298
ἐγένετο δὲ καὶ θεομηνία ποικίλων παθῶν, ἀφει δῶς τοὺς λαοὺς ὀλοθρεύουσα, οὐ μόνον τοὺς ἐν τῇ πόλει ἀλλὰ καὶ πάσῃ τῇ περιχώρῳ. ἐγένοντο δὲ καὶ φαντασίαι, ὡς πολλοὺς τῶν ἀνθρώπων ἐν ἐκστάσει γινομένους νομίζειν ξένοις τισὶ καὶ βριαροῖς προσώποις συνοδεύειν, καὶ τοὺς ἀπαντῶντας αὐτοῖς ὡς δῆθεν φί λους προσαγορεύοντας καὶ διαλεγομένους. σημειούμενοι δὲ τὰ παρ' αὐτῶν λαλούμενα ἔσχατον ἐξηγοῦντο γινόμενα. ἑώρων δὲ τοὺς αὐ τοὺς εἰς οἴκους εἰσερχομένους, καὶ τοὺς μὲν τοῦ οἴκου κρεμῶντας τοὺς δὲ ξίφει τιτρώσκοντας. συνέβαινε δὲ τὰ πλεῖστα τῶν παρ' αὐτῶν λεγομένων γίνεσθαι οὕτως καθὼς ᾖδον. τῷ δὲ ἐαρινῷ καιρῷ τῆς πρώτης ἰνδικτίωνος ἐπέτεινε μειζόνως. τῷ δὲ θερινῷ ἐξεκαύθη εἰσάπαξ, ὥστε καὶ ὁλοκλήρους οἴκους κλεισθῆναι παντελῶς, καὶ μὴ εἶναι τοὺς ὀφείλοντας θάπτειν τοὺς νεκρούς, ὥστε μὴ ἐξαρκεῖν τοὺς κραββάτους εἰς τὴν τούτων ἐκκομιδήν, ἀλλὰ καὶ διὰ ἀλόγων καὶ διὰ ἁμαξῶν ἐκφέρειν τοὺς τεθνεῶτας, καὶ ἐν τοῖς προτειχί σμασι καὶ προαστείοις καὶ κινστέρναις ἀνύδροις καὶ λάκκοις θά πτεσθαι αὐτούς, ὧν πληρωθέντων τοὺς ἀμπελῶνας καὶ κήπους διέσκαπτον, καὶ μόλις τούτους ἴσχυσαν ἐπικαλύψαι. παντὸς δὲ οἴκου διαφθαρέντος διὰ τὴν ἀσέβειαν τοῦ Κοπρωνύμου, πάντα τὸν πλοῦτον τῶν οἰκητόρων τῆς πόλεως εἰσκομίσας ἐν τῷ παλατίῳ 2.9 ἀπέθετο. κατέλαβε δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν στόλος ἀπὸ Ἀλεξανδρείας εἰς Κύπρον, ἔνθα ἦν ὁ Ῥωμαϊκὸς στόλος· ἐπιπεσὼν δὲ αὐτῷ ὁ τῶν Ῥωμαίων στρατηγός, καὶ τὸ στόμα τοῦ λιμένος κρα τήσας, ἄρδην ἀπώλεσε πάντας, τρεῖς μόνους ἐλευθερώσας διὰ τὸ μήνυμα. Τῷ θʹ ἔτει καταδιώκεται Μαρουὰμ ὑπὸ τῶν Μαυροφόρων τῶν λεγομένων Χρυσαρωνιτῶν, καὶ βαρυτάτου πολέμου κροτηθέν τος κτείνεται. τῇ δὲ κεʹ τοῦ Ἰανουαρίου μηνὸς γεννᾶται τῷ ἀσε βεῖ Κωνσταντίνῳ υἱὸς ἐκ τῆς Χαζάρας Εἰρήνης, ὃν ἐπωνόμασαν Λέοντα. τῷ αὐτῷ χρόνῳ γέγονε σεισμὸς ἐν Συρίᾳ καὶ μεγάλη καὶ φοβερὰ πτῶσις, ὅθεν αἱ μὲν τῶν πόλεων πόλεων ὁλοκλήρως ἠφανί σθησαν αἱ δὲ μέσως. ἕτεραι ἀπὸ τῶν ὀρεινῶν εἰς τὰ ὑποκείμενα πεδία σὺν τοῖς τείχεσι καὶ τοῖς οἰκήμασιν ὁλόκληροι σῶαι μετέστη σαν ὡς ἀπὸ μιλίων ἕξ. ἐν Μεσοποταμίᾳ δὲ εἰς μῆκος μίλια δύο ἐρράγη ἡ γῆ, καὶ ἐκ τοῦ βυθοῦ αὐτῆς ἀνήχθη γῆ λευκοτάτη καὶ ἀμμώδης, ἧς ἐκ μέσου ἀνῆλθε ζῷον μουλικὸν ἄσπιλον, λαλοῦν ἀνθρωπίνῃ φωνῇ, προμηνύον ἔθνους ἐπιδρομὴν ἐκ τῆς ἐρήμου κατὰ τῶν Ἀράβων· ὃ καὶ γέγονε. Τῷ δὲ ἑπομένῳ χρόνῳ τῆς δʹ ἰνδικτίωνος τῇ ἑορτῇ τῆς πεν τηκοστῆς, ἔστεψεν ὁ δυσσεβὴς Καβαλλῖνος τὸν υἱὸν αὐτοῦ Λέοντα εἰς βασιλέα διὰ Ἀναστασίου τοῦ ψευδωνύμου πατριάρχου καὶ σύμφρονος αὐτοῦ. 2.10 Τῷ ιʹ ἔτει ἐκοιμήθη Θεοφύλακτος ὁ ἁγιώτατος πατριάρχης Ἀντιοχείας.
Τῷ ιαʹ ἔτει Κωνσταντῖνος τὴν Θεοδοσιούπολιν παρέλαβεν ἅμα τῇ Μελιτηνῇ, αἰχμαλωτίσας πάντας τοὺς ἐκεῖσε. καὶ προ φάσει τοῦ θανατικοῦ προσλαβόμενος τοὺς συγγενεῖς αὐτοῦ Ἀρμε νίους καὶ Σύρους αἱρετικοὺς εἴς τε τὸ Βυζάντιον μετῴκισε καὶ τὴν Θρᾴκην· οἳ μέχρι τοῦ νῦν τὴν αἵρεσιν τοῦ τυράννου διακρατοῦ σιν. ὑφ' ὧν καὶ ἐπλατύνθη ἡ αἵρεσις τῶν Παυλικιανῶν. Τῷ ιβʹ ἔτει ὁ δυσσεβὴς Ἀναστάσιος, ὁ ἀνίερος, τέθνηκε σὺν τῇ ψυχῇ καὶ τῷ σώματι οἰκτίστῳ πάθει τῷ λεγομένῳ χορδάψῳ, κόπρον διὰ στόματος ἐμέσας, ἀξίαν τίσας δίκην ὑπέρ τε τῆς κατὰ θεοῦ καὶ τοῦ διδασκάλου τόλμης. Τῷ ιγʹ ἔτει Κωνσταντῖνος ὁ δυσσεβὴς κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων παράνομον συνέδριον τληʹ ἐπισκόπων συνέλεξεν ἐν τῷ τῆς Συρίας παλατίῳ, ὧν ἐξῆρχε Θεοδόσιος ὁ υἱὸς Ἀψιμάρου ὁ Ἐφέσου καὶ Παστηλᾶς ὁ Πέργης. οἳ καθ' ἑαυτοὺς τὰ δόξαντα δογματίσαντες, μηδενὸς παρόντος ἐκ τῶν καθολικῶν θρόνων (Ῥώμης φημὶ καὶ Ἀλεξανδρείας καὶ Ἀντιοχείας καὶ Ἱεροσολύμων)καὶ ἀπὸ ιʹ τοῦ Φεβρουαρίου μηνὸς ἀρξάμενοι διήρκεσαν ἕως ηʹ Αὐγούστου τῆς αὐτῆς ἰνδικτίωνος. καθ' ἣν ἐν Βλαχέρναις ἐλθόν τες οἱ τῆς θεοτόκου πολέμιοι, ἀνῆλθε καὶ Κωνσταντῖνος ὁ Κα βαλλῖνος ἐν τῷ ἄμβωνι, κρατῶν