305
οἱ μεγιστᾶνες ἐκ συμβουλῆς τῆς μητρὸς αὐτοῦ, ἐν τῇ πορφύρᾳ ἐν ᾗ ἐγεννήθη, καὶ ἐκτυφλοῦσιν αὐτὸν δεινῶς καὶ ἀνιάτως πρὸς τὸ τεθνάναι τῇ γνώμῃ τῆς μητρὸς αὐτοῦ. ἐσκοτίσθη δὲ ὁ ἥλιος τότε ἐπὶ ἡμέρας ιζʹ καὶ οὐκ ἔδωκε τὰς ἀκτῖ νας αὐτοῦ, ὡς πάντας λέγειν ὅτι διὰ τὴν τοῦ βασιλέως τύφλωσιν τοῦτο ἐγένετο· τοιοῦτον γὰρ σκότος ἐγένετο ὥστε καὶ τὰ πλοῖα πλανᾶσθαι. ἀλλ' ὅρα καὶ τὰ τοῦ θεοῦ ἀνεξερεύνητα κρίματα· μετὰ γὰρ εʹ ἔτη τῷ αὐτῷ μηνὶ καὶ τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἀπετύ φλωσε τοὺς θείους αὐτοῦ, τυφλοῦται καὶ αὐτός. ἐκράτησε δὲ Εἰρήνη ἡ μήτηρ αὐτοῦ μόνη ἔτη εʹ. ἐστασίασαν δὲ οἱ ἀνδράδελ φοι αὐτῆς, οὓς καὶ ἐξώρισεν ἐν Ἀθήναις· οἳ κἀκεῖσε βουλευσά μενοι περὶ βασιλείας παρὰ τῶν ἐντοπίων ἀνῃρέθησαν, καὶ ἠφανί 2.28 σθη τὸ τοῦ μιαροῦ Κοπρωνύμου ἅπαν γένος. τῇ δὲ δευτέρᾳ τοῦ ἁγίου πάσχα ἀπελθοῦσα ἡ βασίλισσα ἐπὶ τῇ κατὰ τύπον γενομένῃ προελεύσει εἰς τοὺς ἁγίους ἀποστόλους, δείλης προῆλθεν ἐν ὀχή ματι χρυσῷ, ἐποχουμένη τέσσαρσιν ἵπποις, κρατουμένη ὑπὸ πα τρικίων, ῥίψασα ὑπατείαν ἐν τῇ μέσῃ πολλήν. Τῷ γʹ ἔτει Σταυράκιος τυραννίδα ἐμελέτησεν, ὅπερ μα θοῦσα ἡ βασιλὶς ἐθέσπισε μὴ προσπελάζειν τινὰ Σταυρακίῳ· ὁ δὲ τῇ λύπῃ καταπονηθείς, αἷμα ἐκ τοῦ πνεύμονος ἀναγαγών, τέθνηκε. Τῷ δʹ ἔτει ἡ εὐσεβὴς Εἰρήνη τοῖς Βυζαντίοις τοὺς πολιτι κοὺς ἐχαρίσατο φόρους, τῆς δὲ Ἀβύδου καὶ τοῦ Ἱεροῦ τὰ κομμέρκια ἐκούφισε. Τῷ εʹ ἔτει στάσιν κατὰ τῆς βασιλείας οἱ ἀνατολικοὶ ἐμελέ τησαν. ἔφθασαν δὲ ἀπὸ Καρούλου τοῦ στεφθέντος βασιλέως Ῥώμης παρὰ Λέοντος τοῦ πάπα ἀποκρισιάριοι πρὸς τὴν εὐσεβε στάτην Εἰρήνην, αἰτούμενοι ζευχθῆναι αὐτὴν τῷ Καρούλῳ πρὸς γάμον καὶ ἑνῶσαι τὰ ἑῷα καὶ τὰ ἑσπέρια· ἥτις ὑπήκουσεν ἄν, εἰ μὴ Ἀέτιος ἐκώλυσε, τὸ κράτος εἰς τὸν ἴδιον ἀδελφὸν σφετεριζό μενος. ἡ βασιλὶς δὲ τὰ μὲν ἄλλα φρονίμως καὶ συνετῶς διῴκησε πράγματα καὶ ὡς ἄν τις εὔξαιτο, μόνην δὲ ταύτην ἔσχεν αἰτίαν, τὴν ἔκπτωσιν καὶ τύφλωσιν τοῦ δυστυχεστάτου υἱοῦ αὐτῆς, καίτοι ζῆλον θεῖον ἔχουσα καὶ πίστιν ὀρθόδοξον. τήν τε γὰρ ἁγίαν ἑβδό μην σύνοδον καὶ τὴν τῶν ἱερῶν εἰκόνων προσκύνησιν αὕτη παρε 2.29 σκεύασε, καὶ πολλὰ αὐτῆς καὶ μυρία τὰ κατορθώματα. αὕτη καὶ τὴν ἐν Θεσσαλονίκῃ Βέρροιαν ἔκτισεν, Εἰρηνόπολιν μετονο μάσασα. ἔκτισε δὲ καὶ τὴν Ἀγχίαλον. ἀλλ' ὁ πολὺς τῶν εὐνού χων ἐσμὸς καὶ οἱ τούτων ἐξέχοντες, ὅ τε Σταυράκιος καὶ ὁ Λέων ὁ Κλόκας πρὸς ἀλλήλους διαφερόμενοι, τῆς βασιλείας ταύτην ἀπεγύμνωσαν, καὶ Νικηφόρον ἀντ' αὐτῆς ἐπὶ τῶν θρόνων βασι λέα καθίδρυσαν. οὕτως αἱ τῶν κακίστων εὐνούχων βουλαὶ τοὺς οἰκείους δεσπότας καὶ εὐεργέτας διαλυμαίνονται, ὥστε Χρυσαόριον τὸν πάλαι θαυμασιώτατον εἰπεῖν πρός τινα τῶν μεγάλων ὅτι εἰ μὲν ἔχεις εὐνοῦχον, φόνευσον, εἰ δ' οὐκ ἔχεις, ἀγόρασον καὶ φό νευσον. ἐκβάλλει τοίνυν Εἰρήνην ὁ Νικηφόρος σπουδῇ Λέοντος τοῦ Κλόκα καὶ Νικήτα πατρικίου καὶ Σισινίου τῶν αὐταδέλφων καὶ τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλλίων καὶ Λέοντος πατρι κίου τοῦ τεσσαρακονταπήχους καὶ Γρηγορίου πατρικίου τοῦ Μου σιλάκη καὶ ἑτέρων τινῶν τῶν ἐν τέλει· οἵτινες ἐλθόντες ἐν τῇ χαλκῇ ὥρᾳ τετάρτῃ τῆς νυκτός, καὶ τοὺς φύλακας ἐξαπατήσαντες, ἔπεισαν ὅτι παρὰ τῆς Αὐγούστης ἀπεστάλησαν ἀναγορεῦσαι βασι λέα τὸν Νικηφόρον. οἱ δὲ πιστεύσαντες τῷ τηλικούτῳ ψεύσματι συνανηγόρευσαν καὶ αὐτοὶ βασιλέα τὸν τύραννον. πολλοὶ γοῦν ἐθαύμαζον πῶς ὁ θεὸς συνεχώρησε τὴν ὑπὲρ τῆς ὀρθῆς πίστεως μαρτυρικῶς ἐναθλήσασαν ὑπὸ ἀσεβοῦς οὕτω τυραννικῶς ἐκβλη θῆναι. ἄλλοι τὴν εἰς τὸν υἱὸν αὐτῆς ἁμαρτίαν προεβάλλοντο, καὶ ἄλλοι ἄλλως ἐδυσφήμουν καὶ κατεγόγγυζον. φύλακας τοίνυν ἐν τῷ παλατίῳ τῶν Ἐλευθερίου περιστήσας (ἐκεῖσε γὰρ ἔτυχε τυγ 2.30 χάνουσα ἡ βασιλὶς) ὄρθρου ἀγαγὼν αὐτὴν ἐν τῷ παλατίῳ ἀπέ κλεισε, καὶ οὕτως προῆλθεν ἐν τῇ ἐκκλησίᾳ ἐπὶ τὸ στεφθῆναι, Ταρασίου ἔτι τὸν θρόνον κατέχοντος. οἱ δὲ ὄχλοι κατηρῶντο καὶ τὸν στέφοντα καὶ τὸν στεφόμενον τύραννον, καὶ ἀπεκάλουν ἀλι