299
Κωνσταντῖνον μοναχόν, ἐπίσκο πον γενόμενον τοῦ Συλαίου· καὶ ἐπευξάμενος ἔφη μεγάλῃ τῇ 2.11 φωνῇ "Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη." καὶ μετὰ ταῦτα ἀνῆλθον ἀμφότεροι ἐν τῷ φόρῳ, καὶ ἐξεφώνησαν τὴν αὐτῶν κακόδοξον αἵρεσιν ἐνώπιον παντὸς τοῦ λαοῦ, ἀναθεμα τίσαντες τὸν ἁγιώτατον Γερμανὸν καὶ Γεώργιον τὸν Κύπρου καὶ Ἰωάννην τὸν ∆αμασκηνόν, ἄνδρας ἁγίους καὶ αἰδεσίμους διδα σκάλους. τῷ δ' αὐτῷ ἔτει ἐζήτησαν οἱ Βούλγαροι πάκτα διὰ τὰ κτισθέντα κάστρα, καὶ τοῦ βασιλέως ἀτιμάσαντος τὸν ἀποκρισιά ριον αὐτῶν ἐξῆλθον ἕως τῶν μακρῶν τειχῶν, καὶ πολλὴν αἰχμα λωσίαν ποιήσαντες ὑπέστρεψαν ἀβλαβεῖς. Τῷ ιθʹ ἔτει ὁ βασιλεὺς ἐπεστράτευσε κατὰ Βουλγάρων, καὶ ἐλθὼν εἰς τὴν κλείσουραν Βερεγάβαν, πολλοὺς ἀπολέσας, ὑπέ στρεψε μετ' αἰσχύνης. Τῷ κʹ ἔτει δοκίτης ἀστὴρ ἐφάνη κατὰ τὴν ἑῴαν, λαμπρό τατος, ἐπὶ ἡμέρας ιʹ, καὶ αὖθις πρὸς δύσιν ἡμέρας καʹ. Τῷ καʹ ἔτει Ἀνδρέαν τὸν ἀοίδιμον μοναχόν, τὸν λεγόμενον Καλυβίτην, ἐν Βλαχέρναις ἐλέγχοντα αὐτοῦ τὴν ἀσέβειαν ἀπέκτεινε διὰ μαστίγων ὁ Κοπρώνυμος. Τῷ κγʹ ἔτει γέγονε ψῦχος μέγα καὶ πικρότατον κατὰ τὴν βα σιλίδα καὶ τὴν ἀνατολὴν καὶ ἄρκτον καὶ δύσιν, ὥστε τὴν ἀρκτῴαν τοῦ Πόντου παραλίαν ἐπὶ ἑκατὸν μίλια τὸ πέλαγος ἀπολιθωθῆναι καὶ ἐπὶ λʹ πήχεις τὸ πάθος παγῆναι· οὗπερ χιονισθέντος ηὐξήθη ἐπὶ ἄλλας κʹ πήχεις, ὥστε συμμορφωθῆναι τὴν θάλασσαν τῇ 2.12 ξηρᾷ, καὶ πεζοπορεῖσθαι ὕπερθεν τοῦ κρύους παρά τε ἀνθρώπων καὶ ζῴων ἡμέρων τε καὶ ἀγρίων τὸ πέλαγος, ἀπό τε Ζικχίας μέχρι ∆ανούβεως καὶ τοῦ Κούφη ποταμοῦ τοῦ ∆ανάστρεώς τε καὶ ∆α νάπρεως καὶ τῶν Νεκροπύλων καὶ τῆς λοιπῆς ἀκτῆς μέχρι Με σημβρίας καὶ Μηδείας. τῷ δὲ Φεβρουαρίῳ μηνὶ τοῦ τοιούτου πάγου κατὰ κέλευσιν θεοῦ εἰς πλεῖστα ὀρεοφανῆ τμήματα διαιρε θέντος, καὶ τῇ τῶν ἀνέμων βίᾳ ἐπὶ τὸ Ἱερὸν κατενεχθέντος, διὰ τοῦ στενοῦ ἐπὶ τὴν πόλιν ἔφθασεν, καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν νήσων καὶ Ἀβύδου πᾶσαν τὴν παραλίαν ἐπλήρωσαν, ἐν οἷς ὑπῆρχε καὶ ζῷα ἄγριά τε καὶ ἥμερα τεθνεῶτα. πᾶς δὲ ὁ βου λόμενος ἀπὸ Σοφιανῶν ἕως τῆς πόλεως καὶ ἀπὸ Χρυσουπόλεως ἕως τοῦ ἁγίου Μάμαντος καὶ τῶν Γαλατῶν ἀκωλύτως ὡς ἐπὶ ξη ρᾶς ἐβάδιζον. ἓν δὲ ἐξ αὐτῶν προσφάξαν τῇ τῆς ἀκροπόλεως σκάλᾳ συνέτριψεν αὐτήν. ἕτερον δὲ τῷ τείχει προσραγὲν τοῦτο μεγάλως ἐδόνησεν, ὡς καὶ τοὺς ἔνδοθεν οἰκοῦντας συμμετασχεῖν τοῦ σάλου. εἰς τρία δὲ ῥαγὲν ἔζωσε τὴν πόλιν ἀπὸ τῶν Μαγγά νων ἕως τοῦ Βοσπορίου, οὗ τινὸς τὸ ὕψος ὑπερεῖχε τῆς πόλεως. τῷ δὲ Μαρτίῳ μηνὶ ἀστέρες ἀθρόως ἐκ τοῦ οὐρανοῦ ἔπιπτον, ὡς λέγειν πάντας συντέλειαν εἶναι. αὐχμός τε πολὺς γέγονεν ὡς ξη ρανθῆναι πηγὰς καὶ ποταμούς. ἅτινα βλέπων καὶ ἀκούων ὁ ἀνό σιος οὐκ ᾐσθάνετο μάστιγας εἶναι τοῦ θεοῦ πρὸς ἐπιστροφὴν τῶν βεβήλων αὐτοῦ καὶ αἰσχίστων πράξεων, ἀλλ' ἀγαγὼν μᾶλλον τὸν πατριάρχην λέγει αὐτῷ "τί ἡμᾶς βλάπτει, ἐὰν λέγωμεν τὴν θεο 2.13 τόκον Χριστοτόκον;" ὁ δὲ περιπτυξάμενος αὐτὸν λέγει "ἐλέησον, δέσποτα, μηδὲ εἰς ἔννοιάν σου ἔλθῃ οὗτος ὁ λόγος. οὐχ ὁρᾷς ὅσα στηλιτεύεται καὶ ἀναθεματίζεται Νεστόριος ὑπὸ πάσης τῆς ἐκκλησίας;" καὶ ὁ βασιλεύς "ἐγὼ μαθεῖν θέλων ἠρώτησα" φησίν, "ἕως δὲ σοῦ ἔστω ὁ λόγος." οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ἄξια εἰς τὸν χειροτονηθέντα ὑπ' αὐτοῦ πατριάρχην διεπράξατο, ἅτινα μετ' ὀλίγον ἐροῦμεν. Τῷ κδʹ ἔτει ἀγάπην δῆθεν ποιήσας μετὰ Παγάνου τοῦ κυ ρίου Βουλγάρων, ἐξαίφνης ἐξελθὼν τῆς πόλεως καὶ ἀφυλάκτους εὑρὼν τὰς κλεισούρας διὰ τὴν ἀπατηλὴν εἰρήνην, εἰσῆλθεν εἰς Βουλγαρίαν ἕως Τούμτζας, καὶ βαλὼν πῦρ εἰς τὰς αὐλὰς ἃς εὗρε, μετὰ φόβου ὑπέστρεψε, μηδὲν γενναῖον ποιήσας. Τῷ κεʹ ἔτει ἐκμανὴς γενόμενος ὁ δυσσεβὴς βασιλεὺς κατὰ παντὸς φοβουμένου τὸν θεόν, Στέφανον τὸν νέον αἰδέσιμον ὄντα τοῖς πᾶσι διὰ τὸ ἐν ἀρεταῖς ποικίλαις ἐκλάμπειν (ἑξήκοντα γὰρ χρόνους ἐποίησεν ἐν τῷ βουνῷ τοῦ ἁγίου Αὐξεντίου ἔγκλει στος) ποικίλως τιμωρησάμενος ἀπέκτεινε. πολλῶν δὲ ἀρχόντων καὶ στρατιωτῶν διαβληθέντων