293
πρόοικον γνώμην αὐτοῦ καὶ τοῦ ἔθνους εἰς τὸ διοικεῖν πάντα τὰ πράγματα. ἐλέγοντο δὲ οἱ ἐκ τοῦ γένους ἐκείνου καταγόμενοι κριστάτοι, ὃ ἑρμηνεύεται τριχοραχάτοι· εἶχον γὰρ κατὰ τῆς ῥά χεως αὐτῶν τρίχας ἐκφυομένας ὡς χοῖροι. Τῷ θʹ ἔτει ἤρξατο ὁ δυσσεβὴς Λέων τὸν κατὰ τῆς τῶν ἁγίων εἰκόνων καθαιρέσεως λόγον ποιεῖσθαι.
Γρηγόριος δὲ ὁ πάπας Ῥώμης τοῦτο μαθὼν τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμηςἐκώλυσε, γράψας καὶ πρὸς Λέοντα ἐπιστολὴν δογματικήν, μὴ δεῖν βασιλέα λόγον περὶ πίστεως ποιεῖσθαι καὶ καινοτομεῖν τὰ ἀρ χαῖα δόγματα τῆς ἐκκλησίας τὰ ὑπὸ τῶν ἁγίων πατέρων δογματι σθέντα. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ χείμαρρος πλημμυρήσας εἰσῆλθεν εἰς Ἔδεσαν, καὶ τὴν πόλιν καὶ πολλοὺς ἠφάνισε. Τῷ ιʹ ἔτει ἐπεστράτευσε Μασαλμᾶς τὴν Καισάρειαν Καπ παδοκίας καὶ παρέλαβεν αὐτήν. γέγονε δὲ καὶ θανατικὸν εἰς Συ ρίαν. ἐν αὐτῷ τῷ ἔτει, ὥρᾳ θέρους, ἀτμὶς καμίνου πυρὸς ἀνέ βρασεν ἀνὰ μέσον Θήρας καὶ Θηρασίας τῶν νήσων ἐκ τοῦ βυθοῦ 1.795 τῆς θαλάσσης ἐπὶ ἡμέρας τινάς, καὶ κατὰ βραχὺ παχυνομένης καὶ ἀπολιθουμένης τῇ πυρώδει ἐκκαύσει ὅλος ὁ τόπος καὶ ὁ ἀὴρ πυροφανὴς ἐδείκνυτο. τῇ δὲ παχύτητι τῆς γεώδους οὐσίας πετρο κισσήρους μεγάλους ὡς λίθους τινὰς ἀναπέμψαι καθ' ὅλης τῆς μικρᾶς Ἀσίας καὶ Λέσβου καὶ Ἀβύδου καὶ τῆς πρὸς θάλασσαν Μακεδονίας, ὡς ἅπαν τὸ πρόσωπον τῆς θαλάσσης ταύτης κισσή ρων ἐπιπολαζόντων γέμειν. μέσον δὲ τοῦ τηλικούτου πυρὸς νῆσος ἀπογεωθεῖσα τῇ λεγομένῃ ἱερᾷ νήσῳ συνήφθη, μήπω τὸ πρὶν οὖσα, ἀλλ' ὡς αἱ προρρηθεῖσαι Θήρα τε καὶ Θηρασία ποτὲ ἐξε βράσθησαν, οὕτω καὶ αὕτη νῦν ἐπὶ τῶν χρόνων τοῦ θεομάχου Λέοντος. ὃς τὴν κατ' αὐτοῦ θείαν ὀργὴν ὑπὲρ αὐτοῦ λογισά μενος ἀναιδέστερον κατὰ τῶν ἁγίων σεπτῶν εἰκόνων ἤγειρε πόλε μον. οἱ μέντοι κατὰ τὴν βασιλίδα πόλιν ὄχλοι σφόδρα λυπού μενοι αὐτῷ τε ἔμελλον ἐπελθεῖν καὶ πολλοὺς βασιλικοὺς ἀνθρώ πους ἀνεῖλον, τούς τε καθελόντας τὴν ἐπὶ τῆς μεγάλης χαλκῆς πύλης τοῦ κυρίου εἰκόνα, ὡς πολλοὺς ὑπὲρ τῆς εὐσεβείας τιμωρη θῆναι μελῶν τε ἐκκοπαῖς καὶ μάστιξι καὶ ἐξορίαις καὶ ζημίαις ὑπο βληθῆναι, σβεσθῆναί τε τῶν παιδευτηρίων τὴν εὐσεβῆ διδασκα λίαν. πρὸς γὰρ τῇ λεγομένῃ βασιλικῇ κινστέρνῃ παλάτιον ἦν σεμνόν, ἐν ᾧ κατὰ τύπον ἀρχαῖον οἰκουμενικὸς ἐκάθητο διδάσκα λος, ἔχων μαθητὰς λόγῳ καὶ βίῳ σεμνοὺς τὸν ἀριθμὸν δώδεκα. οὗτοι πᾶσαν λογικὴν ἐπιστήμην τάχει τε καὶ μεγέθει φύσεως μετερχόμενοι οὐχ ἥκιστα τὴν ἐκκλησιαστικὴν μετῄεσαν θεοσοφίαν· 1.796 ὧν τῆς γνώμης χωρὶς οὐ θεμιτόν τι ποιεῖν ἐδόκει οὐδὲ τοῖς βασι λεῦσιν αὐτοῖς. τούτους ὁ Κόνων συχνῶς προσκαλούμενος ἐπεί ραζε πεῖσαι τῇ αὐτοῦ αἱρέσει. καταθέσθαι δὲ μὴ καταδεχομένους ἀλλ' ἀντιπίπτοντας ἀτίμως κατακλεισθῆναι διεκελεύσατο ἐκεῖσε, διὰ δὲ τῆς νυκτὸς πῦρ κυκλόθεν ὑφάψας αὐταῖς ἑστίαις καὶ βί βλοις πολλαῖς καὶ καλαῖς καὶ σκεύεσιν ἱεροῖς ὁ μιαρὸς κατέκαυσεν. ἐντεῦθεν στασιάζουσι κατ' αὐτοῦ μεγάλῃ ναυμαχίᾳ συμφωνήσαν τες Ἑλλαδικοί τε καὶ οἱ τῶν Κυκλάδων νήσων, οἳ καὶ προσπελά σαντες τῷ Βυζαντίῳ ἡττῶνται, ἐμπρησθέντων αὐτῶν ἐντὸς νηῶν τῷ σκευαστῷ πυρί. αὔξει δὲ τὴν κακίαν Λέων ὁ δυσσεβής, κατὰ τῆς εὐσεβείας τὸν διωγμὸν ἐπιτείνων. Τῷ δ' αὐτῷ ἔτει κατὰ τῆς Βιθυνῶν Νικαίας παρατάττεται Ἄμερ ἐν χιλιάσι ιεʹ μονοζώνων προδραμὼν καὶ ἀπαρασκεύαστον κυκλώσας τὴν πόλιν, καὶ Μαβίας ἐπακολουθῶν ἐν ἄλλαις ὀκτὼ ἥμισυ μυριάσιν· οἳ μετὰ πολλὴν πολιορκίαν καὶ καθαίρεσιν μερι κὴν τῶν τειχῶν, δι' ὀπτασίας τῶν ἐν αὐτῇ τιμωμένων ἁγίων πα τέρων αἰσχυνθέντες, ἄπρακτοι ὑπεχώρησαν. Κωνσταντῖνος δέ τις στράτωρ τοῦ Ἀρταβάσδου, ἰδὼν εἰκόνα τῆς θεοτόκου ἑστῶσαν, λαβὼν λίθον ἔρριψε κατ' αὐτῆς καὶ συνέτριψεν αὐτὴν καὶ πεσοῦ σαν κατεπάτησε. θεωρεῖ οὖν ἐν ὁράματι παρεστῶσαν αὐτῷ τὴν δέσποιναν καὶ λέγουσαν αὐτῷ "οἶδας ποῖον πρᾶγμα γενναῖον εἰρ γάσω εἰς ἐμέ; ὄντως κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τοῦτο ἐποίησας." τῇ δὲ ἐπαύριον