295
μελῳδῆσαι τὰ ἐν ταῖς ἐκκλησίαις τῶν Χριστιανῶν τετυπωμένα ψάλλεσθαι· ἦν γὰρ ὁ ἅγιος Ἰωάννης οὗτος τῷ τε βίῳ καὶ τῷ λόγῳ διδάσκαλος ἄριστος, πάσης γνώσεως θείας τε καὶ ἀνθρωπίνης ἐμπεπλησμένος. ἀλλὰ Γερμανὸν μὲν ὡς ὑπ' αὐτὸν ὄντα ὁ Λέων ἐκβάλλει τοῦ θρό νου, ὃς τὸ ὠμόφορον ἐν τῇ ἁγίᾳ τραπέζῃ τῆς μεγάλης ἐκκλησίας θεὶς ἀπετάξατο τῇ ἱερωσύνῃ καὶ ὑπεχώρησεν. ὁ δὲ θεομάχος ἀντ' αὐτοῦ χειροτονεῖ Ἀναστάσιον τὸν προλεχθέντα σύγκελλον, συνθέμενον τῇ ἀσεβεῖ αὐτοῦ βουλῇ καὶ αἱρέσει. ὁ δὲ ὅσιος Γερμανὸς ἐξερχόμενος μεθ' ἑτέρων διδασκαλικῶν λόγων ἔφη "ἐὰν εἰμὶ 1.800 ἐγὼ Ἰωνᾶς, βάλλετέ με εἰς τὴν θάλασσαν· χωρὶς γὰρ οἰκουμενικῆς συνόδου καινοτομῆσαι πίστιν, ὦ βασιλεῦ, ἀδυνατῶ." καὶ ἀπελθὼν ἐν τῷ γονικῷ αὐτοῦ οἴκῳ τοῦ Πλατανίου ἡσύχασεν, ἀρχιερεύσας ἔτη ιδʹ μῆνας εʹ ἡμέρας ζʹ. Τῷ ιδʹ ἔτει ἐπεστράτευσε Μάσαλμας τῇ Ῥωμανίᾳ, καὶ ἐλθὼν εἰς Καππαδοκίαν παρέλαβε δόλῳ τὸ Χαρσιανὸν κάστρον.
Τῷ ιʹ ἔτει Λέων ὁ βασιλεὺς τὴν θυγατέρα χαγάνου τοῦ τῶν Σκυθῶν δυνάστου τῷ υἱῷ Κωνσταντίνῳ ἐνυμφεύσατο, ποιήσας αὐτὴν Χριστιανὴν καὶ ὀνομάσας Εἰρήνην· ἥτις ἐκμαθοῦσα τὰ ἱερὰ γράμματα διέπρεψεν ἐν εὐσεβείᾳ, τὴν τῶν ἀθέων δυσσέβειαν ἐλέγχουσα. ὁ δὲ βασιλεὺς ἐμαίνετο κατὰ τοῦ πάπα καὶ τῆς ἀπο στάσεως Ῥώμης καὶ Ἰταλίας, καὶ ἐξοπλίσας στόλον μέγαν ἀπέστειλε κατ' αὐτῶν. ᾐσχύνθη δὲ ὁ μάταιος ναυαγήσαντος τοῦ στόλου εἰς τὸ Ἀδριατικὸν πέλαγος. ἐκμανεὶς οὖν ἐπὶ τούτῳ πλέον ὁ θεομάχος φόρους κεφαλικῶς τῷ τρίτῳ μέρει Σικελίας καὶ Καλαβρίας τοῦ λαοῦ ἐπέθηκε. τὰ δὲ λεγόμενα πατριμώνια τῶν ἐν Ῥώμῃ ναῶν τῶν ἁγίων καὶ κορυφαίων ἀποστόλων ἔκπαλαι τελούμενα, τάλαντα τρία ἥμισυ, τῷ δημοσίῳ λόγῳ τελεῖσθαι προσέταξεν, ἐποπτεύειν τε καὶ ἀναγράφεσθαι τὰ τικτόμενα βρέφη πρὸς τὸ ἀπαιτεῖσθαι τὸν λεγόμενον κεφαλητίωνα. Τῷ ιηʹ καὶ ιθʹ καὶ καʹ ἔτει Σουλεϊμὰν ὁ υἱὸς Ἰσὰμ τὴν Ἀσίαν καταδραμὼν πολλοὺς αἰχμαλώτους ἐποίησεν. ᾐχμαλώ τευσε δὲ καί τινα Περγαμηνόν, ὃς ἔλεγεν ἑαυτὸν Τιβέριον εἶναι 1.801 υἱὸν Ἰουστινιανοῦ. τοῦτον Ἰσὰμ εἰς τιμὴν τοῦ ἰδίου παιδὸς καὶ τῶν βασιλέων ἐκφόβησιν μετὰ τιμῆς βασιλικῆς καὶ στρατευμάτων εἶχεν· ὃν ἐκπέμπει εἰς Ἱερουσαλὴμ καὶ εἰς ὅλην τὴν Συρίαν πρὸς θέαν πάντων. Τῷ κγʹ ἔτει ἐπεστράτευσε Σουλεϊμὰν κατὰ Ῥωμαίων, ἔχων μυριάδας ʹ. καὶ πολλὴν ἅλωσιν καὶ αἰχμαλωσίαν ποιησάμενος, πορθήσας καὶ τὸ Σιδηρόκαστρον, ἀβλαβὴς ὑπέστρεψε. Τῷ κδʹ ἔτει ἐκαύθησαν αἱ ἀγοραὶ ὑπὸ τῶν Ἱερακιτῶν, καὶ πολλοὶ ἐξ αὐτῶν ἐφουλκίσθησαν. τῇ κʹ τοῦ Ὀκτωβρίου μηνός, τοῦ ἁγίου ∆ημητρίου, ἡμέρᾳ δʹ ὥρᾳ ηʹ, σεισμὸς μέγας γέγονε καὶ φοβερὸς ἐν Κωνσταντινουπόλει, καὶ ἐπτώθησαν ἐκκλησίαι καὶ μοναστήρια καὶ οἶκοι, καὶ λαὸς πολὺς ἀπέθανεν. ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου ἐν τῷ Ξηρολόφῳ καὶ ἄλλαι πολλαί, καὶ τὰ χερσαῖα τῆς πόλεως τείχη, καὶ πόλεις καὶ χωρία ἐν τῇ Θρᾴκῃ, ἥ τε Νίκαια καὶ Νικομήδεια καὶ Πραίνετος. ἀπέφυγε δὲ καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ἔν τισι τόποις. ἐκράτει δὲ καὶ ὁ σεισμὸς μῆνας ιαʹ. ἰδὼν δὲ ὁ βασιλεὺς τὰ τείχη τῆς πόλεως πτωθέντα, διελάλησε λέγων ὅτι ὑμεῖς οἱ τῆς πόλεως ἀδυνατεῖτε τὰ τείχη κτίζειν, ἀλλὰ προσετάξαμεν τοῖς διοικηταῖς τῶν θεμάτων ἀπαι τεῖν εἰς τὸν κανόνα κατὰ νόμισμα μιλιαρίσιον ἕν, καὶ λαμβάνει αὐτὸ ἡ βασιλεία, καὶ κτίζει αὐτά. κἀντεῦθεν ἀπεκράτησεν ἡ συνήθεια παρέχειν τὰ δικέρατα τοῖς διοικηταῖς. κεράτια δὲ αἱ ιβʹ φόλλεις ὠνομάσθησαν, ἤτοι νοῦμμοι ἀπὸ Νουμᾶ βασιλέως 1.802 Ῥώμης, ὃς καὶ πρῶτος τοὺς ὀβολοὺς τῇ ἰδίᾳ εἰκόνι ἐχάραξε καὶ νούμμους αὐτοὺς κατὰ τὸ ἴδιον ὄνομα ἐκάλεσεν. οὗτος καὶ ὀφφί κιον ἐτύπωσεν, ὅπερ εἷς τῶν ἀνθρώπων αὐτοῦ ἔχων ἐλάμβανεν ἐξ ἑκάστου τῶν ἀπὸ τοῦ παλατίου ῥογευομένων φόλλεις ιβʹ ἤτοι κε ράτιον ἕν. διὸ καὶ ἐλέγετο ὁ κεράτιον. τοῦτο δὲ ἦν ὡς ἐν τύπῳ ψήφου τῶν ῥογευομένων ἀπὸ τοῦ παλατίου· οὔπω γὰρ τότε ἀπο γραφαὶ κατὰ Ῥώμην ἦσαν. ἐν δὲ τῇ πρώτῃ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ οὗτος ὁ Νουμᾶς ἐγένετο,