300
προσκυνεῖν τὰς εἰκόνας διαφόροις τιμωρίαις τούτους ἀνάλωσεν. ὅρκον δὲ καθολικὸν πάντας τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν ὄντας ἀπῄτησεν, εἰκόνι μὴ προσκυνῆσαί τινι. μεθ' ὧν καὶ Κωνσταντῖνον τὸν ψευδώνυμον πατριάρχην ἐπὶ ἄμβωνος ἀνελθεῖν καὶ ὑψώσαντα τὰ τίμια ξύλα ὀμόσαι πεποίηκεν ὡς οὐκ ἔστι τῶν προσκυνούντων τὰς εἰκόνας· καὶ τοῦτον παραυτὰ 2.14 στεφανίτην ἀντὶ μοναχοῦ ἔπεισε γενέσθαι καὶ κρεῶν μεταλαμβά νειν καὶ κιθαρῳδῶν ἀνέχεσθαι ἐν τῇ βασιλικῇ τραπέζῃ. ἀλλ' οὐκ εἰς μακρὰν ἡ δίκη τοῦτον ταῖς τοῦ μιαιφόνου χερσὶ παραδέδωκε. μαθὼν γὰρ ὁ ἀλάστωρ ὅτι ὁ πατριάρχης πολλοὺς ἐπληροφόρησεν εἰπεῖν τὸν βασιλέα πρὸς αὐτὸν ὅτι οὐκ ἔστι θεὸς ὁ Χριστός, καὶ διὰ τοῦτο οὐδὲ τὴν μητέρα αὐτοῦ ἔχω θεοτόκον, ἐξεμάνη κατ' αὐτοῦ ὡς τὸ μυστήριον αὐτοῦ θριαμβεύσαντος. καὶ ἐπιθεὶς αὐτῷ πολλὰς πληγὰς ἐθριάμβευσεν ἐν τῷ ἱπποδρόμῳ ἐμπτυόμενον καὶ συρόμενον. εἶτα ἀσφαλισάμενος αὐτὸν ἀποστέλλει πρὸς αὐτὸν πατρικίους, καὶ φησί "τί λέγεις ἄρτι περὶ τῆς πίστεως ἡμῶν καὶ τῆς συνόδου ἧς ἐποιήσαμεν;" ὁ δὲ ματαιωθεὶς ταῖς φρεσίν, οἰό μενος αὐτὸν πάλιν ἐξευμενίσασθαι, ἀποκριθεὶς εἶπε "καλῶς ἐποίη σας τὴν σύνοδον, καὶ καλῶς πιστεύεις." οἱ δὲ ἐπιγελάσαντες εἶπον πρὸς αὐτόν "ἡμεῖς τοῦτο μόνον ἠθέλομεν ἀκοῦσαι παρὰ τοῦ μιαροῦ σου στόματος," καὶ παραχρῆμα ἐξαγαγόντες αὐτὸν ἀπε κεφάλισαν, καὶ τὸ σῶμα αὐτοῦ ἔρριψαν εἰς τὸ πέλαγος, ἔνθα πρῶτον ὑπῆρχεν ὁ τῆς ἁγίας Πελαγίας ναός, ὃν ὁ θεομισὴς κατα κλύσας καὶ τάφον καταδίκων ποιήσας ἐκάλεσε τὸ Πελάγιον. ἀντι χειροτονεῖ δὲ πατριάρχην Νικήταν εὐνοῦχον καὶ Σθλάβον. ὡσαύτως δὲ καὶ Πέτρον τὸν ἱερὸν καὶ τὸν θεοφόρον Στέφανον τὸν τοῦ Αὐξεντίου μετὰ πολλὰς αἰκίας φονεύσας εἰς τὸ πέλαγος συρέντας ῥιφῆναι προσέταξε. πολλοὺς δὲ καὶ ἑτέρους ἄρχοντας καὶ μονα 2.15 χοὺς διὰ τὰς ἱερὰς εἰκόνας δεινῷ θανάτῳ παρέδωκεν. ἐστηλί τευσε δὲ καὶ ἠτίμασε τὸ σχῆμα τῶν μοναχῶν, ἐπὶ ἱπποδρόμου παρακελευσάμενος ἕνα ἕκαστον ἀββᾶν χειροκρατοῦντα γυναῖκα παρέρχεσθαι μέσον τοῦ λαοῦ, οἷς ἐνέπτυον καὶ ὕβριζον πάντες. ἐστράτευσε δὲ κατὰ Βουλγάρων πεζῇ τε καὶ πλωϊστί, καὶ ἀπέστει λεν ἐπὶ Ἀγχίαλον χελάνδια βχʹ. βορρᾶ δὲ πνεύσαντος ἀπώλοντο πάντα πλὴν ὀλίγων, ὑπέστρεψε δὲ ἐν τῇ πόλει ἀδόξως. ἀλλὰ καὶ τὸ τίμιον λείψανον τῆς ἁγίας καὶ πανευφήμου Εὐφημίας ἐβύθισε σὺν τῇ λάρνακι, ὅπερ θεοῦ χάριτι ἐν τῇ νήσῳ τῇ Λήμνῳ εὐπλοῆ σαν ἐγένετο, καὶ πάλιν ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσε βῶν βασιλέων μετὰ τῆς πρεπούσης τιμῆς ἐπανῆλθεν ἐν τῷ τεμένει αὐτῆς, ὅπερ ὁ τῶν ἐκκλησιῶν ἐχθρός, μᾶλλον δὲ τῆς ἑαυτοῦ ψυχῆς, ἀρμάμεντον καὶ κοπροθέσιον ἐποίησεν, αὐτοὶ δὲ ἀνα καθάραντες πάλιν καθιέρωσαν. οὗτος ὁ δυσσεβὴς προεβάλλετο στρατηγοὺς ὁμόφρονας αὐτῷ καὶ τῆς κακίας αὐτοῦ ἐπαξίους ἐργά τας Μιχαὴλ μὲν τὸν Μελισηνὸν στρατηγὸν τῶν ἀνατολικῶν, Μι χαὴλ δὲ τὸν Λαχανοδράκοντα εἰς τὴν Θρᾴκην καὶ Μάνην τὸν τῆς κακίας ἐπώνυμον εἰς τὸ βουκελλάριον. μιμησάμενος τοίνυν ὁ Λαχανοδράκων τὸν διδάσκαλον αὐτοῦ πάντα μοναχὸν καὶ μονα στήριον τοὺς ὑπὸ τὸ θέμα τῶν Θρᾳκησίων ὄντας συνῆξεν εἰς Ἔφε σον, καὶ φησὶ πρὸς αὐτούς "ὁ βουλόμενος τῷ βασιλεῖ καὶ ἡμῖν πειθαρχεῖν ἐνδυσάσθω στολήν, καὶ λαβέτω γυναῖκα τῇ ὥρᾳ ταύτῃ. οἱ δὲ τοῦτο μὴ ποιοῦντες τυφλούμενοι εἰς Κύπρον ἐξορισθήσον 2.16 ται." καὶ ἅμα τῷ λόγῳ τὸ ἔργον ἐξετελεῖτο, καὶ πολλοὶ μάρτυ ρες τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεδείχθησαν. οὗτος πάντα τὰ μοναστήρια πέπρακε καὶ πάντα τὰ ἱερὰ σκεύη καὶ βιβλία καὶ ζῷα καὶ πάσας τὰς ὑποστάσεις αὐτῶν, καὶ τὰς τιμὰς τούτων εἰσεκόμισε τῷ βασι λεῖ. ὅσα δὲ εὗρε πατερικὰ βιβλία ἢ λείψανα ἁγίων, κατέκαυσε, καὶ αὐτοὺς τοὺς αὐτὰ ἔχοντας ὡς ἀσεβοῦντας ἐκόλαζε καὶ ποικίλως ἀνῄρει, καὶ πίσσῃ καὶ ἐλαίῳ τὰς κεφαλὰς αὐτῶν ἐπιχρίων ὑφῆπτε πυρί. εἴ που δέ τις εὑρέθη τὸ τῆς θεοτόκου ὄνομα ἐπιβοώμενος ἢ εὐλαβείᾳ συζῶν ἢ ὅρκους αἰδούμενος, ὡς ἐχθρὸς τοῦ βασιλέως ἐτιμωρεῖτο. ὥστε ἐν ὅλῳ τῷ ὑπ' αὐτὸν θέματι μὴ εὑρίσκεσθαί τινα ἐν ὀλίγῳ συνέβη μοναχόν. ὃ μαθὼν ὁ