296
ἐν τῷ #22δψπʹ ἔτει τῆς κόσμου κτίσεως. Ἐβασίλευσεν οὖν Λέων ὁ καὶ Κόνων, ὁ Ἴσαυρος, ἔτη κδʹ μῆνας βʹ ἡμέρας κεʹ. καὶ θνήσκει σὺν τῷ σωματικῷ καὶ τὸν ψυχικὸν θάνατον, νόσῳ δυσεντερίας βληθείς· καὶ τίθεται τὸ δύστηνον αὐτοῦ σῶμα ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. ὅσα δὲ καὶ οἷα κατὰ Χριστιανῶν συνέβησαν ἐν ταῖς ἡμέραις τούτου τοῦ δυσσεβεστάτου καὶ ἀπανθρώπου Λέοντος, περί τε τὴν ὀρθόδοξον ἡμῶν πίστιν καὶ περὶ τὰς τῶν πολιτικῶν διοικήσεις αἰσχροῦ κέρ δους καὶ φιλαργυρίας ἐπινοίᾳ, κατά τε παντὸς κόσμου καὶ τῶν Χριστιανῶν σεισμοὶ καὶ λιμοὶ καὶ λοιμοὶ καὶ ἐθνῶν ἐπαναστάσεις καὶ θάνατοι, ἀπορῶ μνημονεῦσαι· ὑπερβαίνουσι γὰρ πάντα νοῦν καὶ λόγον καὶ διάνοιαν. ἄξιον δὲ λοιπὸν ἐφεξῆς καὶ τοῦ δυσσεβε στάτου καὶ παναθλίου παιδὸς αὐτοῦ τὰς ἀθεμίτους διεξελθεῖν πράξεις ἀνοσιουργοτέρας καὶ θεομισήτους οὔσας.
2.3 Κόσμου ἔτος #22σλʹ, τῆς θείας σαρκώσεως ἔτος ψλθʹ, Κωνσταντῖνος ὁ Καβαλλῖνος εἰκονομάχος ἐβασίλευσεν ἔτη λεʹ, ἐκ δεινοτάτου λέοντος φανεὶς ποικιλότροπος πάρδαλις καὶ ἐκ σπέρματος ὄφεως ἀσπὶς καὶ ὄφις πετόμενος. οὗτος τὴν πατρῴαν βασιλείαν τε καὶ δυσσέβειαν διαδεξάμενος ἐκ θεοῦ πλεῖον διίστατο καὶ τῆς θεομήτορος καὶ πάντων τῶν ἁγίων, κἀντεῦθεν λοιπὸν μαγείαις καὶ ἀσελγείαις καὶ δαιμόνων ἐπικλήσεσι καὶ σπλάγχνων ἀνατομαῖς καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι κυνηγεσίαις τε καὶ ἱπποδρομίαις σχολάζων ὄργανον ἐπιτήδειον τοῦ Ἀντιχρίστου γέγονεν, ὡς καὶ θεσμὸν καθολικὸν ἐκθέσθαι, μὴ λέγεσθαί τινα τὸ παράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι, καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν. "οὐδὲν γάρ" ἔλεγεν "ἰσχύουσι," προσθεὶς ὁ παμμίαρος "μηδὲ τὴν τῆς Μαρίας ἐπικαλείσθω τις πρεσβείαν· οὐ γὰρ δύναταί τι." ἀλλὰ μηδὲ θεοτόκον αὐτὴν ὀνομάζεσθαι. λαβὼν γὰρ ἐν χειρὶ πλῆρες χρυσίου βαλάντιον καὶ ὑποδείξας αὐτὸ 2.4 πᾶσιν, ἤρετο τίνος ἄξιον ἐστί· τῶν δέ "πολλοῦ" εἰπόντων, κενώσας πάλιν τὸ χρυσίον ἤρετο τίνος ἐστὶν ἄξιον, καὶ λέγουσιν "οὐδενός" "οὕτως" ἔφη "καὶ ἡ Μαρία, ἕως μὲν εἶχε τὸν Χριστὸν ἐν αὐτῇ, τετιμημένη ἦν, ἀφ' οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε." φεῖσαι ἡμῶν, κύριε. ἐκ τούτου οὐ μικρά τις ἀθυμία τοὺς Χριστιανοὺς κατέλαβεν, ὥστε παρὰ πάντων μισηθῆναι καὶ Ἀρταβάσδῳ κουροπαλάτῃ καὶ γαμβρῷ ἐπ' ἀδελφῇ αὐτοῦ προστεθῆναι. ἀδελφῇ αὐτοῦ προστεθῆναι. Ἐξελθὼν δὲ ὁ Κωνσταντῖνος ἐν τοῖς τοῦ Ὀψικίου μέρεσι κατὰ τῶν Ἀράβων ὑπεβλέπετο κακῶσαι Ἀρτάβασδον, ὄντα ἐν τῷ ∆ορυλαίῳ. ὁ δὲ τοῦτο γνοὺς κινεῖ κατ' αὐτοῦ, καὶ τὸν μὲν πα τρίκιον Βίσηρον, τὸν συμμύστην Κωνσταντίνου, ῥομφαίᾳ ἀνεῖ λεν, ὁ δὲ Κοπρώνυμος φοβηθείς, ἐπιβὰς παριππίου, φεύγει εἰς τὸ Ἀμώριον. δεξιοῦται δὲ Λογγῖνον στρατηγὸν τῶν ἀνατολικῶν μεγάλαις ὑποσχέσεσι, καὶ σώζεται παρ' αὐτοῦ. ἐντεῦθεν μάχαι δεινόταται τοῖς ὑπηκόοις, ἑκατέρων βασιλέων ἀναγορευομένων. εἰσῆλθε δὲ Ἀρτάβασδος ἐν τῇ πόλει, καὶ παρευθὺ κατὰ πᾶσαν αὐτὴν τὰς ἱερὰς ἀνεστήλωσεν εἰκόνας, ἀνηγορεύθη δὲ παρὰ τῶν θεμάτων βασιλεύς. Ἀναστάσιος δὲ ὁ ψευδώνυμος πατριάρχης, κρατήσας τὰ τίμια καὶ ζωοποιὰ ξύλα, ὤμοσε τῷ λαῷ ὅτι μὰ τὸν προσηλωθέντα ἐν αὐτοῖς, οὕτως μοι εἶπε Κωνσταντῖνος ὁ βασι λεύς, ὅτι μὴ λογίσῃ υἱὸν θεοῦ εἶναι ὃν ἔτεκε Μαρία, τὸν λεγό μενον Χριστόν, ἀλλὰ ψιλὸν ἄνθρωπον· ἡ γὰρ Μαρία οὕτως αὐ 2.5 τὸν ἔτεκεν ὡς καὶ ἐμὲ ἡ μητήρ μου Μαρία. καὶ τοῦτο ἀκούσαν τες οἱ λαοὶ ἀνέσκαψαν αὐτόν. Τῷ βʹ ἔτει τέθνηκεν Ἰσὰμ ὁ τῶν Ἀράβων ἀρχηγός. οὗτος τὴν ἁγιωτάτην ἐκκλησίαν Ἀντιοχείας ἐπὶ τεσσαράκοντα χρόνους χηρεύουσαν, κωλυόντων τῶν Ἀράβων πατριάρχην γενέσθαι ἐν αὐτῇ, ἔχων τινὰ προσφιλῆ μοναχὸν Σύρον ὀνόματι Στέφανον, ἄγροικον, εὐλαβῆ δὲ μόνον, καὶ εἴπερ θέλοιεν συγχωρηθῆναι αὐτοῖς πατριάρχην ἔχειν, ψηφίσασθαι αὐτὸν τὸν Στέφανον. θεό θεν τοῦτο νομίσαντες γίνεσθαι χειροτονοῦσιν αὐτὸν ἐν τῷ θρόνῳ Θεουπόλεως.