσε Γερμανοῦ τοῦ πατριάρχου τὸν τῆς κακίας αὐτοῦ καὶ βασιλείας διάδοχον Κωνσταντῖνον, δεινὸν καὶ δυσῶδες ἐκ νηπιότητος αὐτοῦ προεσημάνατο τεκμήριον· καὶ γὰρ ἀφώδευσεν ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ, ὡς εἰπεῖν τὸν πατριάρχην προφητικῶς ὅτι μέγιστον κακὸν Χριστιανοῖς καὶ τῇ ἐκκλησίᾳ δι' αὐτοῦ γενή σεται. τοῦτον ἀνεδέξαντο οἱ προύχοντες τῶν θεμάτων καὶ τῆς συγκλήτου. τῷ δ' αὐτῷ ἔτει Νικήτας ὁ Ξυλινίτης γράφει πρὸς Ἀρτέμιον ἐν Θεσσαλονίκῃ ἀπελθεῖν πρὸς Τέρβελιν τοῦ ἀναλαβέ σθαι συμμαχίαν Βουλγαρικὴν καὶ ἐλθεῖν κατὰ Λέοντος. τοῦ δὲ ἀπελθόντος, δίδωσιν αὐτῷ στρατὸν ὁ Τέρβελις καὶ πεντήκοντα κεντηνάρια χρυσίου. ἔρχεται γοῦν πρὸς Κωνσταντινούπολιν ὁ Ἀρτέμιος. μὴ δεξαμένης δὲ αὐτὸν τῆς πόλεως, οἱ Βούλγαροι τοῦτον τῷ Λέοντι παραδεδώκασι καὶ φιλοφρονηθέντες παρ' αὐ τοῦ ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς τὸν Ἀρτέμιον σὺν τῷ Ξυλινίτῃ ἀνεῖλε, δημεύσας τὴν Ξυλινίτου οὐσίαν· μάγιστρος γὰρ ὢν πλού σιος πάνυ ὑπῆρχε. σὺν αὐτοῖς ἀπεκεφάλισε καὶ τὸν ἀρχιεπίσκο 1.793 πον Θεσσαλονίκης καὶ ἄλλους πλείστους, πλείονας δὲ ἐρρινοτό μησε καὶ ἐξώρισε. Τῷ δʹ ἔτει, τῇ ἡμέρᾳ τοῦ πάσχα, ἐστέφθη Κωνσταντῖνος ὁ Καβαλλῖνος ὑπὸ Λέοντος τοῦ πατρὸς αὐτοῦ ἐν τῷ τριβουναλίῳ, ὑπὸ τοῦ ἁγίου Γερμανοῦ. τῷ δὲ αὐτῷ ἔτει ἀπεβίω Οὔμαρος, ἀμηρεύσας τῶν Ἀράβων ἔτη δύο μῆνας δʹ. καὶ ἀμηρεύει Ἰζήδ. τυραννεῖ δὲ καὶ ἐν Περσίδι ἄλλος Ἰζὴδ Μουαλαβί, καὶ συναπῆλ θον αὐτῷ πολλοὶ τῆς Περσίδος. ὁ δὲ Ἰζὴδ ἀνεῖλεν αὐτὸν καὶ τὴν Περσίδα ὑπέταξεν. Τῷ εʹ ἔτει ἐφάνη τις Σύρος ψευδόχριστος, καὶ ἐπλάνησε τοὺς Ἑβραίους λέγων ἑαυτὸν εἶναι Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ. Τῷ ʹ ἔτει ἠνάγκασεν ὁ βασιλεὺς τοὺς Ἑβραίους καὶ τοὺς Μοντανοὺς βαπτίζεσθαι. οἱ δὲ Ἑβραῖοι ἀπροαιρέτως βαπτιζόμενοι ἀπελούοντο τὸ βάπτισμα, καὶ ἐσθίοντες μετελάμβανον τῶν ἁγίων μυστηρίων. οἱ δὲ Μοντανοὶ διαμαντεύσαντες ἑαυτούς, θεωρήσαντες ἡμέραν, εἰσῆλθον εἰς τοὺς ὡρισμένους οἴκους τῆς πλάνης αὐτῶν καὶ κατέκαυσαν ἑαυτούς. Τῷ ζʹ ἔτει ἦλθον, καθὼς προείρηται, οἱ μάντεις οἱ χρησμο δοτήσαντες τῷ Λέοντι τὴν βασιλείαν, καὶ ἀπαιτοῦσι παρ' αὐτοῦ τὴν ὑπόσχεσιν ἤγουν τὴν τῶν ἁγίων εἰκόνων καθαίρεσιν, ὑποσχό μενοι τῷ ἀσεβεῖ ποιήσαντι οὕτως βιώσειν χρόνους ἑκατόν. τού τοις πεισθεὶς ὁ ἀλάστωρ πολλῶν κακῶν αἴτιος γέγονεν ἡμῖν τοῖς 1.794 Χριστιανοῖς. εὑρὼν γάρ τινας ὁμοφρονοῦντας αὐτῷ καὶ τὸν Να κωλείας ἐπίσκοπον, οὐ μικρῶς τὴν πίστιν ἐλυμήνατο. Ἱστόρηται δὲ ὅτι ἔθος ἦν τὸν ῥῆγα Φραγγίας κατὰ γένος ἄρχειν, καὶ μηδὲν διοικεῖν πλὴν ὅτι ἀλόγως ἐσθίειν καὶ πίνειν, κατὰ δὲ τὸν Μάϊον μῆνα προκαθέζεσθαι ἐπὶ παντὸς τοῦ ἔθνους, καὶ προσκυνεῖν αὐτοῖς καὶ ἀντιπροσκυνεῖσθαι ὑπ' αὐτῶν, δωρο φορεῖσθαί τε κατὰ συνήθειαν καὶ ἀντιδιδόναι αὐτοῖς, ἔχειν δὲ