301
μισάνθρωπος βασι λεὺς ἔγραψεν εὐχαριστῶν αὐτῷ ὅτι εὗρόν σε ἄνδρα κατὰ τὴν καρ δίαν μου, ὃς ποιεῖς πάντα τὰ θελήματά μου. τοῦτον μιμησάμε νοι καὶ οἱ λοιποὶ τὰ ὅμοια διεπράττοντο. ὁ δὲ Κοπρώνυμος τὰ εἰς δόξαν θεοῦ καὶ καταφυγὴν τῶν σωζομένων μοναστήρια τοῖς ὁμόφροσιν αὐτοῦ στρατιώταις ἐδίδου, καὶ τὸ μοναχικὸν τάγμα ἐξαφανίσαι ἐσπούδαζε. τῷ αὐτῷ ἔτει Νικήτας ὁ ψευδώνυμος πα τριάρχης τὰς ἐν τῷ μικρῷ σεκρέτῳ τοῦ πατριαρχείου εἰκόνας διὰ ψηφίδων οὔσας ἔξεσε, καὶ τὰς λοιπὰς εἰκόνας τὰς ἐν ὅλῳ τῷ πα τριαρχείῳ. Τῷ κηʹ ἔτει ἔστεψε τὴν αὐτοῦ γυναῖκα Εὐδοκίαν τρίτην οὖ σαν Αὐγοῦσταν, καὶ τοὺς δύο αὐτοῦ υἱοὺς Χριστοφόρον καὶ Νι κηφόρον ἐποίησε Καίσαρας, τοῦ πατριάρχου ποιήσαντος εὐχήν. 2.17 Τῷ κθʹ ἔτει ἐγένετο καταλλαγὴ εἰς Συρίαν, ἄνθρωπος πρὸς ἄνθρωπον. τούτῳ τῷ ἔτει ἦλθεν Εἰρήνη ἐξ Ἀθηνῶν, καὶ ἐστέ φθη ἐν τῷ ἁγίῳ στεφάνῳ πρὸς γάμον Λέοντι βασιλεῖ τῷ υἱῷ τοῦ Κοπρωνύμου. Τῷ λβʹ ἔτει εἰσῆλθεν ὁ Φαδὰλ εἰς Ῥώμην, καὶ ἔλαβεν αἰχ μαλώτους φʹ. τούτῳ συναντήσαντες οἱ Μοψουεστεῖς τῶν μὲν Ἀράβων χιλίους ἀπέκτειναν, τὴν δὲ αἰχμαλωσίαν ἔλαβον. Τῷ λγʹ ἔτει ἐκίνησε Κωνσταντῖνος στόλον κατὰ Βουλγάρων, καὶ ποιήσας εἰρήνην ὑπέστρεψε. καὶ τῶν Βουλγάρων δώδεκα χιλιάδας πεμπόντων εἰς Βερζητίαν, ἀκούσας ὁ βασιλεὺς καὶ ἐξελ θὼν εἰς τὴν λεγομένην Λιθοσωραίαν ἐπέπεσεν αὐτοῖς, καὶ πάν τας ἀνελὼν ὑπέστρεψεν εἰς τὴν πόλιν. τοῦτον τὸν πόλεμον ὠνό μασεν εὐγενῆ ὡς μηδενὸς σφαγέντος Χριστιανοῦ. ὁ δὲ τῆς Βουλ γαρίας κύριος Ἐλέριχος, γνοὺς ὅτι ἐκ τῶν οἰκείων αὐτοῦ προδίδο ται, γράφει τῷ βασιλεῖ "βουλὴν ἔχω τοῦ φυγεῖν καὶ ἐλθεῖν πρός σε· πέμψον οὖν μοι λόγον ἀπαθείας, καὶ τίνας ἔχεις φίλους ὧδε, ἵνα θαρρήσω αὐτοῖς καὶ συνδράμωσί μοι." ὁ δὲ κοῦφος ὢν καὶ ἀνόητος συνυπήχθη τῇ ἀπάτῃ τοῦ Βουλγάρου, καὶ γράφει αὐτῷ, κἀκεῖνος μαθὼν πάντας ἀπώλεσεν. ὅπερ ὁ Κοπρώνυμος ἀκούσας τὴν γενειάδα αὐτοῦ ἐξέτιλε. Τῷ λεʹ ἔτει ἐκστρατεύει Κωνσταντῖνος κατὰ Βουλγάρων, καὶ θεηλάτῳ ὀργῇ κατὰ τῶν σκελῶν ἀνθρακωθεὶς καὶ πυρετῷ λάβρῳ 2.18 καὶ διακαεῖ συσχεθεὶς κατὰ τὴν Ἀρκαδιούπολιν ὑπέστρεψεν ἐγκλί νιος. καὶ ἐλθὼν ἐν Σηλυβρίᾳ καὶ διαπλωϊσάμενος μέχρι τοῦ Στρογγύλου καστέλλου θνήσκει ψυχῇ καὶ σώματι, βοῶν καὶ λέ γων ὅτι ζῶν πυρὶ ἀσβέστῳ παρεδόθη διὰ τὴν θεοτόκον Μαρίαν· ἀλλ' ἀπὸ τοῦ νῦν τιμάσθω καὶ ἀνυμνείσθω ὡς θεοτόκος ἀληθὴς οὖσα. τελευτῶν δὲ καὶ διατυπούμενος ἔλεξε τάδε "σώζου ὁ ναὸς ὁ μέγας ἡ ἁγία σοφία· σώζου ὁ ναὸς τῆς παναγίας θεοτόκου τῶν Βλαχερνῶν· σώζου ὁ ναὸς τῆς θεοτόκου ἐν τοῖς Χαλκοπρατίοις· σώζου ὁ ναὸς τῶν ἁγίων ἀποστόλων· σώζου πόλις καὶ σύγκλητος· σώζου υἱέ μου βασιλεῦ· σώζου καὶ σὺ Θεόφανες, τὸ μέγα μου μυστήριον."
Μετὰ γοῦν τὸ παρελθεῖν τὸ πένθος λέγει πρὸς Θεο φάνην ὁ βασιλεύς "τί ἐστὶ τὸ μέγα μυστήριον τοῦ πατρός μου, ὃ σὺ μόνος γινώσκεις;" ὁ δὲ εἶπε "τάχα ἐν μεταμέλῳ γέγονεν ὁ πατήρ σου, καὶ διὰ τοῦτο πρὸς ἐμὲ ἐφθέγξατο, ἵνα φανερώσω ἅπερ μυστικῶς ἐποιήσαμεν· φʹ γὰρ κεντηνάρια ἐχώσαμεν εἴς τινα τόπον, λόγῳ τῶν ἀδελφῶν σου, τῶν Καισάρων καὶ νωβελισσί μων." καὶ ἀποστείλας Λέων ἔλαβε πάντα, μηδὲν αὐτοῖς κατα λιπών. τὸ δὲ σῶμα αὐτοῦ τεθὲν ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστό λων, ἐν ταῖς ἡμέραις Μιχαὴλ υἱοῦ Θεοφίλου βουλῇ καὶ παραινέσει τοῦ Καίσαρος ἀπαχθὲν ἐν τῇ ἀγορᾷ τοῦ Ἀμαστριανοῦ ἐκαύθη. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχεν Ἀναστάσιος, καὶ μετὰ τοῦτον Κωνσταντῖνος ὁ ἀποκεφαλισθείς, καὶ τρίτος Νικήτας, πάντες αἱρετικοί. 2.19 Λέων ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη εʹ. τούτου τῷ αʹ ἔτει προσέφυγε Τελλέριγος ὁ τῶν Λογγηβάρδων ῥὴξ τῷ βασιλεῖ ἐν τῇ πόλει· ὃν προσδεξάμενος ἐξευμενίσατο δώροις. ἔδοξε δὲ πρὸς ὀλίγον ὁ βασιλεὺς εὐσεβεῖν φίλος τε εἶναι τῆς θεο τόκου καὶ τῶν μοναχῶν· ὅθεν καὶ ἐν τοῖς πρώτοις χρόνοις μονα χοὺς προεβάλλετο μητροπολίτας. στέφει δὲ Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ τῇ αἰτήσει τοῦ στρατοῦ. Τῷ βʹ ἔτει προσέφυγε