306
τήριον. Νικηφόρος πατρίκιος καὶ γενικὸς λογοθέτης ἐβασίλευσεν ἔτη ηʹ ἡμέρας θʹ. τῇ ἐπαύριον δὲ παραλαβών τινας τῶν πατρικίων ἀνῆλθε πρὸς τὴν βασίλισσαν φρουρουμένην, καὶ χρηστότητα ὑπο κριθεὶς παρηγόρει αὐτὴν λέγων "πᾶσάν σου ἀνάπαυσιν ποιήσω, εἰ τοὺς θησαυρούς σου καταμηνύσεις μοι." ἡ δὲ συνετῷ τῷ φρο νήματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον σήμερον δὲ τύραννον ἔφη "ἐγὼ μέν, ὦ ἄνθρωπε, θεὸν ἡγοῦμαι τὸν ὑψώσαντά με εἰς ταύτην τὴν βασιλείαν, ταῖς δ' ἐμαῖς ἁμαρτίαις τὴν καθαίρεσιν ἐμαυτῆς προσάπτω· ἐν πᾶσι δὲ τούτοις εἴη τὸ ὄνομα κυρίου εὐλο γημένον. οὐ μὴν δὲ ἀγνοεῖς τὰς κατὰ σοῦ μηνυθείσας ἐπιβουλάς, αἷς εἰ συνυπήχθην, ἀκωλύτως εἶχον τοῦ ἀνελεῖν σε. ἀλλὰ τὸ μὲν τοῖς σοῖς ὅρκοις πειθομένη τὸ δὲ φειδομένη σου πάντα παρελογι σάμην, τῷ θεῷ ἀποδιδοῦσά σε, δι' οὗ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται κατεξουσιάζουσι. καὶ τὰ νῦν ὡς εὐσεβῆ σε καὶ ἐκ θεοῦ προβληθέντα βασιλέα προσκυνῶ, καὶ αἰτοῦμαι φείσασθαί μου τῆς ἀσθενείας καὶ συγχωρῆσαί με εἰς τὸν ὑπ' ἐμοῦ κτισθέντα τὸν Ἐλευθερίου οἶκον, εἰς ψυχαγωγίαν τῆς ἀσυγκρίτου μου συμφο ρᾶς." ὁ δὲ ἔφη "καὶ εἰ τοῦτο θέλεις σοι γενέσθαι, ὄμοσόν μοι 2.31 μὴ ἀποκρύψαι τι τῶν θησαυρῶν, καὶ πᾶσάν σου θεραπείαν ποιῶ." 2.31 ἡ δὲ ὤμοσεν αὐτῷ, ὑποδείξασα καὶ πλοῦτον πολύν. ὁ δὲ τοῦ ποθουμένου τυχὼν παρευθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ Πριγκήπῳ, εἰς ὃ αὐτὴ ᾠκοδόμησε μοναστήριον. ἰδὼν δὲ πάντας τοὺς ἐν τέλει λυπουμένους ἐπ' αὐτῇ διὰ τὴν ἀπληστίαν αὐτοῦ, φοβηθεὶς μή ποτε οἱ λαοὶ μεμνημένοι τῶν εὐεργεσιῶν αὐτῆς μέλλωσι πάλιν αὐ τὴν ἀναγορεύειν, χειμῶνος ἐπικειμένου βαρυτάτου οὐκ ᾤκτειρεν αὐτήν, ἀλλ' ἐξώρισεν εἰς Μιτυλήνην, φρουρεῖσθαι αὐτὴν προσ τάξας. τῇ δὲ θʹ τοῦ Αὐγούστου μηνὸς ἐκ λύπης καὶ ἀθυμίας ἐτελεύτησεν ἐν τῇ αὐτῇ Λέσβῳ. μετεκόμισε δὲ τὸ σῶμα αὐτῆς ὁ βασιλεὺς ἐν τῇ μονῇ τῆς Πριγκήπου, ἣν αὐτὴ ᾠκοδόμησε· σφό δρα γὰρ εὐσεβὴς καὶ φιλάρετος οὖσα πολλὰ ξενοδοχεῖα καὶ γηρω κομεῖα καὶ μοναστήρια κατεσκεύασε, καὶ φόρων κουφισμοὺς καὶ ἄλλα πλεῖστα κατωρθώσατο.
Κωνσταντῖνον δὲ τὸν υἱὸν αὐτῆς, φιλαργυρίᾳ μᾶλλον ἀγόμενος ἢ οἴκτῳ, προσελάβετο συνέστιον αὐτῷ, οἰόμενος πλοῦτον ἐγκεκρυμμένον φανερῶσαι αὐτῷ. ὁ δὲ φιλοφρονούμενος ὑπ' αὐτοῦ κουφότητι γνώμης ὑπέδειξεν αὐτῷ τὸν ἐν τῷ ἡμικυκλίῳ, ὃ νῦν λέγεται σίγμα, θησαυρὸν ἀνακτισθέντα δι' ὀρθομαρμαρώσεως. καὶ τοῦτον ἀφελόμενος καὶ αὐτὸν ὁμοίως τῇ μητρὶ αὐτοῦ παρεῖδε. Νικήταν τε τὸν Τριφύλλιον ἀξίως τῆς ἑαυτοῦ γνώμης ἀμειβόμενος, ὡς συναγωνισθέντα αὐτῷ εἰς τὸ κατασχεῖν τὴν βασιλείαν, φαρμάκῳ ἀνεῖλεν, εὖ γε τῆς ἀξίας ἀντα ποδιδούς. 2.32 Βαρδάνιος δὲ τῆς ἀνατολῆς στρατηγὸς ὢν ἐν ἑαυτῷ ἐφρόν τιζε τῆς βασιλείας ἐπιλαβέσθαι. τὴν διατριβὴν δὲ ἐν τῷ Φιλομι λίῳ ποιούμενος μοναχῷ τινὶ τῶν προγνώσεως ἠξιωμένων τὰ τῆς βουλῆς ἀνακοινοῦται, συνίστορα ἔχων Λέοντα τὸν Ἀρμένιον. ἀκούσας δὲ οὗτος ὁ Βαρδάνιος παρὰ τοῦ μοναχοῦ τὴν τῆς αὐτοῦ περιουσίας ἀφαίρεσιν καὶ τῶν ὀφθαλμῶν τὴν πήρωσιν, εἰ τοῦτο κατατολμήσειεν ὑποστήσεσθαι, μετὰ λύπης ὑπέστρεψεν. ὡς δὲ τοὺς ἵππους αὐτῷ προσεκόμισαν οἱ τούτῳ ἐξυπηρετούμενοι, τού τοις ὁ μοναχὸς ἐνατενίσας ὑπονοστεῖν προσφωνεῖ τὸν Βαρδάνιον. ὁ δὲ προσδοκήσας τι τῶν αὐτῷ καταθυμίων μέλλειν εἰπεῖν τὸν μοναχόν, ἤκουσε παρ' αὐτοῦ τοῦ "μηδέν σοι πεφροντισμένον ἔστω περὶ τῆς βασιλείας. κἄντε γὰρ ἑκοντὶ κἄντε μή, μὴ τοῦτο κατα τολμήσεις. εἰ τοῦτο δὲ πειραθῇς, τῶν σῶν ὀμμάτων, ὡς ἔφην, καὶ τῆς ὑπάρξεως ὑποστήσῃ τὴν ἀλλοτρίωσιν. οἱ δὲ τοὺς ἵππους σου κομίσαντες, τούτων ὁ πρῶτος καὶ ὁ δεύτερος διαδηματοφορήσουσι, καὶ ὁ τρίτος ἀναγορευθεὶς ταχέως ἀπολεῖται, μὴ τυχὼν ὧν ἐφίε ται." ὁ τοίνυν Βαρδάνιος τὰ τοῦ λογισμοῦ αὐτῷ τε τῷ Λέοντι καὶ Μιχαὴλ καὶ Θωμᾷ παρεδήλου, φάσκων τοιάδε "σὺ μὲν ὦ Λέον βασιλεύσας, καὶ ὁ Θωμᾶς ἀναρρηθείς, παρὰ Μιχαὴλ φο νευθήσεσθε (οὕτω γὰρ ὁ μοναχὸς ἐξεῖπέ μοι), μόνου τοῦ Μιχαὴλ διαφυλαχθησομένου ἐν τῇ