304
τοῦ λαοῦ ἀπέλυσεν αὐτόν. καὶ αὐτοὶ μὲν τὴν μητέρα τούτου ἀπεκήρυξαν, τὸν δὲ Κωνσταντῖνον αὐτοκράτορα εὐφήμησαν. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν τῇ πόλει πάντας τοὺς οἰκειακοὺς τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ καὶ τὸν Σταυράκιον δείρας καὶ κουρεύσας ἐξώρισε, τὴν δὲ μητέρα αὐτοῦ μετὰ τῆς ἀπαθείας αὐτῆς ἐκάθισεν ἐν τῷ παλατίῳ τοῦ 2.25 Ἐλευθερίου, ὃ αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ τὰ πλεῖστα χρήματα κατέ κρυψεν. ἐγένετο δὲ ἐμπρησμός, καὶ ἐκαύθη ὅ τε τρίκλινος τοῦ πατριαρχείου, ὁ λεγόμενος Θωμαΐτης, καὶ αἱ ὑποκάτω αὐτοῦ κα μάραι, ἔνθα ἀπέκειτο τὰ σχέδη πάσης γραφῆς, ἃ ἡρμήνευσεν ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος. καὶ διῆλθεν ἡ φλὸξ ἕως τοῦ μι λίου καὶ τοῦ κοιαιστωρείου πανταχόσε ἐπινεμομένη, ἕως οὗ πάντα κατέκαυσεν. ὁ δὲ βασιλεὺς ἐξῆλθε κατὰ Βουλγάρων, καὶ τού τους νικήσας ὑπέστρεψεν. ὡσαύτως καὶ ἐν Ταρσῷ μετὰ στρατοῦ πολλοῦ ἀπῆλθε κατὰ Ἀράβων, καὶ αἰχμαλωτίσας πολλοὺς ὑπέ στρεψε. παρακληθεὶς δὲ ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν τέλει αὖθις ἀναγορεύει αὐτήν, καὶ εὐφημεῖσθαι ὡς ἐξ ἀρχῆς διεκελεύσατο. πάντων δὲ πειθαρχούντων μόνοι οἱ Ἀρμενιακοὶ στασιάζουσι, καὶ ἐπιζητοῦσιν Ἀλέξιον τὸν Μωσηλέ. τοῦτον οὖν καὶ διὰ ταύτην τὴν ζήτησιν, καὶ διὰ τὸ λέγειν τινὰς ὡς μέλλει βασιλεύειν, δείρας καὶ κουρεύσας ἐφυλάκισε. Τῷ βʹ ἔτει ἐπιστρατεύει κατὰ Βουλγάρων, καὶ συναντήσας Καρδάμῃ τῷ κυρίῳ Βουλγάρων, πλῆθος λαοῦ καὶ ἀρχόντων ἀπο βαλὼν καὶ τὴν κόρτην καὶ πᾶσαν τὴν ὑπουργίαν καὶ τοὺς ἵππους, μόλις αὐτὸς διαφυγὼν εἰσῆλθεν ἐν τῇ πόλει. τῷ δ' αὐτῷ μηνὶ ἐκ συκοφαντίας τινῶν ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ ἁγίῳ Μάμαντι ἐκτυφλοῖ Νικηφόρον καὶ Χριστοφόρον τοὺς θείους αὐτοῦ, υἱοὺς Κωνσταντίνου τοῦ πάππου αὐτοῦ. Χριστοφόρον δὲ ἄλλον καὶ Νικήταν Ἄνθιμον καὶ Εὐδόκιμον ἐγλωσσοκόπησε, καὶ Ἀλέξιον τὸν 2.26 Μωσηλὲ ἐτύφλωσεν. ἀλλ' οὐκ εἰς μακρὰν ἡ τοῦ θεοῦ δίκη ἀνεκδική τους αὐτοὺς εἴασε· μετὰ γὰρ εʹ ἔτη τῷ αὐτῷ μηνὶ καὶ τῇ αὐτῇ ἡμέρᾳ τυφλοῦται ὁ αὐτὸς Κωνσταντῖνος. ὑποτάξας δὲ καὶ τοὺς Ἀρμε νιακοὺς πολέμῳ, τοὺς ἄρχοντας αὐτῶν ἐποινάλισεν, ἐπιγράψας εἰς τὸ πρόσωπον αὐτῶν μέλανι κεντητῷ "Ἀρμενιακὸς ἐπίβουλος·" οὓς καὶ ἐξώρισεν ἔν τε Σικελίᾳ καὶ ταῖς λοιπαῖς νήσοις. μισήσας δὲ ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Μαρῖναν ὑποβολῇ τῆς ἑαυτοῦ μητρός, ἐφιεμένης τῆς ἀρχῆς, πρὸς τὸ μισηθῆναι αὐτὸν (ἔσχε γὰρ ὁ βασιλεὺς πονηρὰς ὑπολήψεις κατὰ τῆς Μαρίνης) πείθει αὐτὴν γενέσθαι μοναχήν. ἔστεψε δὲ Θεοδότην κουβικουλαρίαν τῆς μητρὸς αὐτοῦ, ᾗ καὶ ἐμνηστεύθη παρανόμως. ἐπὶ τούτοις τοῦ πατριάρχου Ταρασίου ἀντιπίπτοντος δηλοῖ αὐτῷ Κωνσταν τῖνος "εἰ μὴ τοῦτο γένηται, τοὺς ναοὺς τῶν εἰδώλων ἀνοίγω." ὅθεν ὁ πατριάρχης φοβηθεὶς εἴασεν αὐτόν, εἰπὼν πρὸς πολλοὺς ὅτι οὐ καταλύσει τὸν βίον εἰρηνικῶς. καὶ ἐποίησε τὸν γάμον αὐ τοῦ ὁ βασιλεὺς ἐν τῷ παλατίῳ τοῦ ἁγίου Μάμαντος ἡμέρας δʹ. ἀπέσχισαν δὲ τοῦ πατριάρχου τῆς κοινωνίας ὁ τοῦ Στουδίου ἡγού μενος καὶ λοιποὶ διὰ τὸν παράνομον γάμον τοῦ βασιλέως. εἰς οὓς καὶ πολλὰς θλίψεις εἰργάζετο ὁ βασιλεύς· ἡ δὲ μήτηρ αὐτοῦ ὑπερησπίζετο αὐτῶν. Τῷ ʹ ἔτει Καρδάμης ὁ κύριος Βουλγάρων ἔγραψε τῷ βασι λεῖ "ἢ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς χρυσῆς πόρτης." ὁ δὲ βασιλεὺς ἀπέστειλεν αὐτῷ εἰπὼν ὅτι οἷα δὴ πρέπει σοι πάκτα 2.27 ἀπέστειλα. γέρων δὲ εἶ, καὶ οὐ θέλω κοπωθῆναί σε ἕως τῶν ὧδε, ἀλλ' ἐγὼ ἔρχομαι πρὸς σέ, καὶ εἴ τι κρίνει ὁ θεός. συνα θροίσας δὲ ὁ βασιλεὺς λαὸν ἐξῆλθε κατ' αὐτοῦ καὶ ἐδίωξεν αὐτὸν ἕως εἰς τὰ ἴδια. Τῷ ζʹ ἔτει ἐξῆλθεν ὁ βασιλεὺς σὺν τῇ μητρὶ αὐτοῦ ἐν τῇ Προύσῃ θερμῆσαι, καὶ μεθ' ἡμέρας ὀλίγας ἐτέχθη τῷ βασιλεῖ υἱός, ὃν ἐπωνόμασε Λέοντα. ὅπερ μαθὼν ὁ βασιλεὺς καταλιμ πάνει τὴν μητέρα αὐτοῦ σὺν τῇ βασιλικῇ πάσῃ τάξει καὶ τοῖς ἄρχουσι, καὶ ὑποστρέφει δρομαῖος ἐπὶ τὴν πόλιν. εὑροῦσα δὲ ἄδειαν ἡ τούτου μήτηρ πάντας ὑποσύρει τοὺς τῶν ταγμάτων ἄρ χοντας πρὸς τὸ καθελεῖν τὸν υἱὸν αὐτῆς καὶ μονοκρατορῆσαι. καὶ δὴ παραγενόμενον ἐν τῷ παλατίῳ, τῆς μητρὸς αὐτοῦ μὴ παρού σης, ἀπέκλεισαν αὐτὸν