297
τούτῳ τῷ ἔτει ἀπέστειλε Κωνσταντῖνος πρὸς Ἰσάμ, ὡσαύτως καὶ Ἀρτάβασδος, συμμαχίαν αἰτοῦντες ἀμφότεροι. γέ γονε δὲ ἀβροχία πολλὴ καὶ σεισμοὶ κατὰ τόπους, ὡς ἑνωθῆναι ὄρη πρὸς ἄλληλα κατὰ τὴν ἔρημον Σαβᾶ, καὶ κώμην ὑπὸ γῆν καταποθῆναι. τῷ δ' αὐτῷ ἔτει Κοσμᾶς ὁ πατριάρχης Ἀλεξαν δρείας ὠρθοδόξησε σὺν τῇ πόλει αὐτοῦ ἐκ τῆς τῶν Μονοθελητῶν κακοδοξίας. τούτῳ τῷ ἔτει ἐφάνη σημεῖον ἐν τῷ οὐρανῷ. Οὐαλὶδ δὲ Πέτρον τὸν ἁγιώτατον μητροπολίτην τοῦ ∆αμασκοῦ, ὡς ἐλέγ χοντα τὴν τῶν Ἀράβων καὶ Μανιχαίων κακόνοιαν, ἐγλωσσοτόμησε καὶ ἐξώρισεν εἰς τὴν εὐδαίμονα Ἀραβίαν, ἔνθα καὶ τελειοῦται μαρτυρήσας ὑπὲρ Χριστοῦ καὶ τρανῶς ἐκφωνήσας τὴν θείαν λει τουργίαν. τούτῳ τῷ ἔτει γεγόνασιν ἐμφύλιοι πόλεμοι οἷοι οὐκ ἐγένοντο ἀπὸ καταβολῆς κόσμου. Τῷ γʹ ἔτει κατὰ βορρᾶν ἐφάνη σημεῖον, καὶ κόνις κατῆλθεν 2.6 εἰς τόπους. γέγονε δὲ καὶ σεισμὸς εἰς τὰς Κασπίας πύλας· καὶ ἀνῃρέθη Οὐαλὶδ ὑπὸ τῶν Ἀράβων, ἄρξας ἔτος αʹ, καὶ κρατεῖ τῆς ἀρχῆς Ἰζὶδ ὁ Λειψός. τούτῳ τῷ ἔτει ὁ Κωνσταντῖνος περᾷ διὰ τῆς Ἀβύδου, καὶ τῷ χερσαίῳ τείχει τῆς πόλεως παρεκάθισε, διέ δραμε δὲ καὶ ἕως τῆς χρυσῆς πόρτης, ἐπιδεικνύων ἑαυτὸν τοῖς ὄχλοις. ὁ δὲ Ἀρτάβασδος ἐξελθὼν τῆς πόλεως καὶ συμβαλὼν πόλεμον ἡττήθη κατὰ κράτος. τοῦ δὲ Κοπρωνύμου τὰ πλοῖα κρατήσαντος ἐγένετο λιμὸς ἰσχυρὸς ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῆς κριθῆς εἰς νομίσματα ιβʹ καὶ τὰ λοιπὰ ὁμοίως. τοῦ δὲ λαοῦ θνήσκοντος καὶ ἀπολλυμένου ἠναγκάσθη Ἀρτάβασδος ἀπολύειν αὐτὸν καὶ ἐξέρχεσθαι ἀπὸ τῆς πόλεως. Νικήτας δὲ ὁ υἱὸς Ἀρταβάσδου ἐπισυνάξας λαὸν ἱκανὸν ἦλθεν ἕως Χρυσουπό λεως. καὶ περάσας ὁ Κοπρώνυμος ἐδίωξεν αὐτὸν καὶ καταλαβὼν ἐχειρώσατο. καὶ τοῦτον πεδήσας, ἐλθὼν διὰ τοῦ τείχους, τῷ πατρὶ ἐπεδείκνυσεν. ἄφνω δὲ παραταξάμενος διὰ τοῦ χερσαίου τείχους τὴν πόλιν παρέλαβε, καὶ χειρωσάμενος Ἀρτάβασδον καὶ τοὺς σὺν αὐτῷ τοῦτον μὲν σὺν τοῖς δυσὶν αὐτοῦ υἱοῖς ἐτύφλωσε, τὸν δὲ Βακτάγμον χειροκοπήσας ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε, πολλοὺς δὲ καὶ ἄλλους τῶν προυχόντων ἀνεῖλε, καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσεν. ἱππικὸν δὲ ποιήσας εἰσήγαγε τὸν Ἀρτάβασδον σὺν τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς φίλοις δεδεμένοις ἅμα Ἀναστασίῳ τῷ ψευδωνύμῳ πατριάρχῃ τυφθέντι δημοσίως καὶ ἐπὶ ὄνῳ ἀντι στρόφως καθεζομένῳ. τοῖς δὲ σὺν αὐτῷ ἐλθοῦσιν ἐξωτικοῖς ἐκέ 2.7 λευσεν εἰσέρχεσθαι εἰς τοὺς οἴκους καὶ διαρπάζειν τὰς οὐσίας τῶν πολιτῶν. τὸν δὲ ψευδώνυμον πατριάρχην ὡς ὁμόφρονα αὐτοῦ, ἐκφοβήσας καὶ δουλώσας, πάλιν ἐν τῷ θρόνῳ τῆς ἱερωσύνης ἀπο κατέστησε. Τῷ δʹ ἔτει ἐφάνη κομήτης μέγας κατὰ τὴν Συρίαν, καὶ Μαρουὰμ τῶν Ἀράβων ἐκράτησε, καὶ παρακλήσει τῶν ἐν τῇ ἑῴᾳ Χριστιανῶν συνεχώρησε χειροτονηθῆναι Θεοφύλακτον πρεσβύτε ρον Ἐδεσηνὸν πατριάρχην Ἀντιοχείας, κοιμηθέντος Στεφάνου. καὶ τοῦτον γράμμασι καθολικῶς τιμᾶσθαι παρὰ τῶν Ἀράβων προσέταξε. Τῷ εʹ ἔτει ἄδειαν εὑρὼν ὁ Κοπρώνυμος ἐν τῇ ἀνατολῇ ὡς τῶν Ἀράβων πρὸς ἀλλήλους μαχομένων, Γερμανίκειαν παραλαμ βάνει καὶ ἐπιστρατεύει ∆ουλιχίᾳ καὶ Ἀσσυρίᾳ. προσελάβετο δὲ καὶ τοὺς πρὸς μητρὸς συγγενεῖς, καὶ ἐν Βυζαντίῳ μετῴκισε, σὺν αὐτοῖς δὲ καὶ πολλοὺς Σύρους μονοφυσίτας. γέγονε δὲ ἀπὸ ιʹ Αὐ γούστου ἕως ιεʹ σκότος ὁμιχλῶδες. Τῷ ʹ ἔτει ἐγένετο σεισμὸς μέγας ἐν Παλαιστίνῃ καὶ ἐν τῷ Ἰορδάνῃ καὶ ἐν πάσῃ τῇ Συρίᾳ, μηνὶ Ἰανουαρίῳ εἰς τὴν ιηʹ, ὥρᾳ δʹ. καὶ ἀναρίθμητοι μυριάδες τεθνήκασιν, ἐκκλησίαι τε καὶ μο ναστήρια πεπτώκασι, καὶ μάλιστα κατὰ τὴν ἔρημον τῆς ἁγίας πόλεως. τῷ αὐτῷ ἔτει λοιμώδης θάνατος ἀπὸ Σικελίας καὶ Κα λαβρίας ἀρξάμενος οἷόν τι πῦρ ἐπινεμόμενον ἐπὶ τὴν Μονεμβα σίαν καὶ Ἑλλάδα καὶ τὰς παρακειμένας νήσους ἦλθε δι' ὅλης τῆς 2.8 ιδʹ ἰνδικτιῶνος. τῇ δὲ ιεʹ ἤρξαντο ἐν τῇ βασιλίδι πόλει αἴφνης ἀοράτως γίνεσθαι ἔν τε τοῖς τῶν ἀνθρώπων ἱματίοις καὶ ἐν τοῖς τῶν ἐκκλησιῶν ἐπίπλοις σταυρία ἐλαιώδη πλεῖστα. ἐγένετο οὖν ἐντεῦθεν τοῖς ἀνθρώποις λύπη καὶ ἀθυμία πολλὴ τῇ τοῦ τοιούτου σημείου ἀπορίᾳ.