308
βασιλέως Νικηφόρου ἐπιστείλαντος μετὰ δώρων τινῶν, ὁ Ἄραψ ἀγαθυνθεὶς καὶ ἀνταποστείλας δῶρα πλεῖστά τε καὶ θαυμάσια μετ' εἰρήνης ὑπέστρεψε, τὴν Νικηφό ρου σύνεσιν ὑπερθαυμάζων. καὶ στοιχήσας κατ' ἔτος τελεῖσθαι αὐτοῖς νομίσματα χιλιάδας λʹ, καὶ ἀνὰ τρία νομίσματα αὐτὸν τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ, ἐν τάξει κεφαλητίωνος, καὶ μηδὲ τὰ παραληφθέντα ὑπ' αὐτοῦ κάστρα κτισθῆναι, ἀπῄει. τούτων δὲ ὑποστρεψάντων εὐθέως ὁ βασιλεὺς ἔκτισεν αὐτὰ καὶ κατωχύρω σεν. ὅπερ μαθὼν ὁ Ἀαρὼν ἀποστείλας πάλιν εἷλε τὴν Θήβαν, καὶ πέμψας στόλον εἰς Κύπρον τάς τε ἐκκλησίας κατέστρεψε καὶ τοὺς Κυπρίους μετέστησε, καὶ πολλὴν ἅλωσιν ποιήσας τὴν εἰρήνην διέστρεψε. 2.36 Τῷ ʹ ἔτει οἱ Ἄραβες μετὰ στόλου τὴν Ῥόδον κατέλαβον, καὶ πολλοὺς αἰχμαλωτίσαντες τὸ φρούριον κρατῆσαι οὐκ ἴσχυσαν. ἐν δὲ τῷ ἐπανέρχεσθαι αὐτοὺς ἐλθόντες εἰς τὰ Μύρα, τὴν ἱερὰν τοῦ ἁγίου Νικολάου λάρνακα πειραθέντες συντρῖψαι, ἄλλην ἀντ' ἐκείνης πλησίον κειμένην συνέτριψαν· αὐτίκα τε πολλὴ ἀνέμων θύελλα καὶ θαλαττίων κυμάτων φορὰ βροντῶν τε καὶ ἀστραπῶν ἀνωμαλία τὸν στόλον κατέλαβεν, ὡς ἱκανὰ συντριβῆναι σκάφη, αὐτόν τε τὸν λαὸν ἐπιγνῶναι τὴν τοῦ ἁγίου δύναμιν, καὶ παρ' ἐλ πίδα τὴν κάκωσιν ἐκφυγεῖν.
Τῷ ζʹ ἔτει Θεόδωρος ὁ ἡγούμενος τῶν Στουδίου καὶ Ἰωσὴφ ὁ αὐτάδελφος αὐτοῦ ἀρχιεπίσκοπος Θεσσαλονίκης, ἅμα Πλάτωνι ἐγκλείστῳ καὶ τοῖς λοιποῖς μοναχοῖς, τῆς κοινωνίας Νικηφόρου τοῦ ἁγιωτάτου πατριάρχου ἀπέσχισαν διὰ Ἰωσὴφ τὸν οἰκονόμον ὡς παρανόμως στεφανώσαντα Κωνσταντῖνον καὶ Θεοδότην. ὁ δὲ βασιλεὺς ἀφορμῆς δραξάμενος, ἐπισκόπους πολλοὺς καὶ ἡγουμέ νους ἀθροίσας, σύνοδον κατ' αὐτοῦ κροτηθῆναι ἐκέλευσε, δι' ἧς ἐξεβλήθησαν τῆς μονῆς καὶ τῆς πόλεως, ἐξορίᾳ παραπεμφθέντες. τῷ δ' αὐτῷ ἔτει ῥόγας διδομένης τῷ λαῷ ἐν Στρυμόνι, ἐπιπεσόν τες οἱ Βούλγαροι ταύτην ἀφείλοντο, χρυσίου λίτρας χιλίας ἑκατόν, καὶ τὸν στρατηγὸν ἅμα τῷ λαῷ κατέσφαξαν, καὶ λαβόντες τὸ τοῦλδον ὑπέστρεψαν. τῷ αὐτῷ χρόνῳ Κροῦμος ὁ τῶν Βουλγά ρων ἀρχηγὸς τὴν Σαρδικὴν παρέλαβε, καὶ χιλιάδας ʹ στρατιω τῶν κατέσφαξεν. ὁ δὲ Νικηφόρος δῆθεν κατ' αὐτοῦ ἐξελθὼν 2.37 ἀξιόλογον μὲν οὐδὲν ἐποίησε, τοῖς δὲ περισωθεῖσιν ἐκ τῆς φυγῆς ἄρχουσιν αἰτοῦσι λόγον σωτηρίας μὴ δοὺς τοῖς ἐχθροῖς προσφυγεῖν ἐβιάσατο, ἐν οἷς ἦν Εὐθύμιος σπαθάριος μηχανικός. στάσεως δὲ ἐπ' αὐτῷ γινομένης, δώροις τοὺς πλείονας ὑποκλέψας ὕστερον ἐκάκωσε δημεύσεσι καὶ ἐξορίαις καθυποβαλών. σκεψάμενος δὲ ταπεινῶσαι τὰ στρατεύματα, ποῖον δεινὸν κατὰ Χριστιανῶν οὐκ ἐπενόησε; προσέταξε γὰρ τοὺς Χριστιανοὺς ἐκ παντὸς θέματος ἐπὶ τὰς Σθλαβινίας μετοικίζεσθαι, τὰς δὲ τούτων στάσεις πι πράσκεσθαι· καὶ ἦν αἰχμαλωσίας οὐκ ἔλαττον τὸ πρᾶγμα. ἐν ἀμηχανίᾳ τοὺς πάντας γεγονότας, δευτέραν σὺν ταύτῃ κάκωσιν προσέταξε στρατεύεσθαι πτωχούς, καὶ ἐξοπλίζεσθαι αὐτοὺς παρὰ τῶν ὁμοχώρων, παρεχόντων ἀνὰ ιηʹ νομίσματα καὶ πρὸς τὸν δη μόσιον ἀλληλεγγύως τὰ δημόσια αὐτῶν. τρίτη κακόνοια ἐπ οπτεύεσθαι πάντας, καὶ ἀναβιβάζεσθαι τὰ τούτων δημόσια τέλη, παρέχοντας καὶ χαρτιατικοῦ ἕνεκα ἀνὰ κεράτια δύο. τετάρτη πληγή, τοὺς κουφισμοὺς πάντας ἀναβιβάζεσθαι προσέταξε. πέμ πτη συμφορά, τοὺς τῶν εὐαγῶν οἴκων παροίκους, τοῦ τε ὀρφα νοτροφείου ξενώνων γηρωκομείων ἐκκλησιῶν μοναστηρίων βασιλι κῶν, τὰ καπνικὰ ἀπαιτεῖσθαι ἀπὸ τοῦ πρώτου ἔτους τῆς αὐτοῦ τυραννίδος, τὰ δὲ κρείττονα τῶν κτημάτων εἰς τὴν βασιλικὴν κουρατωρείαν αἴρεσθαι, τὰ μέντοι τέλη αὐτῶν ἐπιτίθεσθαι τοῖς ἐναπομείνασιν εἰς τοὺς αὐτοὺς εὐαγεῖς οἴκους, ὡς διπλοῦσθαι πολλῶν τὰ τέλη, τῶν οἰκήσεων στενουμένων, καὶ τῶν χωρίων καὶ 2.38 ἐξοικεῖν. ἕκτη τυραννὶς σκοπεῖσθαι παρὰ τῶν στρατηγούντων τοὺς ἀθρόως ἐκ τῆς πτωχείας ἀνακτισθέντας, καὶ ἀπαιτεῖσθαι χρήματα ὡς εὑρετὰς θησαυρῶν. ἑβδόμη κάκωσις, τοὺς πρὸ κʹ χρόνων εὑρηκότας καὶ μέχρι τῆς δεῦρο πίθον ἢ σκεῦος ὁτιοῦν καὶ αὐτοὺς ἐξαργυρίζεσθαι. ὀγδόη ἀδικία,