302
Πελλέριγος ὁ κύριος τῶν Βουλγάρων τῷ βασιλεῖ. καὶ ποιήσας αὐτὸν πατρίκιον ζεύγνυσι τῇ τῆς γυναι κὸς αὐτοῦ Εἰρήνης ἐξαδέλφῃ, καὶ δεξάμενος αὐτὸν ἀπὸ τῆς ἁγίας κολυμβήθρας μεγάλως καὶ ἠγάπησε καὶ ἐδόξασε. Τῷ γʹ ἔτει ὁ στρατὸς τῶν Ῥωμαίων εἰς Γερμανίκειαν ἀπελ θὼν αἰχμαλώτευσε Σύρους Ἰακωβίτας πλῆθος πολύ· οὓς ἐνῴκι σεν ὁ βασιλεὺς εἰς τὴν Θρᾴκην. Τῷ εʹ ἔτει τέθνηκε Νικήτας πατριάρχης Κωνσταντινουπό λεως, ὁ ἀπὸ Σθλάβων εὐνοῦχος, καὶ προχειρίζεται Παῦλος ὁ τίμιος ἀναγνώστης Κύπριος. τῇ δὲ μέσῃ ἑβδομάδι τῶν νηστειῶν εὗρεν ἐν τῷ προσκεφαλαίῳ Εἰρήνης τῆς γυναικὸς αὐτοῦ εἰκόνας δύο, ἃς θεωρήσας καὶ ἀνακρίνας εὗρεν ὅτι ὁ παπίας τοῦ παλα τίου εἰσεκόμισεν αὐτὰς καί τινες ἄλλοι τῶν πριμικηρίων· οὓς βα σάνοις πλείσταις καὶ τιμωρίαις καθυπέβαλε. τὴν δὲ γυναῖκα αὐ τοῦ Εἰρήνην σφοδρῶς ἐπιπλήξας ἐξουδένωσεν εἰπών "οὕτως ὤμο 2.20 σας τῷ πατρί μου τῷ βασιλεῖ ἐπὶ τῶν φρικτῶν καὶ ἀχράντων τῆς πίστεως μυστηρίων;" αὐτὴ δὲ διισχυρίσατο μὴ ἑωρακέναι αὐτάς. αὐτὸς οὖν ἀπώσατο αὐτήν, μὴ ἐγνωκὼς αὐτὴν ἔτι. λιθομανὴς δὲ λίαν ὑπάρχων ἠράσθη τοῦ στέμματος τῆς μεγάλης ἐκκλησίας, ὅπερ ἦν Ἡρακλείου· καὶ λαβὼν ἐφόρεσεν αὐτὸ καὶ προῆλθεν. ὑποστραφέντος δὲ ἀπηνθρακώθη δεινῶς ἡ κεφαλὴ αὐτοῦ, καὶ σφοδροτάτῳ πυρετῷ συνεχόμενος κακὴν κακῶς τὴν ψυχὴν ἀπέρ ρηξε, τῆς ἱεροσυλίας κομισάμενος τὰ ἐπίχειρα. Κόσμου ἔτος #22σογʹ, τῆς θείας σαρκώσεως ψοθʹ. Κων σταντῖνος σὺν τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ ὀρθόδοξοι ἐβασίλευσαν ἔτη ιʹ. τούτῳ τῷ ἔτει ἡ εὐσεβεστάτη Εἰρήνη ἅμα τῷ υἱῷ Κωνσταν τίνῳ θεόθεν παραδόξως τὴν βασιλείαν ἐγχειρίζεται. μετὰ δὲ μʹ ἡμέρας τινὲς τῆς συγκλήτου ἠθέλησαν προβαλέσθαι Νικηφόρον τὸν ἀπὸ Καισάρων εἰς βασιλέα· οὓς κρατήσασα ἡ βασιλὶς ἔτυψε καὶ ἐξώρισε. τοὺς δὲ ἀνδραδέλφους αὐτῆς Καίσαρας καὶ νωβε λισσίμους ὄντας ἀποκείρασα ἱερατεῦσαι καὶ μεταδοῦναι τῷ λαῷ πεποίηκε τῇ ἑορτῇ τῆς Χριστοῦ γεννήσεως· ἐν ᾗ καὶ προελθοῦσα σὺν τῷ υἱῷ δεκαετεῖ ὑπάρχοντι προσήνεγκε τῇ ἐκκλησίᾳ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς ἀρθὲν στέμμα, ἐπικαλλωπίσασα διὰ μαργάρων. τῷ αὐτῷ χρόνῳ οἱ Ἄραβες μετὰ Ῥωμαίων συμβαλόντες ἡττῶνται. ἄρχεται δὲ ἡ εὐσέβεια καὶ ὁ λόγος τοῦ θεοῦ πλατύνεσθαι, καὶ πᾶν ἀγαθὸν σωτηριῶδες ἐφανεροῦτο. τότε καὶ τῆς πανευφήμου μάρ τυρος Εὐφημίας τὸ λείψανον, ὅπερ ἀένναον μύρον βλύζον διετέ 2.21 λει, ἀπὸ τῆς Λήμνου ἡ θεοφιλὴς Εἰρήνη ἐκόμισε, καὶ τὸν πλη σίον τοῦ ἱπποδρόμου ναὸν αὐτῆς περικαθάρασα ἐκεῖ αὐτὸ κατέ θετο. ταῦτα δὲ γέγονεν, ὡς ἂν θαυμαστωθῇ ὁ θεός, οὐκ ἐν δυνάμει ἀνδρῶν καὶ συνέσεως περιουσίᾳ, ἀλλ' ἐν ἀσθενείᾳ γυναι κὸς μετὰ παιδὸς ὀρφανοῦ καθαιρούσης τὴν ἄμετρον κατ' αὐτοῦ καὶ τῶν θεραπόντων αὐτοῦ δυσσέβειαν. τούτῳ τῷ ἔτει ἐν τοῖς μακροῖς τείχεσι τῆς Θρᾴκης ἄνθρωπός τις ὀρύσσων εὗρε λάρνακα, καὶ ταύτην ἀποκαθάρας καὶ ἀποσκεπάσας εὗρεν ἄνδρα κείμενον μέγαν καὶ γράμματα ἐγκεκολαμμένα ἐν τῇ λάρνακι περιέχοντα "Χριστὸς μέλλει γεννᾶσθαι ἐκ παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης πάλιν, ὦ ἥλιε, ὄψει με. Τῷ βʹ ἔτει ἀπέστειλεν Εἰρήνη πρὸς Κάρουλον τὸν ῥῆγα Φραγγίας, καὶ ἐνυμφεύσατο τὴν θυγατέρα αὐτοῦ Ἐρυθρὼ λεγομένην Κωνσταντίνῳ τῷ υἱῷ αὐτῆς. καὶ γενομένων συμφώνων καὶ ὅρκων κατελείφθη Ἐλισσαῖος ὁ εὐνοῦχος καὶ νοτάριος εἰς τὸ διδάξαι αὐτὴν τά τε τῶν Γραικῶν γράμματα καὶ τὴν γλῶσσαν, καὶ παιδεῦσαι αὐτὴν τὰ ἤθη τῆς Ῥωμαίων βασιλείας. Τῷ γʹ ἔτει εἰρηνεύσασα Εἰρήνη μετὰ τῶν Ἀράβων ἀποστέλ λει Σταυράκιον πατρίκιον καὶ λογοθέτην κατὰ τῶν Σθλαβίνων· ὃς καὶ κατελθὼν ὑπέταξε πάντας καὶ ὑποφόρους ἐποίησε τῆς βασι λίδος. ἐλθὼν δὲ ἐν Πελοποννήσῳ καὶ πολλὴν αἰχμαλωσίαν καὶ λάφυρα λαβὼν ἤγαγε τῇ βασιλίδι. 2.22 Τῷ δʹ ἔτει Παῦλος ὁ ὅσιος καὶ ἁγιώτατος πατριάρχης ἀσθε νήσας κατέλιπε τὸν θρόνον καὶ ἐν τῇ μονῇ τῶν Φλώρου ἀπεκάρη. ἔρχεται οὖν πρὸς αὐτὸν βασίλισσα λυπουμένη, καὶ φησί "τί τοῦτο