294
προσβαλόντων τῶν Σαρακηνῶν τῷ τείχει καὶ πολέ μου κροτηθέντος, δραμὼν εἰς τὸ τεῖχος ὁ ταλαίπωρος βάλλεται 1.797 τῷ ἐκ τοῦ μαγγανικοῦ λίθῳ, ὃς συνέτριψεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ἄξιον τῆς αὐτοῦ δυσσεβείας κομισάμενος τὸ ἀνταπόδομα. Ὁ μέντοι βασιλεὺς Λέων οὐ μόνον περὶ τὴν σχετικὴν τῶν σεπτῶν εἰκόνων ὁ δυσσεβὴς ἐσφάλλετο προσκύνησιν, ἀλλὰ καὶ περὶ τῶν πρεσβειῶν τῆς πανάγνου θεοτόκου καὶ πάντων τῶν ἁγίων· καὶ τὰ λείψανα δὲ τῶν ἁγίων ὁ παμμίαρος, ὡς οἱ διδά σκαλοι αὐτοῦ Ἄραβες, ἐβδελύττετο. ἐκ τοῦδε τοίνυν τοῦ χρόνου ἀναιδῶς τῷ μακαρίῳ Γερμανῷ προσετρίβετο, ὃν καὶ μεταστειλά μενος ἤρξατο λόγους τινὰς κινεῖν μεθ' ὑπουλίας καὶ καταγινώσκειν πάντων τῶν πρὸ αὐτοῦ βασιλέων καὶ ἱερέων ὡς εἰδωλολατρησάν των ἐν τῇ προσκυνήσει τῶν ἁγίων εἰκόνων. ὁ δὲ μέγας ἔφη Γερ μανός "ἄκουσον βασιλεῦ. τοῦ κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ διὰ σαρκὸς ἐπιφανέντος πᾶσα εἰδωλολατρία ἐκποδὼν γέγονε καὶ πᾶν ἄγαλμα εἰδωλικὸν ἠφάνισται καὶ ἐξωστράκισται, ὥς φησιν ὁ προ φήτης Ζαχαρίας ὅτι λέγει κύριος Σαβαώθ, ἐξολοθρεύσω τὰ ὀνό ματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι αὐτῶν ἔσται μνεία. πλὴν τὴν καθαίρεσιν τῶν ἱερῶν εἰκόνων ἀκούομεν μέλλειν ἔσεσθαι, ἀλλ' οὐκ ἐπὶ τῆς σῆς βασιλείας." τοῦ δὲ βιασαμένου εἰπεῖν ἐπὶ ποίας, ἔφη ὁ ἅγιος ἐπὶ Κόνωνος. ὁ δὲ ἀποκριθεὶς ἔφη "ὄντως ἐγώ εἰμι· τοῦτο γάρ ἐστι τὸ βαπτιστικόν μου." καὶ ὁ μέγας Γερμανὸς ὑπολαβὼν ἔφη "μὴ γένοιτο, δέσποτα, ἐπὶ τῆς σῆς βασιλείας πραχθῆναι τὸ θεοστυγὲς τοῦτο κακόν." ὁ δὲ θεομάχος 1.798 τύραννος τοῦτο ἀκούσας, σφόδρα χαλεπήνας καὶ λεόντειον βρύξας, εἰδωλολάτρην τε ἀποκαλέσας καὶ ταῖς ἰδίαις χερσὶ ῥαπίσας τῶν βασιλείων ἐξελαύνει. σιλέντιόν τε ποιήσας κατὰ τῶν ἁγίων εἰκό νων προσκαλεῖται πάλιν τὸν ἅγιον Γερμανόν, οἰόμενος πεῖσαι αὐ τὸν ὑπογράψαι. ὁ δὲ οὐδ' ὅλως εἶξε τῇ θωπείᾳ ἢ τῇ ἀπειλῇ τοῦ τυράννου. μᾶλλον μὲν οὖν ἀνέμνησεν αὐτὸν ὁ μακάριος τῶν πρὸ τῆς αὐτοκρατορίας συνθηκῶν, ὅπως αὐτὸν θεὸν ἐγγυητὴν δέδωκε μὴ παρασαλεῦσαί τι τῶν τῆς ἀληθείας δογμάτων. ἀλλ' οὐδ' οὕ τως ᾐσχύνθη ὁ ἄθλιος· μᾶλλον δὲ καὶ ἠγωνίζετο, εἴ που αὐτὸν ἐν λόγοις συλλήψεται, ἵν' ὡς φατριαστὴν καὶ οὐχ ὡς ὁμολογητὴν καθέλῃ τοῦ θρόνου. εὗρεν οὖν εἰς τοῦτο σύμμαχον Ἀναστάσιον σύγκελλον τοῦ ἁγίου, συνταξάμενος αὐτὸν τοῦ θρόνου διάδοχον ἔσεσθαι. ὃν ὁ μακάριος οὐκ ἀγνοῶν, ὡς ἄλλον Ἰσκαριώτην, σοφῶς τὰ περὶ προδοσίας ἀνεμίμνησκε. καί ποτε εἰσερχομένου πρὸς τὰ βασίλεια, ἐπάτησεν ὁ Ἀναστάσιος τὰ ὀπίσθια τῆς στολῆς τοῦ ἁγίου· πρὸς ὃν ὁ ὅσιος ἔφη "μὴ σπεῦδε· τὸ ∆ίιππον ἐκδέχε ταί σε." μετὰ δὲ ἔτη ιεʹ Κωνσταντῖνος ὁ διώκτης μετὰ τοῦ γαμ βροῦ αὐτοῦ Ἀρταβάσδου σὺν ἄλλοις ἐχθροῖς αὐτοῦ τοῦτον τύψας ἐν τῷ ἱπποδρόμῳ, διὰ τοῦ ∆ιίππου γυμνὸν ἐπ' ὄνου καθίσας ἐξ ἀντιστρόφου ἐπόμπευσε διὰ τὸ ἀνασκάψαι μὲν τὸν βασιλέα Κων σταντῖνον, στέψαι δὲ τὸν Ἀρτάβασδον· κἀντεῦθεν ἡ πρόρρησις ἀπέβη τοῦ ὁσιωτάτου Γερμανοῦ. ἐν μὲν οὖν τῷ Βυζαντίῳ πρό μαχος τῶν ὑπὲρ εὐσεβείας δογμάτων ὁ ἱερὸς οὗτος καὶ θεσπέσιος 1.799 ἤκμαζε Γερμανός, θηριομαχῶν καθ' ἑκάστην πρὸς τὸν φερώνυμον Λέοντα καὶ τοὺς αὐτοῦ συνασπιστάς, ἐν δὲ τῇ πρεσβυτέρᾳ Ῥώμῃ Γρηγόριος ἀποστολικὸς ἀνὴρ καὶ Πέτρου τοῦ κορυφαίου σύνθρο νος, ὃς διὰ τὰ ὑπ' αὐτοῦ γινόμενα θεῖα πονήματα ∆ιάλογος ἐκλήθη. οὗτος ὁ ἅγιος διὰ τὰς ἀνοσιουργίας Λέοντος ἀφηνίασε, καὶ πρὸς τὸν Φράγγον σπονδὴν εἰρηνικὴν ποιησάμενος τούς τε φόρους ἐκώλυσε καὶ Ἀναστάσιον καὶ τοὺς σὺν αὐτῷ ἀνεθεμάτισε. τὸν δὲ βασιλέα δι' ἐπιστολῶν αὐτοῦ πολλῶν πολλοῖς ἐγνωσμένων ἀριδήλως ἐλέγχει. ἐν δὲ τῇ κατὰ Συρίαν ∆αμασκῷ Ἰωάννης μοναχὸς καὶ πρεσβύτερος, ὁ Χρυσορρόας ὁ τοῦ Μανσούρ, ὃ ἑρμηνεύεται Λέντραβος, ὅνπερ ὁ δυσσεβὴς Μανζὴρ Ἰουδαϊκῷ φρονήματι μετωνόμασεν. οὗτος ὁ ὅσιος Ἰωάννης καὶ μελῳδὸς ὠνομάσθη μετὰ Κοσμᾶ ἐπισκόπῳ τοῦ Μαϊουμᾶ καὶ Θεοφάνους ἀδελφοῦ Θεοδώρου τῶν γραπτῶν, διὰ τὸ αὐτοὺς